Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

497. στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί] ἀποφθεγματικόν, ὅταν βιω- φελές τι διʼ ὀλίγης ἐκφέρηται λέξεως· ἐπίφθονος δὲ ὁ λόγος· ὡς [*](2. οὖτος B: αὐτὸς ‖ 4. supplevi ex B ‖ 7. ἀγωνία || 10. εὐφυέος ‖ ὀνόματος: corr. Bekker ‖ 16. supplevi ex A ‖ 23, 24. ὠνοματοπεποίηται B, ὀνομα- τοπεποίηται ‖ 29. ἀνήγαγε B)

329
θεοῦ γὰρ ἧκον δεησόμενοι. καὶ λεληθότως διδάσκει, ὅτι μὴ πειθόμε- νος Λιταῖς, αἷς καὶ θεοὶ πείθονται, ἀσεβεῖ καὶ εἰς θεοὺς καὶ εἰς τὴν ἑαυτοῦ μητέρα.

498. * τῶν περ καὶ μείζων ἀρετή] καὶ ἀναντί〈ρ〉ρητον τὸ τῆς [*](B=) ἐπιχειρήσεως.

499. *καὶ μὲν τοὺς θυέεσσι] ἕτοιμον αὐτὸν ποιεῖ πρὸς τὴν τῶν δώρων λῆψιν διὰ τούτων.

499, 500. καὶ εὐχωλῇσ᾿ ἀγανῇσι—παρατρωπῶσʼ ἄνθρωποι] λαθεῖν [*](B=) μὲν γὰρ ἀδύνατον τοὺς πάντα ἐφορῶντας, ἀλλʼ οὐδὲ βιάσασθαι τοὺς ἰσχυροτέρους. μία τοίνυν ὁδὸς ἐκφυγῆς ἡ ἱκετεία.

502. καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι] πρὸς ἐντροπὴν Διὸς [*](A– Β=) κούρας αὐτάς φησιν, ἢ διὰ τὸ “Ζεὺς ἐπιτιμήτωρ ἱκετάων” (Od. 9. 270), ἢ παρόσον ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε λέγεται. μυθικῶς δὲ 〈ὑποβάλλει) τὸ ‘ὅρα, μή σοι διὰ τὴν ὑπεροψίαν ἔσται δεινόν.ʼ

503. χωλαί τε ῥυσαί τε] ὅσα κρατεῖ τῆς ἡμετέρας δυνάμεως, [*](A + Β=) θεῖα ὠνόμαζον. χωλαί ” δὲ διὰ τὸ μόγις εἰς δεήσεις ἔρχεσθαι· “ῥυσαί ” δὲ διὰ τὸ σκυθρωπάζειν· “παραβλῶπες᾿᾿ δέ, ὅτι παριδόντες τι τῶν ἀναγκαίων παρακαλοῦμεν ὕστερον.

χωλαί τε ῥυσαί τε] ἀπὸ τῶν συμβαινόντων περὶ τοὺς ἱκετεύοντας [*](B=) παθημάτων τὰς Λιτὰς διετύπωσεν.

504. αἵ ῥα τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι] ἁμαρ- [*](Β=) τόντες γὰρ καὶ βλαβέντες ὕστερον παρακαλοῦμεν· φροντίζομεν οὖν τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων· ἕπονται οὖν αὐτῇ αἱ Λιταί.

505. ἡ δʼ Ἄτη σθεναρή τε καὶ ἀρτίπος] εἰκότως διὰ τὸ ἐξ ὑπεροχῆς [*](B=) τῆς ἰσχύος τὰς βλάβας γίνεσθαι. οὐκ ἔστι δὲ ἐναντίον τῷ ἑτέρωθι ( Ιl. 19. 92) λεγομένῳ, ὅτι τῆς Ἄτης ἁπαλὼ τὼ πόδε· ἐκεῖ γὰρ ὡς λελη- θότως αὐτῆς ἐπιούσης τοῖς ἀνθρώποις ἀκούσιον θέλει δεῖξαιτὸ πταῖσμα.

507. * αἳ δʼ ἐξακέονται ὀπίσσω] ἅ ἐκείνη βλάπτει.

508. * κούρας Διός] πάλιν πρὸς ἐντροπὴν “Διὸς κούρας” φησίν.

509. τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐξαμένοιο] πρὸς αὐτοῦ [*](B=) οὖν ἐστιν, ὅπως ἐν ἀσφαλείᾳ διάγοι ἐπικούρους ἔχων· εἰκὸς γὰρ καὶ αὐτὸν ἁμαρτήσειν καὶ εὐμενεῖς τοὺς ἱκετευομένους ἕξειν. φυσιο- λογεῖ οὖν μὴ θέλων εἰπεῖν ἐξ ὀνόματος, ὡς καὶ αὐτὸς βλαβήσεται [*](14. supplevi ex B ‖ τὸ scripsi: ὅτι ut B ‖ ὅρα μἠ σοι B: ὁρμίσοι ‖ 21, 22. ἀμορτάνοντες ut B ‖ 24. ἀρτίπος B: ἀρτίπους ‖ 25. τῆς B: καὶ ‖ 30. πρὸς W: ὑπἐρ ‖ 31. διάγοἴ ‖ 32. ἁμαρτῆσαι ut B)

330
μὴ πεισθείς· ἐπάγει οὖν “ἀλλʼ Ἀχιλεῦ. πόρε καὶ σύ ᾿᾿ (513). §. τὸ δὲ “εὐξαμένοιο” ἀντὶ τοῦ εὐχομένοιο.

[*](B=)

512. ἵνα βλαφθεὶς ἀποτίσῃ] 〈ἵνα) καὶ αὐτὸς ἐν ἄτῃ γεγονὼς ἐπὶ τὰς Λιτὰς καταφύγῃ.

[*](B=)

514. ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν] καὶ ἄλλοι, φησίν, εἰσὶν ἀγαθοὶ ἀδικηθέντες, αἰδούμενοι δὲ τὰς Λιτάς.

[*](B=)

515. εἰ μὲν γὰρ μὴ δῶρα φέροι] ταῦτα γὰρ τὴν ἱκετείαν δηλοῖ καὶ τὸν ἐνυποπίπτοντα Ἀγαμέμνονα. καὶ διὰ τοῦ “φέροι” αὐτὸν παρέστησεν· καὶ τὸ μὲν ὀργίζεσθαι δικαίως συγχωρεῖ, τὸ δὲ ἀτι- μάζειν τὰ διδόμενα καὶ τοὺς ἥκοντας ἀνάξιον Ἀχιλλέως φησίν.

[*](A=)

516. ἀλλʼ αἰὲν ἐπιζαφελῶς] περισπωμένως, εἰ καὶ τὸ ζάφελος [*](A+) βαρύνεται. §. τὸ δὲ “ζαφελῶς” γίνεται ἐκ τοῦ ζα ἐπιτατικοῦ καὶ τοῦ ὀφέλλω τὸ αὔξω, τὸ πάνυ ηὐξημένως.

518. χατέουσί περ ἔμπης] ὅτι καὶ δώρων ἄνευ ἐχρῆν βοηθεῖν διὰ τὴν ἀνάγκην;

[*](B=)

520, 1. ἄνδρας —ἀρίστους κρινάμενος] ὃ μὲν γὰρ συνέσει, ὃ δὲ [*](B=) ἰσχύι πρωτεύει. §. ἐκ τούτου δῆλον, ὅτι οὐκ ἔστι πρεσβευτὴς ὁ Φοῖνιξ, ἐπεὶ πῶς ἑαυτὸν ἐπαινεῖ ;

[*](B=)

521, 2. οἵ τε σοι αὐτῷ φίλτατοι] ὡς καὶ δίχα Ἀγαμέμνονος ὀφεί- [*](B=) λοντος αὐτοῖς πείθεσθαι. §. τοῦτο δὲ ἐλεγκτικῶς, ὅτιεἰπὼν “οἱγὰρφίλ- τατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ” (204) νῦν ἀπειθεῖ τοῖς φιλτάτοις.

[*](Α–B=)

522. τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς] 〈μὴ) ὀνειδίσῃς —“τὰ δʼ ἐλέγχεα πάντα λέλειπται” (Ιl. 24. 260)— ὡς τῆς αἰσχύνης τοῦ μὴ πείθειν ἀνατρεχούσης εἰς αὐτούς.

[*](ΑB–)

523. πρὶν δʼ οὔτι νεμεσσητὸν κεχολῶσθαι] τὸ πρώην μηνίειν ἀνεμέσητον εἰπὼν ἐκ τοῦ ἐναντίου τὸ νῦν νεμεσητόν φησιν, ὅτι τὸ πρὶν καὶ ἀρχὴ τῆς μάχης καὶ ὁ Ἀγαμέμνων μαινόμενος καὶ πρεσ- βεία οὐδαμοῦ οὐδὲ δῶρα, νῦν δὲ καὶ τῆς μήνιδος ὁ χρόνος παρήκμασε καὶ ὁ βασιλεὺς ἱκέτης καὶ πρεσβεία φιλτάτων ἀνδρῶν καὶ δώρων ἀριθμὸς πολὺς καὶ ἀνάγκη τοῦ ἁλῶναι.