Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

598. εἴξας ᾧ θυμῷ] “εἴξας” πάλαι ὅτε ὠργίζετο, οὐ νῦν ὅτε [*](B=) ἤμυνεν. ἢ θυμὸν τὸν ἐπιλογισμόν.

τῷ δʼ οὐκέτι δῶρʼ ἐτέλε〈σ〉σαν] τοὺς γὰρ ἀναγκαίους παρεὶς [*](B=) πέπεισται γυναικί,

600. *ἀλλὰ σύ] μόγις παρρησιάζεται· ὡς μέγα δὲ κακὸν ἀπεύ- [*](B=) χεται 〈αὐτῷ〉.

601, 2. κάκιον δέ κεν εἴη νηυσὶν καιομένῃσιν ἀμυνέμεν] ἐλέγχει, [*](Β=) ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει.

602, 3. ἀλλ᾿ ἐπὶ δώροις ἔρχεο] “ἐπὶ δώροις᾿᾿ ἀντὶ τοῦ μετὰ δώρων, λαβὼν τὰ δῶρα οὕτως ἔξελθε συμμαχήσων.

[*](1. σ A: ῖ ut B ‖ 5. οἱ Ἀριστάρχου A ‖ 7. οὐ γὰρ A: οἵ τʼ ἄρʼ ‖ 9. Γόργη A: Ὀργὴ ‖ Πολυξὼ Benseler: Πολυζὼ 13. ἅψεται || 17. sup- plevi ex B ‖ 18. πεφθέντος A ‖ 21. δῇοι Bekker ‖ 28. supplevi ex B)
336
[*](Α+Β–)

605. τιμῆς ἔσεαι] οἳ μέν, ὡς ἀναλώσας ἔχω, ἠνάλωκα, ἀντὶ τοῦ τιμηθήσῃ καὶ ἔσῃ τιμήεις —καὶ περισπᾶται διὰ τὸ “καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον” (Ιl. 18. 475)—Ἀρίσταρχος δέ, τῆς τιμῆς· διὸ ἐπάγει “〈οὔ τι με ταύτης〉 χρεὼ τιμῆς” (607, 8). τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται.

[*](B=)

607, 8. οὔ τι με ταύτης χρεὼ τιμῆς] πρὸς τὸ εἰρημένον ὑπὸ Φοίνικος “ἶσον γάρ σε θεῷ τίσουσ〈ιν) Ἀχαιοί ” (603) φησὶν Ἀχιλλεὺς “οὔ τι με ταύτης χρεὼ τιμῆς —ἥ μʼ ἔξει,᾿᾿ ὅ ἐστιν, οὐκ ἀγαθόν μοι τοιαύτη τιμή, διʼ ἣν ἐγὼ μέχρι θανάτου ταῖς ναυσὶν ἐνδιατρίψω. εἶπε γὰρ “ εἰ μέν κʼ αὖθι μένω〈ν〉 —ὤλετο μέν μοι νόστος” (412).

[*](B=)

608. τετιμῆσθαι Διὸς αἴσῃ] πιθανῶς τῇ παρὰ τοῦ Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ χρῆται ταῖς εὐτυχίαις.

[*](B=)

612. μή μοι σύγχει θυμόν] ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ, τὴν δὲ ἀφορμὴν διαβάλλει.

[*](Α+)

ὀδυρόμενος καὶ ἀχεύων] “ἐν〈ὶ〉 στήθεσ〈σ〉ιν ἀχεύων” οὕτως ἡ γραφή, οὐχὶ “ὀδυρόμενος.”

[*](A+)

614. ἵνα μή μοι ἀπέχθηαι φιλέοντι] “μή μοί ” ἐχρῆν ὀρθοτονεῖν, ἵνα ἀντιδιαστέ〈λ〉ληται Ἀγαμέμνονι.

[*](B=)

615. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν] δεῖγμα, ὅπως χρὴ διακεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις.

[*](B=)

616. ἶσον ἐμοὶ βασίλευε] κοινὰ γὰρ τὰ τῶν φίλων. ἅμα δὲ καὶ ἀντὶ τῆς χάριτος, ἣν λαβεῖν βούλεται ὁ Φοῖνιξ, ἑτέραν αὐτῷ μείζονα δίδωσι, τὴν δέησιν ἀποκρουόμενος αὐτοῦ.

καὶ ἥμισυ μείρεο τιμῆς] ἐδήλωσε τὸ “ἶσον ἐμοί. ”

[*](Β–)

619. φρασσόμεθʼ ἢ κε νεώμεθα] ὀργῆς ἴδιον μὴ ἐφʼ ἑνὶ τὴν γνώμην ἐρείδειν· ἔφη γοῦν “ἥ μʼ ἕξει ᾿᾿ (609)· εὔελπιν δὲ ποιεῖ τὸν γέροντα, σκοπήσειν τὸ συμφέρον λέγων.

[*](B=)

621, 2. ὄφρα τάχιστα ἐκ κλισίης νόστοιο μεδοίατο] παρενοχλεῖσθαι ἐπὶ πλέον οὐ θέλει ταῖς νουθεσίαις· οἶδε γάρ, ὅτι παρόντες δυσωπή- σουσιν· καὶ πάλιν τραχέως ἐκδιώκειν οὐχ Ἑλληνικόν.

[*](B=)

622. τοῖσι δʼ ἄρʼ Αἴας] οἱ δʼ εἰσὶ ῥήτορες· Ὀδυσσεὺς συνετός, πανοῦργος, θεραπευτικός· Ἀχιλλεὺς θυμικός, μεγαλόφρων· Φοῖνιξ ἠθικός, πρᾷος, παιδευτικός· Αἴας ἀνδρεῖος, σεμνός, μεγαλόφρων, [*](4. supplevi ex B ‖ 15. σύγχη ‖ 24. ἐβούλετο B)

337
ἁπλοῦς, δυσκίνητος, βαθύς. εἰ δέ που κινηθείη ἐπικαίρως, εὐστόχως διὰ βραχέων φησίν. νῦν γοῦν οὐκ ἐκινήθη, πρὶν ὁ Ἀχιλλεὺς αὐτὸν ἐπὶ παντὶ δυσχεραίνων παρώξυνεν. ἐλευθερίως οὖν ἄρχεται, ὡς οὐδὲ πρεσβεύσασθαι πρὸς τὸν τοιοῦτον ἐχρῆν· ἐκείνου δὲ Πατρόκλῳ δια- λεχθέντος(620), καὶ αὐτὸς πρὸς τὸν συμπρεσβευτήν. ἄτοπον δὲ 〈ἂν〉 ἦν μετὰ Φοίνικα καὶ Ὀδυσσέα πείθειν· τὸ δὲ μὴ λαλεῖν περισσὴν αὐτῷ τὴν πάροδον ἂν ἐποίει. §. ὅτι δὲ πάντοθεν ἰσότιμος αὐτῷ, διὸ ὀργίζεται.

625. ἴομεν· οὐ γάρ μοι δοκέει] εὖ τὸ μὴ ἀπὸ δεήσεως ἄρξασθαι, [*](B=) ἀλλὰ ἀγανακτοῦντα. πολλὴν δὲ ἐμφαίνει τὴν μεγαλοφροσύνην κελεύων ἀπαλλάσσεσθαι. §. “ἴομεν” ὅμοιόν ἐστι τῷ “εἰ μὲν δὴ νόστον γε μετὰ φρεσίν” (434).

*μύθοιο] τῆς πρεσβείας, οἳ δὲ τῆς στάσεως.

626. ἀπαγγεῖλα δὲ τάχιστα· χρὴ μῦθον] “τάχιστα·” ὑποκνίζει, [*](Β=) μὴ καὶ πορισάμενοι μηχανὴν σωτηρίας οὐ δεηθῶσιν αὐτοῦ. ἅμα δὲ καὶ τὸ πλῆθος τῶν καραδοκούντων δυσωπεῖ Ἀχιλλέα· φησὶ γὰρ “ ἀπαγ- γεῖλαι τάχιστα χρὴ μῦθον Δαναοῖσι.”

*ἔοικε δηλοῦν, ὡς ὅτι δευτέρας ἀπάντων δεήσει πρεσβείας.

[*](B=)

627. * ἐλέγχει τὸ ἀπηνὲς διὰ τοῦ “καὶ οὐκ ἀγαθόν.᾿᾿

628. *οἳ—ποτιδέγμενοι] κοινοποιεῖ τὴν ὕβριν.

629. * ἴδιον τῶν θυμουμένων μὴ πρὸς τοὺς μεμφομένους ἀπο- [*](B=) τείνεσθαι.

630. *σχέτλιος] παρρησιάζεται καὶ οὐκ Ἀγαμέμνονος μέμνηται, [*](B=) ἀλλʼ ὡς Φοῖνιξ “οἳ τε σοι αὐτῷ” (521).