Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

400. κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς] “πατρῷ᾿ [*](ΑΒ=) ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα” (Menander fr. 54 M.). φησὶν οὖν, ὡς μᾶλλοναἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν κτημάτων ἀπολαύειν ἢ πολεμεῖν.

401. οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον] δυσωπεῖ τοὺς παρόντας, εἴγε [*](B=) δώρων προήσεται τὴν ψυχήν, 〈αὐ〉τῶν δῶρα διδόντων ὑπὲρ σωτηρίας τῆς ἑαυτῶν ψυχῆς, καὶ ὅτι πρώην κατεφρόνει ψυχῆς, ἀχαρίστῳ χαριζό- μενος ἀνδρί. ὅτι δὲ οὐ φιλοψυχεῖ, πρὸς τὴν μητέρα φησὶν “αὐτίκα τεθναίην” (Ιl. 18. 98).

402. * Ἴλιον ἐκτῆσθαι] πρὸς τὸ “νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ” (137).

404. ἀφήτορος] οἳ μὲν ἀσαφήτορος, οἳ δὲ τοῦ στροφέως παρὰ τὸ [*](Α+ B-) τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένου〈ς〉, τινὲς δὲ τοξότου· ἀλλʼ ἐπὶ τοῦ θεοῦ φησιν “ἑκηβόλον” παρὰ τὸ καὶ ἐπιτυγχάνειν, “οὐκ ἔβαλες τὸν ξεῖνον” (Od. 20. 305), ὡς καὶ “ποδάρκην” τὸν τοῖς ποσὶν ἐπαρκοῦντα.

406. * ἕκαστον ἀγωνιστὴν δύσθυμον ποιεῖ εἰς τὸν ἐπταισμένον [*](B=) πόλεμον.

407. * ἵππων ξανθὰ κάρηνα] ἡδεῖ〈α ἡ〉 περίφρασις καὶ πλήρης [*](B=) ἐναργείας.

410. μήτηρ γάρ τε μέ φησι] τὸ ἀμφίβολον τῆς μοίρας καὶ ἐν [*](B-) ἄλλοις οἶδε, διʼ ὧν Τειρεσίας φησὶν Ὀδυσσεῖ “τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς—εἰ δέ κε σίνηαι” (Od. 11. 110)· καὶ ἀλλαχοῦ, ὡς ἐπὶ τοῦ Εὐχήνορος “πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύ〈ε〉ιδος. νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, ἢ μετʼ Ἀχαιῶν νηυσίν᾿᾿ (Ιl. 13. 666) καὶ ἐπὶ Αἰγίσθου “ μήτʼ αὐτὸν κτείνειν μήτε μνά- ασθαι ἄκοιτιν ” (Od. 1. 39)· εἰπὼν δὲ “μήτηρ— φησί ” δηλοῖ, ὅτι ὑπογυ〈ί〉ως· οὐ γὰρ ἂν Πηλεὺς ηὔξατο “σοί τε κόμην κερέειν” (Ιl. 23. 146). §. εὖ δὲ τὴν τῆς μητρὸς ἐδήλωσε πρόρ〈ρ〉ησιν. [*](B=) [*](1. post ἀξίωμα add. pr. ἤ τι τῷ τῆς Ἀγαμέμνονος : omisi ut B ‖ 4. δο- τικῆς B, κατὰ δοτικὴν A, δο ‖ τὸ B: τῷ ‖ 5. πατρῷα ut AA ‖ 6. εὐδαιμο- νοῦντα B ‖ φησὶ γοῦν ‖ 9. suppl. W ex B ‖ 12. τεθναίην B: τεθνέειν ‖ 16. supplevi ex A ‖ 17. δὲ post ἑκ. omisi ‖ 22. supplevi ex B ‖ 26. σίνηαι B: σίνειε ‖ 27. πολλάκις ‖ 31. κειρέειν)

322
ἐμφαίνεται 〈δὲ⟩ ὡς ἔστιν ἀνοήτου χρημάτων ἕνεκεν εἰς πρόδηλον ἑαυτὸν ἐμβαλεῖν θάνατον, καὶ ὅτι ἄφρονές εἰσιν οἱ δεόμενοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ἕτερον ἐπὶ δώροις τελευτᾶν, καὶ ἵνα ἀποπλέοντι αὐτῷ συγγινώσκωσι καὶ βοηθοῦντι μεγίστην ὁμολογῶσι χάριν.

411. *διχθαδίας κῆρας φερέμεν] ὑπὸ β΄ μοιρῶν ἄγεσθαι.

413. *ἁπλῶς ἐκφέρει τὰ ὑπὸ τῆς μητρὸς εἰρημένα πρὸς αὐτόν.

[*](A=)

416. *οὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο.

[*](AB=)

417. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην] τοσοῦτον ἀπέχει πειθοῦς· τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.

*παραμυθησαίμην] ὡς τὸ παρειπεῖν.

[*](B=)

418. ἐπεὶ οὐκέτι δήεται τέκμωρ] τεχνικῶς ἀπέστρεψε πρὸς αὐτὸν 〈sc. τὸν Ὀδυσσέα〉τὸν λόγον, ἐπεὶ καὶ ἔλεγε “Ζεὺς δέ σφι Κρονίδης” (236). εἰ τοίνυν, ὡς φῄς, πολέμιον ἔχετε τὸν θεόν, ὑπόλοιπον ὑμῖν ἐστιν 〈ἀπο〉πλεῖν.

419. * εὐρύοπα] ἀπὸ τοῦ εὐρυόπης.

[*](AB=)

420. χεῖρα ἑὴν ὑπερέσχε] ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ ἀσπίδες. μεγάλη 〈δὲ⟩ ἡ φαντασία, ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διός, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.

[*](B=)

421. ἀριστήεσσιν Ἀχαιῶν ἀγγελίην ἀπόφασθε] νῦν οὐδὲ λόγον ποιεῖ Ἀγαμέμνονος, καίτοι πρώην λέγων “τῷ πάντ᾿ ἀγορευέμεν᾿᾿ (369), ἢ ὡς μὴ τοῦ Ἀγαμέμνονος μόνου πέμψαντος, ἀλλὰ καὶ τῶν βασιλέων.

425. *ἐπεὶ οὔ σφι〈σι〉ν ἥδε γʼ ἑτοίμη] ἐπεὶ τὸ τεῖχος νῦν οὐδὲν ἐπήμυνεν αὐτοῖς.

[*](B+)

*ἑτοίμη] πρόχειρος.

[*](B=)

427. Φοῖνιξ δʼ αὖθι] τοῦτο εἰς πίστιν τοῦ ἦρι ἀποπλεύσεσθαι. προσκρούει δὲ Φοίνικι ὡς παρʼ Ἀγαμέμνονι διατρίψαντι· καὶ ἑξῆς “Ἀτρείδῃ ἥρωι φέρων χάριν” (613). ἅμα δὲ καὶ προεκκόπτει αὐτὸν τῆς λιτῆς.

[*](B=)

429. αὔριον, ἢν ἐθέλῃσιν] “ἢν ἐθέλῃσιν” προέσθαι Ἀγαμέμνονα. διό φησι “πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο” (437).

[*](B=)

ἀνάγκῃ δʼ οὔ τι μιν ἄξω] οὐ γὰρ εἰκὸς βιάζεσθαι ᾧ πειθαρχεῖν ὁ πατὴρ ἐκέλευσεν.

[*](AB=)

431. μάλα γὰρ κρατερῶς ἀπέειπεν] ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητής, [*](1. supplevi ex B ‖ 3. ἑαυτῶν B: αὐτῶν ‖ 4. ὁμολογοῖεν ut B ‖ 12. δήετε textus ‖ 15. supplevi ex B ‖ 16. ἀπὸ τῆς ‖ 18. supplevi ex AB || 23. ἐ, τότε τ. ‖ 26. ἀποπλεῦσαι B, ἀποπλεύσεται)

323
ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως γὰρ διέθηκε τὸν Ἀχιλλέως λόγον φύσει, φρονήματι, ἀξιώματι, ἤθει.

432. ὀψὲ δὲ δὴ μετέειπε] φρόνιμον τὸ μὴ εὐθέως τοῖς Ὀδυσσέως [*](B=) λόγοις τοὺς ἑαυτοῦ ἐπιβαλεῖν, ἀλλʼ ἀντειπεῖν πρῶτον ἐᾶσαι τὸν Ἀχιλλέα καὶ ἐκχέαι τὸν θυμόν. ἀλλʼ οὐδὲ παυσαμένου Ἀχιλλέως εὐθὺς ἄρχεται, οὐδὲ ἀρξάμενος εὐθὺς τὴν συμβουλίαν προάγει, ἀλλὰ δακρύσας προσοχὴν καὶ ἔλεον ἐπισπᾶται· οἴκτῳ γὰρ τὸ πλέον ἀγωνί- ζεται καὶ διηγήμασιν οἰκείων ἀτυχημάτων. τὸν δὲ λόγον οὐκ ἐπὶ ἱκετείαν ἀνάγει, ἀλλʼ ἐπὶ τὸ συμφέρον Ἀχιλλεῖ. τὸ “ὀψέ ” δέ, ὡς πάντων ἀπορησάντων ἀντειπεῖν.