Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

457. Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια] πῶς ὃ μὲν εὔχεται ταῖς Ἐρινύσι, τὰς δὲ εὐχὰς αὐτῷ ἐκτελεῖ Ἀιδης καὶ Περ- σεφόνη; ὅτι αὐτοκράτορες τῶν τιμωριῶν ὄντες τὴν τοῦ κολάζειν ἐξουσίαν τοῖς ἄλλοις δαίμοσι παρέχονται. §. “ἐπαινή” δὲ κατὰ ἀντί- φρασιν, ὡς τὸ “νῆʼ ὀλίγην αἰνεῖν” (Hesiod. Opp. 643). §. οἳ δὲ γράφουσι “καὶ ἐπʼ αὐτῷ Περσεφόνεια,” οἳ δὲ ἐν πλεονασμῷ τὴν “ἐηί ᾿᾿ 〈ἐκδέχονται).

[*](1. γέροντος γυνὴ B: γυνὴ γέροντος || 4. μετανοοῦντα || 6. τὰ μὰ || 7. βουλευέτω Bekker: βουλεύηται B, βουλεύεται ‖ 8. ὂς ante πρὸς omisi ‖ 9. ἐποίησεν B: ἐποίει ‖ 10, 11. δὲ εὗ B: εὖ δὲ ‖ 19. ἐμπεσὼν B: συμ- πεσὼν ‖ 21. μήποτ’ ἐγγούνασιν ‖ 30. νῆα ἀλίγειν αἰνεῖν)
327

463. *κατὰ μέγαρα στρωφᾶσθαι] ὅτιἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις [*](Β=) κρεῖττον τὸ φεύγειν.

464. *ἔται] ὅτι πᾶσιν ἠγαπημένος ἦν διὰ τὴν σπουδήν· ὁ δὲ πατὴρ [*](A B=) ἦν ὀργιζόμενος διὰ τὸν ἔρωτα.

ἀμφὶς ἐόντες] Διονύσιός φησι 〈γεγραμμένου) “ἀντιόωντες” [*](Α+) μεταθεῖναι τὸν Ἀρίσταρχον ἀμφὶς ἐόντες.”

466. * εἰλίποδας] εἰλήσει ὅμοια πάσχοντας· κεχάλασται γὰρ αὐτῶν τὰ νεῦρα, ὡς Ἱπποκράτης φησίν (ΙΙΙ p. 146 Κ.).

468. *εὑόμενοι τανύοντο] ἐκτείνονται γὰρ τῷ πυρί.

[*](Α=)

469. * πολλῶν δʼ ἐκ κεράμων] ἀναφορικῶς τοῦ προειρημένου(467).

472. πῦρ, ἕτερον μέν] “ἕτερον” ἄλλο παρὰ τὸ τοῦ θαλάμου, ὅπου [*](A+Β=) αὐτὸς ἦν· τρίτον δὲ τὸ ἐν τῇ στοᾷ καιόμενον. §. λείπει δὲ τὸ ‘ἅπτο.ʼ

473. ἄλλο δʼ ἐνὶ προδόμῳ—θαλάμοιο θυράων] μετήγαγε τὴν τάξιν· [*](ΑΒ=) “θάλαμος” μὲν γὰρ ὁ ἔσω οἶκος τῆς αὐλῆς, τὸ δὲ πρὸ αὐτοῦ “πρό- δομος·” “αἴθουσα” δὲ τὸ περίστυλον, τουτέστιν 〈ἡ) πρὸς ἥλιον τετραμμένη στοά, παρὰ τὸ αἴθεσθαι.

476. * ῥήξας ἐξῆλθον] τῷ μὲν Φοίνικι 〈ἡ〉 μεταβολὴ ἀδύνατος διὰ [*](B=) τὴν ὀργὴν τοῦ πατρός, τῷ δὲ Ἀχιλλεῖ 〈καὶ) ἔνδοξος διὰ τὴν παραίνεσιν τοῦ πατρός.

καὶ ὑπέρθορον] τὸ “ὑπέρθορον” συναπτέον τῷ “ῥεῖα·” λαθεῖν [*](B=) γὰρ ῥᾳδίως ἀδύνατον ἦν οὕτω φυλαττόμενον. §. “ῥεῖα ” δὲ διὰ τὴν [*](Β=) νεότητα.

478. διʼ Ἑλλάδος] Ἑλλὰς πόλις, ὁμώνυμος τῇ χώρᾳ· “Μυρμιδόνες [*](A=) δὲ καλεῦντο καὶ Ἕλληνες” (Ιl. 2. 684).

480. * ἄναχθ᾿] ἐμὸν ἄνακτα.

*ὃ δέ με πρίφρων] διὰ τὴν ἐμὴν εὔνοιαν.

[*](Β=)

481. καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα] δυσωπητικὰ Ἀχιλ- [*](A B=) λέως, ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον ὃν ὁ πατὴρ ἐτίμησεν, ἃμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτω συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, διʼ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη.

*πατήρ] ὅτι νεώτερος Πηλέως, οὐχ ὡς οἱ τραγικοί.

[*](Α–)

481, 2. ὡς εἴτε πατὴρ ὃν παῖδα φιλήσῃ, μοῦνον] εὖ τὸ μὴ ἀρκεσθῆ- [*](B–) ναι τῇ τῶν πατέρων πρὸς τοὺς υἱοὺς φιλοστοργίᾳ, καίτοι ὑπερβολὴν μὴ δεχομένῃ, ἀλλʼ ἐπενέγκαι τὸ “μοῦνον·” μᾶλλον γὰρ οἱ μονογε- [*](5. supplevi ex A ‖ 6. εἶναι ante μεταθεῖναι omisi ‖ 7. κεχαλᾶσθαι ‖ 17, 18. supplevi ex B ‖ 27. ἐφίλησεν ‖ 32. φιλήσει)

328
νεῖς φιλοῦνται μὴ μεριζομένης εἰς πολλοὺς τῆς φιλοστοργίας. καὶ οὐδὲ τούτῳ ἀρκεσθεὶς προσέθηκε τὸ “τηλύγετον·” οὗτος δέ ἐστιν ὁ τῆς γονῆς τέλος ἔχων, μεθʼ ὃν ἕτερος οὐ γίνεται· ἐπὶ τούτοις γὰρ τὴν τῶν γονέων συμπάθειαν 〈ἔστιν) ἰδεῖν, ἅπασαν τὴν ἐλπίδα ἐν τῇ τούτων σωτηρίᾳ τιθεμένων. καὶ ἔτι πλέον αὔξων ἐπιφέρει τὸ ἐπὶ πολλοῖς κτήμασιν· ὧν γὰρ συνήγαγεν εἰδὼς αὐτὸν 〈ὄντα)〉 φύ- λακα ἀγωνιᾷ.

[*](B=)

485. καί σε τοσοῦτον ἔθηκα] δυσωπητικὸν τὸ τῆς δείξεως· καὶ Σοφοκλῆς “κἀξεθρεψάμην τοσόνδʼ ἐς ἥβης᾿᾿ (El. 13).

θεοῖς ἐπιείκελε] διὰ βραχέος τὸν ὑπεραίροντα εὐφυοῦς σώματος καὶ ψυχῆς ἀρετῇ ἐσήμανεν.

[*](B+)

486. ἐπεὶ οὐκ ἐθέλεσκ〈ες) ἅμʼ ἄλλῳ] οὐκ οἶδε παρὰ Χείρωνι τραφέντα αὐτόν. δεινὸν οὖν τὸν ἐν τῇ πρώτῃ ἡλικίᾳ τοσοῦτον στέρ- ξαντα ἀπειθεῖν τελειωθέντα.

[*](A+)

488. * “ γούνεσσι” διὰ τοῦ ε.

[*](Α+ B–)

489. ὄψου ἄσαιμι] ὄψον πᾶν τὸ 〈προσ〉εσθιόμενον· ὅμοια δὲ καὶ ταῦτα Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ” (Ιl. 22. 500).

[*](B=)

ὄψου ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών] ἐπὶ τὰ εὐτελέστερα καταβὰς ἔδειξε τὴν ἰσχὺν τοῦ λόγου διὰ τοῦ “προταμών᾿᾿ —πρῶτον γὰρ τέμνοντες παρέχουσι—καὶ 〈τοῦ) “ἐπισχών,᾿᾿ ὡς “ λαθικηδέα μαζὸν ἐπέσχον” (Ιl. 22. 83). οὐκ ἂν δὲ διὰ κοινοῦ ὀνόματος ἑτέρως αὐτὸ φράσειας.

[*](B=)

491, 2. οἴνου ἀποβλύζων—ὡς ἐπὶ σοὶ〈μάλα)πόλλʼ ἔπαθον] ὠνομα- τοποίηται ἀφράστως. καλῶς δὲ προδανεισθείσας ἀπαιτεῖ χάριτας, εἶτα ἐπάγει “ ἵνα μοί ποτʼ ἀεικέα 〈λοιγὸν ἀμύνῃς〉,” ἰδιούμενος τὴν σωτηρίαν τῶν Ἑλλήνων.

[*](A B=)

494. ἀλλὰ σὲ παῖδα] “ἀλλὰ σέ ” ὀρθοτονεῖται διὰ τὴν δεῖξιν.

[*](Β=)

496. δάμασον θυμὸν μέγαν] ἅπερ Ὀδυσσεὺς εἰπεῖν ἐφυλάξατο— πικρὸν γὰρ 〈ἂν〉 ἦν—ἐπὶ δὲ τὸν Πηλέα ἀνήνεγκε, ταῦτα Φοίνικι δί- δωσιν ἡ τῆς ἀνατροφῆς παρρησία. §. ἐμφαντικῶς δὲ τὸ ἀδάμαστον [*](A=) ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων φησὶ “δμηθήτω” (158).

[*](B=)