Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

558, 9. ὃς κάρτιστος γένετʼ ἀνδρῶν τῶν τότε] ἐπαινετέον τὸ ἀκριβὲς περὶ τὴν ἑκάστου ἠθοποιίαν. ὁ μὲν Φοῖνιξ κάρτιστον εἰπὼν τὸν Ἴδαν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως αὐτὸν προτετιμηκέναι, ἐπήνεγκε “τῶν τότε,᾿᾿ τῷ δὲ Νέστορι ἀθωπεύτως εἴρηται “ οὐ γάρ πω τοίους ἴδον᾿᾿ (Ιl. 1. 262).

560. *νύμφης] τῆς Μαρπή〈σ〉σης.

[*](Β=)

561. *τὴν δέ] τὴν Κλεοπάτραν.

[*](B=)

* πατὴρ καὶ πότνια μήτηρ] ὁ Ἴδας καὶ ἡ Μάρπη〈σ〉σα.

[*](B=)

561, 2. τὴν δὲ τότʼ ἐν μεγάροισι—Ἀλκυόνην καλέεσκον] ἀντὶ τοῦ [*](B=) ἀλκυόνα, παρὰ τὸ ἐν ἁλὶ κύειν. §. ἀπὸ τῶν αὐτοῖς συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπένθη καὶ Ὀδυσσέα· ἔκλαιεν οὖν ἡ Μάρπησ〈σ〉α καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἥρπασεν ὁ Ἀπόλλων.

[*](A=)

564. κλαῖ ᾿ ,ὅτε μιν] οὕτω Ζηνόδοτος· Ἀρίσταρχος δὲ “κλαῖεν ὅ μιν.”

[*](Α~)

567. κασιγνήτοιο φόνοιο] “ κασιγνήτοιο ὡς “γυναῖκά τε θήσατο μαζόν (Ιl. 24. 58), εἰ μήποτε καθʼ Ὅμηρον εἷς ἐστιν· δύο δὲ ἦσαν, Κλυτίος καὶ Προκάων.

[*](Α+Β=)

κασιγνήτοιο φόνοιο] τοῦ ἀδελφ〈ικ〉οῦ· λείπει δὲ ἡ περί.

570. πρόχνυ καθεζομένη] παντελῶς καθημένη, ὅλη παρειμένη, ἵνα πλέον ᾖ τὸ πάθος· οἳ δὲ γλωσσογράφοι ‘ἐπὶ γόνυ.ʼ

[*](ΑB=)

571. ἠεροφοῖτις] ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ [*](Α+Β=) ἀπροοράτως ἔρχονται. §. πῶς δὲ Αιθην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δηλονότι ὡς ὑπηρέτις.

572. * ἀμείλιχον] ἀπαραίτητον.

[*](ΑB=)

573. δοῦπος] ψόφος δέος ἐμποιῶν, ἐστι φόβον. §. “ὅμαδος᾿᾿ δὲ παρὰ τὸ πάντας ὁμοῦ ᾄδειν, ὅ ἐστι βοᾶν.

[*](A=)

575. θεῶν ἱερῆας] ἐντεῦθεν καὶ Σοφοκλῆς τὸν χορὸν Μελεάγρου ἐξ ἱερέων ποιεῖ.

[*](B=)

579. πεντηκοντόγυον] ἐπίτηδες, ἵνα δείξῃ μείζονα τὰ Ἀγαμέμ- ΑB νονος δῶρα. §. γύη δὲ μέτρον γῆς· “τὰς πολυχρύσους γύας” (Eur. Bacch. 13) ἀντὶ τοῦ ἀρούρας.

[*](5. iteratur * ἳνα μὴ καταισχύνῃ Ἀχιλλέα μεγαλοφρονοῦντα ἐπὶ κράτει, εἶπε “τῶν τότε᾿᾿ || 8. iteratur *μήτηρ] ἡ Μάρπησ〈σ〉α ‖ 12. post. αὐτὴν add. τὴν Μάρπησσαν ut B: omisi ut A ‖ iteratur ad v. 564 * μιν] αὐτὴν τὴν Μάρπησσαν, ὅτε ἤρπασεν ὁ Ἀπόλλων ‖ 17. α in Προκάων non certum ‖ 18. supplevi ex A B ‖ 27. ἐν τῷ Μελεάγρῳ A, Οἰδίποδος ‖ 30. γύη A: γύης ‖ τὰς etiam codd. Euripidis, τοὺς coni. Elmsley)
335

580. ψιλὴν ἄροσιν] διὰ τοῦ σ, ψιλὴν γῆν· λείπει δὲ ἡ εἰς, εἰς [*](Α+Β=) ἄροσιν. “ψιλήν” δὲ ἀντὶ τοῦ ἄδενδρον.

583. σείων κολλητάς] διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ τοῖς πολεμίοις [*](A B=) μέσον ἦν τὸ τεῖχος· “σείων” δὲ πρᾴως κινῶν διὰ τὸ γῆρας.

584. πολλὰ δὲ—κασίγνηται] οὕτως Ἀρίσταρχος· ἔχει δὲ λόγον [*](A B–) καὶ τὸ “κασίγνητοι·” πλείους γάρ εἰσιν αὐτῷ ἀδελφοὶ καθʼ Ὅμηρον, “οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν” (Ιl. 2. 641). δύνανται δὲ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκού- εσθαι, Γόργη καὶ Δηιάνειρα, Πολυξὼ καὶ Αὐτονόη.

καὶ πότνια μήτηρ] ἡ αἰτία τῆς ὀργῆς, ὡς καὶ Ἀγαμέμνων.

[*](B=)

586. οἵ οἱ κεδνότατοι] ὡς οἱ νῦν. πᾶν δὲ εὗρε πρόσωπον ἱκανὸν [*](B=) πρὸς πειθώ.

588. *ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο] ὅτε καὶ αὐτοῦ ἥψατο τὸ δεινόν.

590. ἐύζωνος παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ [*](Α Β=) πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ἡ γυνή· ὅτι γὰρ οὐ γυναικοκρατεῖται, δῆλον· οὐ γὰρ ἐρωτικοῖς 〈αὐτὴ〉 ἐχρήσατο ῥήμασι, καὶ παυθέντος τοῦ θυμοῦ παρακαλεῖ.

593. πῦρ ἀμαθύνει] σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν ἄμαθον εἶπεν· [*](Α+Β–) “τύχε γάρ 〈ῥ᾿ 〉 ἀμάθοιο βαθείης” (Ιl. 5. 587).

594. *τέκνα δέ τʼ ἄλλοι ἄγουσι] ἔνιοι γράφουσι “τέκνα δὲ δήιοι [*](Α+) ἄγουσι.᾿᾿