Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

144. τρεῖς δέ μοι εἰσὶν θύγατρες] εἰς ὃ μάλιστα λυπεῖ αὐτὸν λέγων “ κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος” (388).

[*](AB=)

145. Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα] οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία ψὰρ συνέχει τὴν ἀρχήν, νόμος ὀρθός, ἔπειτα κρίσις καὶ ἰσχύς.

[*](B=)

146. τάων ἥν κε θέλῃσι] διὰ τῆς ἐπιγαμίας πιστοῦται τὴν φιλίαν, ὅπως μὴ δοκῇ πρὸς τὴν χρείαν κολακεύειν ὑπούλως ἔχων.

[*](5. αὐτὰρ ὀγδοάτη ‖ 10. Ἀρίσταρχος pro Αὐτ. A ‖ 16. τῷ B: τὸ ‖ 26. τροφιμώτερον B, τροφιμώτατον coni. W)
301

147. ἐπιμείλια δώσω] Ἀρίσταρχος ὑφʼ ἓν ὡς ἐπιφέρνια, Ἀπολλό- [*](A +) δωρος κατὰ διάλυσιν.

149. ἑπτὰ δέ οἱ δώσω—πτολίεθρα] ἄδηλον εἴτε φερνὴν ἐπὶ τῇ [*](B +) θυγατρὶ καὶ ταύτας δίδωσι τὰς πόλεις, ἢ ἔξωθεν, ὥσπερ καὶ τὰ ἄλλα δῶρα.

150. Καρδαμύλην Ἐνόπην τε] Μεσ〈σ〉ηνίδες αὗται πόλεις, ἡ δὲ [*](B=) Μεσσήνη εἰς τὸν Λακεδαιμονίων νομὸν πάλαι συνετέλει· πῶς οὖν, φασίν, Ἀγαμέμνων ταύτας δίδωσιν οὐκ οὔσας ἑαυτοῦ; καὶ οἳ μὲν Κλυ- ταιμνήστρας εἶναι, ἢ ὅτι κοινὰ ἡγεῖται τὰ τοῦ ἀδελφοῦ, ὡς κἀκεῖνος τὴν Αἴθην( Il. 23. 295)· 〈ἢν δʼ 〉 ὑπὸ Μενελάῳ ὦσι, καὶ Μενέλαος αὐτὸν ἱκετεύει· διὰ τί δὲ οὐ μέμνηται αὐτῶν ἐν τῷ καταλόγῳ; ὅτι νεωστὶ ὑπὸ τῶν Διοσκούρων ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ συμμαχίαν, ὡς οὐδὲ Νηρίκου (Od. 24.377) —φύσει γάρ εἰσι πολέμιοι τοῖς πορθήσασιν —ἢ περὶ αὐτῶν φησιν ἐν οἷς λέγει “Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν” (Il. 2. 575). μεγάλη δὲ ἡ δόξα Ἀχιλλεῖ, ὅταν τῶν πόρρω χωρίων ἄρχῃ. διὰ δὲ τῶν ἐπιθέτων σεμνοποιῶν μικροῦ δεῖν τῆς Πηλέως ἀρχῆς μείζους φησὶν αὐτάς· διάφοροι μὲν γάρ εἰσι τοῖς καρποῖς, ποικίλαι δὲ ταῖς φύσεσι τῶν ζῴων, φιλάνθρωποι ταῖς κατοικίαις, εὐνομώταται ταῖς ἀγωγαῖς.

* Ἱρήν] Ἀρίσταρχος ὀξύνει τὴν “Ἱρήν,” ὁμοίως τῷ ἐπιθέτῳ.

[*](Α+)

153. * πᾶσαι δʼ ἐγγὺς ἁλός] ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀπο- [*](B=) λαύ〈σ〉ειεν ἀγαθῶν, παραλίων οὐσῶν.

νέαται] ὡς κέαται· καὶ σημαίνει τὸ οἰκοῦνται ἀπὸ τοῦ νῶ γεγονός, [*](Α + B=) οὗ παραγωγὸν τὸ ναίω. §. ὁ δὲ Νικάνωρ ὄνομά φησι τὸ “νέαται” καὶ πρὸς ἄμφω χωρεῖν δύνασθαι, ὡς “τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος” (Il. 11. 712). §. Ἀπολλόδωρος δὲ γράφει “κέαται.”

[*](Α=)

155. θεὸν ὣς τι〈μή〉σουσιν] ὡς θεῷ τὰς τῶν ὄντων προσάγοντες [*](Β=) ἀπαρχάς.

156. καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας] οὐ στασια- [*](Α~ B=) ζόντων, ἀλλὰ πειθαρχούντων ἀνδρῶν ἄρξει. §. “τελέευσι” δὲ ἀντὶ τοῦ [*](AB=) ἀεὶ τελέσουσιν. §. “λιπαρὰς” δὲ τὰς θέμιστας καλῶν τοῦτο δηλοῖ, [*](Β=) ὅτι τὸ κρίνειν καλῶς 〈πρὸς〉 εὐδαιμονίαν ἄγει.

158. δμηθήτω· Ἀίδης τοι ἀμείλιχος] ἔνιοι τοῦτο ὑποτάσσουσιν [*](A +) “οὕνεκ’ ἐπεί κε λάβῃσι πέλωρ ἔχει οὐδʼ ἀνίησιν.”

[*](10. Αἴθην· 〈εἰ δʼ〉 ὑπὸ Μενελάῳ εἰσὶ κ. M. W, Αἵθην ὑπομένει ὡς κ. M. ‖ 14, 15. τʼ ἅπαντα ‖ 21, 22. ἀπολαύωσι B ‖ 24. ναίω A: νέω B, νεάω ‖ 25. πρὸς ἄμφω χωρεῖν] an ‘ πόλεις μεθορίαι᾿ cf. A ?? || 26. Ἀπολλώνιυς A ‖ 27. τίσουσιν etiam textus ‖ 32. supplevi)
302
[*](B=)

δμηθήτω] ἀναγκαῖον μετὰ τὰ δῶρα παράκλησιν ἐπαγαγεῖν διὰ τὸ ὑπεκκλίνειν τὸ ἀλαζονικόν. §. τὸ ἑξῆς, “δμηθήτω καί μοι ὑποστήτω·” τὰ δὲ “Ἀίδης τοι” διὰ μέσου. §. διὰ τί δὲ οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ A= B- λέγονται, τὸν δὲ Ἅιδην ἀνελεήμονά φησιν; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημάτων—διὸ καὶ συγγινώσκουσιν— ὃ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων· διὸ ἀτεγγής ἐστιν· ὅθεν ἐν οὐδε- μιᾷ πόλει Ἅιδου βωμός ἐστιν· Αἰσχύλος “μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ, οὐδʼ ἄν τι θύων οὐδʼ ἐπισπένδων λάβοις, οὐδʼ ἔστι βωμὸς οὐδὲ παιωνίζεται” (fr. 156).

[*](A+)

* δμηθήτω] Ἀριστοφάνης “καμφθήτω.”

[*](B-)

ἀμείλιχος ἠδʼ ἀδάμαστος] “ἀμείλιχος” ἀγοήτευτος, “ἀδά- μαστος” ἀτεράμων, ὅ ἐστιν ἀκαμπής· δύο γάρ εἰσιν οἷς πείθομεν, λόγῳ καὶ βίῳ. διὰ δὲ τοῦ Ἅιδου ἐδήλωσεν ὡς, εἴ τις ἐστὶν ἀμεί- λιχος, βδελυρὸς ἔσται πᾶσιν.

[*](B=)

160. καί μοι ὑποστήτω ὅσ〈σ〉ον βασιλεύτερός εἰμι ἠδὲ—γενεῇ προγενέστερος] ὡσανεὶ δέησιν προσάγει τὴν ἡλικίαν καὶ τὸ σκῆπτρον, οἷς εἴκουσι καὶ μεγαλόφρονες. ἐξέφυγε δὲ τὸ ἐλεεινόν, εἴκειν αὐτὸν ἀξιῶν τοῖς μείζοσιν ἀξιώμασιν.

161. *ὅσσον γενεῇ] ὁ Νέστωρ “ἄμφω— νεωτέρω ἐστὸν ἐμεῖο” (Il. 1. 259).

[*](A+ B=)

165. κλητοὺς ὀτρύνομεν] τοὺς ἐξ ὀνόματος πρέσβεις. §. καλῶς δὲ [*](B=) πρέσβεις πέμπει, ὅπως ἢ πείσωσιν ἢ πρᾳότερον αὐτὸν ἀπεργάσωνται.

[*](B=)

* τάχιστα ἔλθωσι] διὰ τὸν ἐπείγοντα καιρὸν τῆς νυκτός.

[*](B -)

167. εἰ δʼ ἄγε, τοὺς ἂν ἐγὼ ἐπιόψομαι] αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ τὸ γῆρας— “Νεστορέῃ” γοῦν “παρὰ νηί” (Il. 2. 54) —ἢ καὶ ὑποπτεύεσθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζων ὡς ἐκπληρῶν τὴν αὐτοῦ ἀπουσίαν τοῦτο μὲν τῇ διατάξει τοῦ στρατοῦ “ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ” (Il. 2. 363), τοῦτο δὲ τάφρον περιβαλλόμενος καὶ τεῖχος, ὃ καὶ Ἀχιλλεὺς ὀνειδίζει “ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, καὶ δὴ τεῖχος ἔδειμε” (348)· ἢ ὅτι εἶπεν “τούσ〈δε〈〉 δʼ ἔα φθινύθειν, ἕνα καὶ δύο” (Il. 2. 346). εἰ δὲ ἐν τῷ ἐπιταφίῳ (Il. 23. 616) φιάλην αὐτῷ ἐδωρήσατο, οὐδὲν θαυμαστόν, εἰ τὴν ἔχθραν ἀποθέμενος τὴν πρὸς τὸν Ἀγαμέμνονα λύει καὶ τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου ὄντος εἰ πείσειε, καλῶς ἑτέρους ἔπεμψεν· πεισάντων γὰρ ἤμελλεν [*](2. ὑπεκκλίνειν B: ὑτοκλίνειν ‖ 3. στρεπτοὶ A B: τριπτοὶ ‖ 6. ἀνηλεὴς B καὶ ἄκαμπτος A, αἰτεγγὴς ‖ 8. ἄνοις Dobree ‖ 12. ἀτεράμνων: corr. W ‖ 13. ὡς ἐὰν ‖ 15. ε. καὶ γενεῇ ‖ 18. ἀπαιτῶν B ‖ 26. νομίζει ut B ‖ 32. ἀποθεμενος B: καταθέμενος)

303
αὐτὸς ἔχειν τὴν δόξαν ὡς εἰσηγησάμενος, ἀποτυχούσης δὲ τῆς ἱκεσίας αἰτίαν εἶχον οἱ πρέσβεις 〈ὡς〉 ἐνδεῶς διειλεγμένοι. ἢ συμπεριλαμ- βάνειἑαυτὸν Ἀγαμέμνονι. §. τὸ δὲ “ἐγώ” ἄνευ τοῦ ν. §. δύο δὲ μέρη [*](Α+) λόγου τὸ “οἳ δέ,᾿᾿ ἵνʼ ᾖ οὗτοι δέ.

* ἐπιόψομαι] φησὶν ἐπικρινῶ τοὺς ἀποσταλησομένους.

* οἳ δὲ πιθέσθων] λεληθότως ἑαυτὸν τῆς πρεσβείας ὑπεξέκλεψεν.

168. Φοῖνιξ μέν] ἀπὸ τῆς Ἀχιλλέως σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν [*](Β=) Φοίνικα ὡς ἐπὶ θέαν τῆς μάχης, ὅτι ἐδόκουν ἐν ἐσχάτοις εἶναι κινδύνοις συνελασθέντες εἰς τὸ τεῖχος, κἀνταῦθα γενόμενον κατασχε- θῆναι ὑπὸ τῶν ἀριστέων εἰς τὴν εὐωχίαν· ἐθεράπευον γὰρ αὐτὸν ὡς τροφέα Ἀχιλλέως. ἴσως δὲ καὶ συμβιβάσαι αὐτοὺς θέλων παρῆν καὶ ἰάσασθαι τὴν ὀργὴν Ἀχιλλέως. πέμπεται οὖν ὁ Φοῖνιξ οὐχ ὡς πρεσβευτής —δύο γὰρ ἦν ἔθος πρεσβεύειν, ὡς “ἄνδρε δύω κρίνας” (Od. 9. 89) καὶ “ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι” (Il. 11. 140) —ἀλλʼ ἵνα τοῖς πρεσβευταῖς συλλάβηται. διό φησιν “φοῖνιξ —ἡγησάσθω,ʼʼ ὡς ἐκεῖθεν ἥκοντος αὐτοῦ καὶ πάλιν ἐπανελθεῖν ἀνάγκην ἔχοντος, ὅπου καὶ μὴ πρεσβεύσαντός φησιν 〈Ἀχιλλεὺς〉 “Ἀτρείδῃ ἥρωι φέρων χάριν” (613) καὶ “Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω” (427), ὡς μέλλοντος αὐτοῦ ἐπανιέναι πρὸς Ἀγαμέμνονα καὶ ἀπαγγείλαι ἃ ἤκουσεν.

169. Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς] καὶ τούτων ἠπείλησεν [*](B -) Ἀγαμέμνων τὸ γέρας λαβεῖν “ ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος” (Ιl. 1. 138). πρεσβεύουσιν οὖν οἱ συνυβρισθέντες καὶ μὴ μνησικακήσαντες, ἵνα δυσωπήσωσιν αὐτόν.

Αἴας τε μέγα〈ς〉] ἕκαστον ὑποθωπεύει τῶν ἀπιόντων.

[*](B=)

170. κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης] ἵνα δηλωθῇ ὅτι [*](B=) δημοσ ία ἡ πρεσβεία· Ταλθύβιος δὲ οὐ πέμπεται ὡς Ἀγαμέμ- νονος ὤν.

172. ὄφρα Διὶ- —ἀρησόμεθα] ὅτι δεῖ ἐν παντὶ καιρῷ ἐκ θεῶν [*](B=) ἄρχεσθαι, μάλιστα δὲ ἐν κινδύνοις· οὕτω γὰρ ἥδιον ἐπὶ τὴν πρᾶξιν ὁρμῶμεν καὶ οὐδὲν ἑαυτοῖς ἀποτυχόντες ἐγκαλοῦμεν· ὕψωσε δὲ τὸ πρᾶγμα, εἴγε συμπρεσβευτὴν αἱροῦνται Δία.

180. δενδίλλων ἐς ἕκαστον] ἀντὶ τοῦ ἑκάτερον· οὐ γὰρ παρῆν [*](A+ B=) Φοῖνιξ, ἐπεὶ καταισχύνεται διὰ τοῦ “ Ὀδυσσῆι δὲ μάλιστα.᾿᾿

[*](1. ἀποτευχθείσης B, ἀποπεμφθείσης ‖ 2, 3. συμπεριλαμβάνοι ‖ 3. post Ἀγ. omisi ἐντευξόμενον ‖ 6. ἐμαυτὸν ‖ 14. ὀδυσσῆι ‖ 18. ἄμιν ‖ 23. ὀδυσσῆος ‖ 25. schol. praecedenti adhaeret)
304
[*](Α~ Β =)

ἄλλως: δενδίλλων] κατὰ τὸ δέον διαστρέφων τοὺς ὀφθαλμοὺς, καὶ οἷον τῇ ὄψει ἱκετεύων ὡς ἐπὶ σωτηρίᾳ τοῦ παντὸς στελλομένους.

[*](B=)

183. εὐχομένω γαιηόχῳ] τὸ γὰρ παρὸν εἰς μνήμην 〈ἕτοιμον〉· καὶ Εὔμαιος 〈θύει〉 ταῖς νύμφαις (Od. 14. 435), καὶ Ἕλληνες ἐπικαλοῦνται τὸν Ἰδαῖον Δία (Il. 3. 320), καὶ 〈νῦν δὲ Ποσειδῶνα〉, ὅτι ἐπίκουρος τῶν Ἀχαιῶν. ἢ ὅτι Νηρηίδος παῖς ἐστιν Ἀχιλλεύς, τῶν δὲ ἐναλίων θεῶν οὗτός ἐστι βασιλεύς.

[*](AB=)