Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

433 *δάκρυʼ ἀναπρήσας] καὶ θέλων, φησίν, οὐκ ἔστεξε τὸ δάκρυον.

[*](B=)

434. εἰ μὲν δὴ νόστον γε] καὶ οὗτος ἀπὸ τοῦ καιροῦ τὸ προοίμιον [*](B—) δέχεται· οὐ γὰρ ὡς συμβουλεύσων παρελήλυθεν ἀλλʼ ὡς διδοὺς ἀπόκρισιν πρὸς τὸ “φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι” (427).

εἰ μὲν δὴ νόστον] συνείκει αὐτῷ ἀπʼ ἀρχῆς, εἶτα ἐπάγει τὴν λιτήν· [*](B=) τὸ δὲ “εἰ μὲν δή” ὡς παραδόξου τῆς 〈ἀπο〉κρίσεως οὔσης· προσεδόκων γὰρ ὡς παρακληθεὶς μενεῖς· ὥσπερ Ὀδυσσεὺς ἐκ τοῦ παρόντος ἔλαβε τὸ προοίμιον (225), [οὕ]τω καὶ οὗτος.

*ἀποσπῶν τῆς φυγῆς “ φαίδιμʼ Ἀχιλλεῦ ᾿᾿ 〈φησίν).

435. οὐδέ τι—ἀμύνειν νηυσὶ —πὕρʼ ἐθέλεις] τὸ ἀνεπίφθονον τῶν [*](Β=) ὀνομάτων καὶ τὸ ἔσχατον τῶν κινδύνων ἐδήλωσε, τὸ τοῦ Ἀγαμέμνονος πρόσωπον σιωπήσας ὡς καὶ Ὀδυσσεύς.

*ἀμύνειν νηυσί] τοῦτο γὰρ ἦν δίκαιον.

436. ἐπεὶ χόλος ἔμπεσε θυμῷ] ὅτι διὰ θυμὸν καταφρονεῖ τοῦ [*](B=) δικαίου, οὗ 〈μάλιστα) δεῖ τὸν πεπαιδευμένον κρατεῖν.

437. πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο] φάσκων ἀποπλευσεῖσθαι μετʼ αὐτοῦ, [*](B=) διότι Πηλεὺς 〈ὡς) διδάσκαλον συνέπεμψεν αὐτόν, τεχνικῶς ἐνέ- φηνεν ὅτι προσῆκόν ἐστι τὸ μὴ ἀπειθεῖν τῷ διδασκάλῳ. εἰ δὲ ὡς διδασκάλῳ ἐκέλευσε πείθεσθαι, χαλεπῶς ἂν ἤνεγκεν Ἀχιλλεύς. νῦν δέ, διʼ ἃς αἰτίας ἐκεῖνον τὸ κελευόμενον ποιεῖν ἔδει, διὰ ταύτας αὐτὸς ἀκολουθήσειν φησίν, ὡς ἂν μὴ φάναι ὡς οὐ χωρισθείη τοῦ Ἀχιλλέως, ἀλλʼ ὡς πυνθανόμενον λέγειν· διαγανακτοῦντος γὰρ ἦθος ἐμφαίνεται. [*](3. φρονίμως ut B ‖ 4. ἐπιβολεῖν B: ἐπιβάλλειν ‖ 6. προάγει B: προσ- άγει ‖ 15. schol. praecedenti adhaeret ‖ 16. suppl. || 18. atra- mento obducta: supplevi ex B ‖ 20. οὐδʼ ἔτι νηυσὶν ἀμύνειν ‖ νηυσὶ post lemma omisi ‖ 24. καταφρονεῖ B: οὐ κρατεῖ ‖ 25, 27. supplevi ex B ‖ 28. ἀπειθεῖν B: ἀπιστεῖν ‖ 31, 32 ?)

324
ἅμα δὲ καὶ τὸν Ἀχιλλέα εὐμενῆ ἀπεργάζεται, οὐδεμίαν ἄλλην λέγων ὑπολείπεσθαι αὐτῷ ἐλπίδα.

[*](AB=)

* φίλον τέκος] προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστοργίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται.

438. σοὶ δέ μʼ ἔπεμπε] ἔδει 〈ἐπ〉ειπεῖν ‘διδάσκαλον·ʼ ἀλλʼ ἵνα μὴ ἀγριάνῃ ὡς διδασκάλου δεόμενον, σιωπᾷ, τῇ δὲ νεότητι (440) προσ- ῆψε τὴν διδασκαλίαν.

[*](B=)

σοὶ δέ μʼ ἔπεμπε] ὡς ὀπάων οὖν οὐκ ὀφείλω ἀπολείπεσθαι· διὰ τοῦτο δὲ δυσωπεῖ αὐτόν· τὸν γὰρ διδάσκαλον δεῖ κελεύειν.

[*](B=)

439. * ἐκ Φθίης Ἀγαμέμνονι] λεληθότως δείκνυσιν, ὅτι ἀπειθεῖ τῷ πατρί, τούτου ἀποστὰς ᾧ καὶ πόρρωθεν αὐτὸν ἀπέστειλεν.

[*](B=)

440. *νήπιον] εἰ νηπίου ὄντος οὐ προεφασίσατο πρὸς τὴν αἴτησιν ὁ πατήρ, πῶς νῦν, φησί, τελειωθεὶς οὐ πολεμ[εῖς];

[*](B=)

441. * πολέμοιο οὐδʼ ἀγορέων] ἄμφω τὰς ἀρετὰς κυδιανείρας φησίν· νῦν δὲ μᾶλλον ἐχρῆν ἐπαινεῖν τὰ ψυχικά.

[*](B=)

442. διδασκέμεναι τάδε πάντα] εἰ οὖν σύμβουλος ἐπέμφθη, νῦν δὲ βοᾷ τὸ πρᾶγμα δεόμενον συμβουλῆς, πῶς αὐτῷ πείθεσθαι οὐ δεῖ ;

[*](B=)

* διδασκέμεναι] ἰᾶται τῇ ἡλικίᾳ τὸ τραχὺ τῆς λέξεως.

[*](B=)

τάδε πάντα] “τάδε” εἰς ἃ νῦν ἁμαρτάνεις. καὶ ὅτι οὔπω τετέλεσται τὴν μάθησιν, διὰ τῆς παρατάσεως ἐδήλωσεν· οὐ γὰρ εἶπε διδάξαι.

τάδε πάντα] ἐπὶ δύο· “προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες” (Od. 21. 230).

[*](ΑB=)

443. σημείωσαι, ὅτι τὸ ὁμοιοτέλευτον ὁ ποιητὴς ἔφυγε μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε ‘μύθων τε ῥητῆρα καὶ ἔργων 〈πρηκτῆρα〉,ʼ ἀλλʼ ἐνήλλαξεν. καὶ ὅτι δὲ πάντων κρείττων ἡ εὐβουλία, δηλοῖ διὰ τούτου.

[*](B–)

μύθων τε ῥητῆρα—πρηκτῆρά τε ἔργων] ὅτι διδακτὸν ἡ ἀρετή. εἵπετο δὲ αὐτῷ Φοῖνιξ ὑποδείξων ἅ τε λεκτέον καὶ ἃ χρὴ πράττειν. φαίνεται οὖν καὶ τὸ τῆς ῥητορικῆς ὄνομα εἰδώς· φησὶ γοῦν “〈ὁππ〉ότε κοῦροι ἐρίσ〈σ〉ειαν περὶ μύθων” (Ιl. 15. 284), ἀλλὰ καὶ “βουλῇ καὶ μύθοισι” (Ιl. 4. 323) καὶ “δικαζόμενος παρὰ νηυσίν” (Od. 11. [*](6. δεόμενος ‖ 8. δʼ ἔμʼ ‖ 12. προπεφάσισται B, προσεφασίσατο ‖ 13. suppl. sec. ‖ 16. ἐπέμφθη B: ἐπέμφθην ‖ 18. τραχὺ B: τρανὸν ‖ 20. ἡ μάθησις B ‖ 22. ἐπεὶ: corr. sec. ‖ εἰσέλθετε ‖ 25. μ. τε καὶ ἔ. ῥητῆρα ut B, cf. A ‖ ἀπὸ κοινοῦ ante ἀλλʼ del. W. cf. A ‖ 26. schol. itera- tur post p. 325, 2 σημείωσαι δέ, ὅτι τὸ ὁ. ἔφυγε— ῥητῆρα καὶ ἔργων πρακτῆρα, καὶ ὅτι πάντων διδακτικὸν εὐβουλία ‖ 27. πρακτῆρά τε)

325
545)· οἱ περὶ Κόρακα δὲ καὶ Τ〈ε〉ισίαν ὕστερον ἐξεκόσμησαν τὴν ῥητορικήν· εἰ ὑπὸ Φοίνικος οὖν πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δηλονότι δικαιοσύνην καὶ ἰατρικήν.

444. * ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο] ἐπεὶ παρακαταθήκην ἐκ νηπίου σε εἴληφα παρὰ τοῦ πατρός.

446. γῆρας ἀποξύσας] “γῆρας” τὸ μάλιστα νῦν μοι ἐνοχλοῦν. διὰ δὲ [*](B–) τοῦ “ἀποξύσας” ἐδήλωσε προσπεπλασμένην ἀσθένειαν παλαιῷ σώ- ματι. τῷ δὲ χρόνῳ τῆς συλλαβῆς τὸ δυσαφαίρετον τοῦ γήρως δηλοῖ. Ἀττικὴ δὲ ἡ ἔκτασις. Παρθένιος γοῦν ἐν Βίαντι συνέστειλεν· “ὅστις ἐπʼ ἀνθρώπους ἔξυσεν αἰγανέας” (fr. vi M.).

“θήσειν νέον ἡβώοντα] νέον” νεωστί, οὐχ ἁπλῶς, ἀπαλλάξειν [*](Α=) γήρως, ἀντισηκώσειν δὲ ἀρχὴν πολυχρονίου ἥβης.

447. οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα] μυθολόγοι οἱ γέροντες καὶ [*](B=) παραδείγμασι παραμυθούμενοι, ἄλλως τε ψυχαγωγεῖ τὴν ὀργὴν ὁ μῦθος. εἰπεῖν δὲ θέλει τὰς εὐεργεσίας Πηλέως, εἴ πως πείσειεν ὡς εὔνους τῷ οἴκῳ, καὶ ὅτι λιταῖς οὐ πεισθεὶς ἐν ἀλλοδαπῇ ἄπαις διήγαγεν. ἡδεῖα δὲ ἡ ἀκρόασις τῶν οἰκείας συμφορὰς διηγουμένων. καὶ ὁ κυνικὸς Διογένης τοῖς συνοῦσιν ὡμολόγει, οἵας εἶχεν ὁρμὰς πρὸ τοῦ φιλοσοφεῖν, ὡς ἄρχειν αὑτοῦ μὴ δυνάμενος τῶν ἄλλων ἤθελεν. ἀκριβὴς δὲ διδασκαλία ἡ πεῖρα· διὸ καὶ τοσαῦτα ἡμαρτηκότι τῷ Φοίνικι καὶ ἐν προσκρούσει τοῦ πατρὸς γεγονότι τὸν υἱὸν ἐπιτρέπει ό Πηλεύς· ἑώρα γὰρ αὐτὸν αἰσθόμενον τῆς ἁμαρτίας διʼ ὧν ἑαυτῷ τὴν ἑκούσιον ἐπήγαγε φυγήν.

449. ὅς μοι παλλακίδος περὶ χώσατο] οἰκείως ταῦτα πρὸς τὸν [*](B=) ἕνεκα τῆς Βρισηίδος χαλεπαίνοντα, ὅτι συγγνωστέος ἁμαρτήσας περὶ κόρην Ἀγαμέμνων, εἴγε καὶ αὐτὸς ἁμαρτὼν συγγνώμης ἠξίωται παρὰ Πηλέως.

ὅς μοι παλλακίδος] οὐ τῆς ἤδη μιγείσης, ἀλλὰ τῆς εἰς τοῦτο [*](B=) τρεφομένης· φησὶ γοῦν “προμιγῆναι.” οὐκ ἀντίκειται δὲ τὸ ὅτι τὴν μὲν ἐφίλει, ἠτίμαζε δὲ τὴν γυναῖκα· ἔπραττε δὲ ταῦτα, ἐν νῷ ἔχων ἤδη τὴν πρὸς αὐτὴν ὁμιλίαν. τοῦτο οὖν 〈ὁ Φοῖνιξ) ἐποίησεν εἰς ὁμόνοιαν τῶν γονέων. §. ἦν δὲ Κλυτία, καὶ ἡ μήτηρ Ἱπποδάμεια, [*](A +) 〈ἣ〉 καὶ Ἀλκιμέδη.

[*](1. κ. Κτησίαν: corr. Bekker ‖ 11. καὶ ante ἀπ. omisi ‖ 12. ἀντισηκῶσαι ‖ ἄρχειν: corr. Bekker ‖ 18. συνοῦσιν B: συναινοῦσιν ‖ ὁμολογεῖ ut B | 21. ἐν πρ. B: ἐμπροσκρούσει ‖ 31. supplevi ex B ‖ 33. ἣ A. coni. W || Ἀλκιμέδη W ex Anth. Pal. III 3: Ἀλκιμήδ))
326
[*](B+)

452. ἵνʼ ἐχθήρειε γέροντα] ῥᾷστα γὰρ ἀφίσταται γέροντος γυνὴ νέα, πειραθεῖσα ἀνδρὸς νέου. §. τινὲς “γέροντι”· γράφουσιν ‘ ἵνα μισηθῇ τῷ γέροντι.ʼ

[*](B=)

453. τῇ πιθόμην καὶ ἔρεξα] ἐν ἤθει δεῖ ἀναγινώσκειν, ὡς μετανο- οῦντος· διὸ καὶ ἐμπεπίστευται Ἀχιλλέα· ὁ γὰρ πταίσας τι καὶ φυλάττεται συγγνωστός· καὶ Σοφοκλῆς “ὃς μὴ πέπονθε τἀμά, μὴ βουλευέτω” (fr. 814 N.).

[*](B=)

ἄλλως: τῇ πιθόμην καὶ ἔρεξα] πρὸς ὁμόνοιαν γονέων τὰ παρὰ προ- αίρεσιν ἐποίησεν· φησὶ γοῦν “ἣ δʼαἰὲν ἐμὲ λισ〈σ〉έσκετο᾿᾿ (451). καὶ πάλιν τῆς διχοστασίας αὐτῶν κρείττονα τὴν φυγὴν ἡγήσατο. οἱ δὲ εὖ πρὸς γονεῖς ἔχοντες ἐπʼ ἴσης μὲν αὐτοὺς ἀγαπῶσιν, ἐπαμύνουσι δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν, ὅτι οὐ πάντα πειστέον μητρί— Θέτις γοῦν ἔλεγεν “ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρή- μενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν” (Ιl. 1. 421)— ἀλλὰ μᾶλλον πατρὶ τῷ λέγοντι “φιλοφροσύνη γὰρ ἀμείνων” (256). ἀγαθοὶ δὲ διδάσκαλοι, οἳ ἐν πείρᾳ παθημάτων γεγόνασιν· καὶ Χείρωνα γάρ φασι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτηδεῦσαι ἰατρικήν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλν〈μ〉βριανὸν Ἡρόδικον τὸν παιδο- τρίβην, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐμελέτησε τὴν τέχνην.

454. * Ἐρινῦς] οὐκ οἶδε τὸν ἀριθμὸν αὐτῶν ὁ ποιητής.

[*](B=)

455. μήποτε γούνασι] ἐοικυῖα κατάρα τῷ ἀτιμάσαντι πατέρα, τὴν ἀπὸ παίδων μὴ δέξασθαι τιμήν· πᾶς δὲ εὖ φρονῶν πατὴρ υἱῷ εὔχεται πάππος γενέσθαι.

[*](A=)

456. * ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν (Od. 3. 309).

[*](B=)