Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

81. ἀμφί τε έεστορίδην] εὖ τοῦ περὶ φυλακῆς εἰσηγησαμένου πρῶτος ἀριθμεῖται ὁ υἱός· καὶ ὅτι ὁ παρὼν καιρὸς οὐκ εὐτελεῖς ἄνδρας ἐπέτρεπε φυλάσσειν.

[*](A+)

86. * Ἰακῶς τὸ “στεῖχον.”

[*](B=)

88. πῦρ κήαντο] πυρκαϊὰν τοῦ δεῖπνον ποιῆσαι· ἀσφαλέστερον γὰρ ἦν αὐτοῖς τὸ ἀπὸ σκότους ὁρᾶν τοὺς πολεμίους.

[*](A~B -)

ἄλλως: ἐνθάδε πῦρ κήαντο, τίθεντο δὲ δόρπον ἕκαστος] ἐπὶ μὲν τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ δείπνου παρασκευή, καὶ ἑνικῶς “πῦρ” φησίν, ἐπὶ δὲ τῶν εὐημερούντων βαρβάρων καὶ τὰ τῆς [*](4. supplevi ex B || 7. ὑπήκοον B: ὑπήκουον ‖ 15. καίοντας scripsi: ἀκούων ‖ 21. δʼ εἰὦ ‖ 29. τὸ στεῖχον A: τὸν στίχον ‖ 32. τίθοντο)

297
εὐωχίας μετὰ πολλῆς ἐπεξεργασίας δεδήλωται “ἐκ πόλιος δʼ ἄξαντο βόας καὶ ἴφια μῆλα” (Il. 8. 545) καὶ λαμπρότερα τὰ τῆς φυλακῆς “μέγα φρονέοντες ἀνὰ πτολέμοιο γεφύρας εἵατο παννύχιοι, πυρὰ δέ σφι〈σι〉 καίετο πολλά” (Il. 8. 553)· ἔστι δὲ ὅλα γραφικά.

93. πάμπρωτος] οἷον προφθάσας τοὺς αὐτοῦ ἀπαιτοῦντας τὴν [*](B=) γνώμην.

94. Νέστωρ, οὗ καὶ πρόσθεν] ὅτε παρῄνει Ἀγαμέμνονι παύσασθαι [*](B +) τῆς πρὸς Ἀχιλλέα ὀργῆς “ Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένος” (Il. 1. 282)· ὃ καὶ νῦν φησιν “οὔτι καθʼ ἡμέτερόν γε νόον ” (108).

97. * ἐν σοὶ μέν] καταπτήξαντα ἀνακτᾶται τοῖς ἐγκωμίοις καἰ [*](Α = Β +) πρὸς πειθὼ παρακαλεῖ.

ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι] πρὸς τὸ μὴ δοκεῖν ἐπιτάσσειν [*](Β=) κύριον αὐτὸν τῆς ἀπάντων ἀποφαίνει γνώμης, προσεκτικόν τε αὐτὸν ἀπεργάζεται, ὡς ὅλου τοῦ πράγματος ἐπʼ αὐτῷ κειμένου. ἢ ἐπεὶ τότε πρὸς αὐτὸν ἔληξε λέγων “λίσσομʼ Ἀχιλλῆι μεθέμεν χόλον᾿᾿ (Il. 1. 283), ἐκείνην τὴν λῆξιν ἀρχὴν ποιεῖται τοῦ νῦν διαλόγου.

98. *ἐγγυάλιξε] ἐνεχείρισεν.

99. σκῆπτρόν 〈τʼ〉 ἠδὲ θέμιστας] “σκῆπτρον” διὰ τὸ κράτος, [*](A- B=) “θέμιστας” διὰ τὸ δίκαιον· οὕπω γὰρ εἶχον γραπτοὺς νόμους, ἀλλὰ τὸ πᾶν ἦν ἐν τοῖς κρατοῦσιν, ὅθεν καὶ “δικασπόλοι, οἵ τε θέμιστας 〈πρὸς Διὸς εἰρύαται〉” (Il. 1. 239). εὐμενῆ δʼ αὐτὸν ποιεῖ τὰς εὐτυχίας ἐξαριθμούμενος, καὶ ἄξια δὲ 〈τῆς ἰδίας δόξης〉 ποιεῖν ὑποτί- θεται. καὶ ὅτι πρώτη ἀρετῶν ἐστιν ἡ φρόνησις.

100. περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι] ἵνα ἐξ ἀπάντων αἱρῆται [*](B=) τὸ χρήσιμον. ἅμα δὲ καὶ ἀναιρεῖ τὴν δόξαν τῆς ἥσσης, καθʼ ἥν τινες οἴονται ἀδοξεῖν τοῖς πλησίον πειθόμενοι.

102. σέο δʼ ἕξεται ὅττι κεν ἄρχῃ] ἴσον ἀπέφηνε τῷ συμβούλῳ [*](B=) τὸν βασιλέα λόγων κυροῦντα τὸ τέλος, ὅπως μὴ φθονοίη ταῖς ἀγαθαῖς ὑποθήκαις· οἶδε γὰρ φθόνῳ καὶ θυμῷ καὶ ζηλοτυπίαις ἀδίκοις πολλὰς πράξεις 〈ἀγαθὰς〉 ἀνῃρημένας. τὸ πέρας οὖν τῶν λεγομένων ἐπὶ τὸν κορυφοῦντα ἀναφέρει.

ἄλλως: ὅττι κεν ἄρχῃ] ὃ ἄν ποτε τῆς παραινέσεως πρωτεύῃ καὶ [*](B=) ἐπικρατυνθῇ, ἐκ σοῦ γίνεται· καὶ ἀλλαχοῦ “ Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε” (Od. 11. 346).

[*](8. ὁρμῆς ut B 15. εἰς αὐτὸν ut B ‖ 17. post ἐν. add. sec. γυῖα γὰρ αἱ χεῖρες ‖ 20. δικασπόλοι:— ‖ 21. εὐγενῆ ut B: corr. W ‖ 22. supplevi ex B ‖ 24. αἱροῖτο ut B ‖ 28. λέγων: corr. ‖ 30. supplevi ex B ‖ 32. ἄν W: δή ut B ‖ πρωτεύει)
298
[*](B=)

103. ὥς μοι δοκεῖ εἶναι ἄριστα] προσεκτικὸν μὲν τὸν ἀκροατὴν ποιεῖ διʼ ὧν ἄριστα ὑπισχνεῖται ἐρεῖν, εὔνουν δέ, ὅτι μεθʼ ὑποστολῆς τὸ “δοκεὶ” προστέθειται.

[*](B-)

104. οὐ γάρ τις νόον] ἐπὶ διαλλαγὰς τὸν βασιλέα φέρων οὐκ ἐν ἐπιτιμήσεως μέρει τὴν Ἀχιλλέως ἔχθραν προφέρει, ἀλλὰ μόνον ἄριστα συνεωρακέναι 〈φησὶν〉 ἑαυτόν· φησὶ γοῦν “πολλάκι δή μοι τοῦτον·” τὸ δὲ “νοήσει” ἀντὶ τοῦ νοήσειεν.

[*](B=)

105. * ἠμὲν πάλαι] εἰ τὰ μέλλοντα προέγνω Νέστωρ, πῶς περὶ τῶν ἐνεστώτων οὐκ ὀφείλει πείθειν;

[*](B=)

108. * οὔτι καθʼ ἡμέτερόν γε νόον] προτρεπτικῶς· εἰ γὰρ καὶ τότε προέγνω τὰ μέλλοντα, πῶς οὐχ ὑπὲρ τῶν παρόντων πείσει;

[*](B -)

οὔτι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγω〈γε) πόλλʼ ἀπεμυθεόμην] εὐμάθειαν ἐργάζεται· ὁμολογῶν γάρ, ὅτι οὐκ ἠρέσκετο τῇ εἰς τὸν Ἀχιλλέα ἀτιμίᾳ, δῆλός ἐστι τὸν λόγον ὑπὲρ τοῦ τιμῆσαι τοῦτον συνιστάς· οὐκ ὀνειδίσαι δὲ τὴν ἁμαρτίαν θέλει, ἀλλὰ παρα- κελεύεται μὴ δεύτερον ἐξαμαρτάνειν.

[*](B=)

109. σὺ δὲ σῷ μεγαλήτορι θυμῷ] δεξιῶς ὑπήλλαξε τὰ ὀνόματα. τὴν αὐθάδειαν μεγαλοφροσύνην καλῶν καὶ τὸ προπετὲς εἶξαι λέγων.

[*](B=)

110. * συνθέμενος ἐν συντόμῳ τὰ κατορθώματα Ἀχιλλέως εἶπεν.

[*](B=)

111. ἀλλʼ ἔτι καὶ νῦν φραζώμε〈σ〉θα, 〈ὥς κεν μιν ἀρεσσάμενο πεπίθωμεν〉] προσποιεῖται τὴν παράκλησιν, ὅπως μὴ αἰσχυνθῇ ὁ βασι- λεύς —τὸ γὰρ φράζου πικρότερον 〈ἂν〉 ἦν καὶ προστάξεως ἐχόμενον, καλαί τε αἱ λιταὶ διὰ τὸ ὁμοειδές—καὶ ἵνα προμαλαχθῇ Ἀχιλλεύς.

[*](Β=)

112. φραζώμε〈σ〉θα] δεῖ γὰρ τὸν προαδικήσαντα παρακαλεῖν. [*](A+) §. 〈“πεπίθωμεν· ᾿᾿〉 διὰ τοῦ ω ἡ γραφή.

[*](B=)

113. δώροισίν τε—ἔπεσσί τε] ἴσην ὑποτίθησι κτῆσιν χρημάτων καὶ λόγων πρὸς πειθώ.

“μειλιχίοισι” δὲ δεκτικοῖς, οὐ δικαιολογουμένοις· τὰ γὰρ τοιαῦτα ἀνάπτει τὸν θυμόν.

[*](B=)

115. οὔτι ψεῦδος ἐμὰς ἄτας] ὁμολογεῖ πρᾶξαι, ἵνα μὴ αἰσχύνηταε παρακαλῶν—διὸ καὶ ἡμαρτηκέναι φησίν—οὐκ ἀδικεῖ τε εὔνοιαν ποριζόμενος ἑαυτῷ. ἀπλοῦς δὲ ὁ τρόπος· τὸ μὲν γὰρ ἐπίκαιρον ἔχειν νοῦν μακάριον, τὸ δὲ χρόνῳ μετανοῆσαι οὐκ ἄχαρι.

[*](ΑΒ +)

ἄλλως: οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας] συναπτέον ὅλον.

[*](6. supplevi ex B ‖ 7. δὲ νοῆσαι || 9. ὀφ. νοεῖν B ‖ 10. προτρεπτικῶς B: ἐντρεπτικῶς ‖ 23. τε scripsi: δὲ ut B ‖ 30. αἰσχύνοιτο ut B)
299