Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

385. ὅσα ψάμαθός τε κόνις τε] οὐδὲ ἐπὶ τοῖς προειρημένοις [*](B=) [*](2. πείσουσιν B: πείσωσιν || 4. μηνύαι ‖ 6, 7. οὐκ ἀν—λέγοι W: κἂν— λέγει ‖ 7. lacunam indicavi: 〈οὗ τῶν ὑπʼ Ἀγαμέμνονος δοθησομένων〉 suppl. W ‖ 9. schol. praecedenti adhaeret ποτινείσεται ‖ 11. μόνον ‖ 16. γὰρ A: γράφει || 29, 30. ἰδία πύλη)

320
ἔστησε τὸ τίμημα τῆς ὕβρεως. §. καλῶς δὲ ἀμφοτέρας συμπεριέλαβε [*](B=) τῷ λόγῳ, τήν τε θαλαττίαν καὶ τὴν πεδιάδα.

[*](A +)

* δύναται καὶ καθʼ ἑαυτὸν εἶναι ὁ στίχος μὴ ὑποστιζόμενος.

[*](B=)

387. *πρίν γʼ ἀπὸ πᾶσαν] ἡρέμα ὑπώλισθεν εἰς τὸ ἀληθές, καὶ ἐκ- κόψας τὴν ἐλπίδα πάλιν ὥρισεν αὐτοῖς πρόστιμον τὴν ποινὴν τοῦ ἐχθροῦ.

[*](B=)

388. κούρην δʼ οὐ γαμέω] τοῦτο ἐδόκει ὀχυρὸν ἔχειν ὡς ἀξιῶν γαμβρεύσειν αὐτῷ. τοῦτον δὲ πλεῖον λυπεῖ τὸ εὐτελίζεσθαι τὸν γάμον Βρισηίδος.

[*](A+)

Ἀγαμέμνονος Ἀτρείδαο] μᾶλλον δεῖ στίζειν εἰς τὸ “ Ἀτρείδ[αο]·” ὁ γὰρ κομματικὸς λόγος τοῖς θυμουμένοις ἁρμόζει.

[*](B=)

389. οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δʼ Ἀθηναίῃ] ὑπερβολῇ χρῆται· δύο δὲ οἶδεν ἀρετὰς γυναικός, κάλλος τε καὶ “ἀγλαὰ ἔργʼ εἰδυῖα,” ἀνδρὸς δὲ “μύθων τε ῥητῆρʼ ἔμμεναι πρηκτῆρά τε ἔργων” (443).

[*](Β=)

392. βασιλεύτερός ἐστιν] ἐμοῦ ἢ πάντων, ἐπεὶ αὐτὸς ἔλεγε “ καί μοι ὑποστήτω, ὅσον βασιλεύτερός εἰμι ” (160). διδάσκει δέ, ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ ἀδίκῳ γνώμῃ.

[*](B=)

*οἷ τʼ ἐπέοικε] ἄξιος αὐτοῦ ἐστιν. §. εἰς μὲν ἁπλῆν μεταλαμβάνε- [*](Α+) ται ἡ “οἱ,” φυλάσσει δὲ τὸν ἴδιον τόνον διὰ τὸν “τέ.᾿᾿

[*](Α +)

*393. * σόωσι] ἀπὸ τοῦ σόω κατὰ συστολήν.

[*](Β=)

394. Πηλεύς θην μοι ἔπειτα γυναῖκα] φιλοπάτωρ καὶ σώφρων κἀκεῖνον κυρῶν γάμον, ὃν ὁ πατὴρ ἕλοιτο. §. ἐντεῦθεν ἔλαβε Μέ- νανδρος τὸ “ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ” (fr. 303 M.). §. τὸ δὲ [*](A +) γαμέσσεται” πᾶσαι εἶχον “〈γε〉 μάσσεται” ἀντὶ τοῦ ζητήσει.

[*](Α +)

395. * Ἑλλάδα] 〈Θετταλίαν〉 μόνην παρὰ τῷ Ὁμήρῳ.

[*](B=)

396. κοῦραι ἀριστήων] μήποτε ὀνειδίζει ἀνανδρίαν τῷ Ἀγαμέμ- νονι, γενναίων κηδεστῶν, οὐχὶ τοιούτου δεῖσθαι λέγων. ἐν ᾧ οὖν προὔχει, τὴν κρίσιν ποιεῖται.

[*](B=)

399. γήμαντι μνηστὴν ἄλοχον εἰκυῖαν ἄκοιτιν] γάμου γὰρ τέλος οὐ κάλλος, οὐ κτῆσις, οὐκ ἄλλο τι τῶν τοιούτων, εἰ μὴ τῶν συνόντων ἡ ὁμόνοια καὶ τὸ ἁρμόδιον, ὅπερ φησὶν “ οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, ἢ ὅθ᾿ ὁμοφρονέοντε” (Od. 6. 182). ἢ εἰρωνεύεται ὡς [*](1. συμπ. B: ἐμπεριέλαβε ‖ 2. θαλαττίαν B, ἐφάλιον coni. Horneius: θετ- ταλίαν ‖ 4. ὑπώλισθεν B: ὑπώλισται ‖ 9. novavit pr. ut videtur ‖ 12. κάλλος B: κάλλη ‖ 18. οἳ τʼ ‖ 25. schol. falso supra v. 394 scriptum ‖ μόνω: suppl. et corr. W ex A ‖ 26. ὀνειδίζῃ, ὀνειδίζει sine μήποτε B ‖ || 30. οὐ κάλλος B: οὐκ ἄλλως || 31. γε B: δὲ)

321
γαμήσων κατὰ τὸ ἑαυτοῦ ἀξίωμα· φησὶ γοῦν “ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω, ὅστις οἷ τʼ ἐπέοικεν” (391).

*τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται “μνηστήν,” ἐπεὶ δῶρον [*](A B=) δίδοται. §. δοτικὴ δὲ τὸ “γήμαντι.”

[*](A + Β=)

400. κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς] “πατρῷ᾿ [*](ΑΒ=) ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα” (Menander fr. 54 M.). φησὶν οὖν, ὡς μᾶλλοναἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν κτημάτων ἀπολαύειν ἢ πολεμεῖν.

401. οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον] δυσωπεῖ τοὺς παρόντας, εἴγε [*](B=) δώρων προήσεται τὴν ψυχήν, 〈αὐ〉τῶν δῶρα διδόντων ὑπὲρ σωτηρίας τῆς ἑαυτῶν ψυχῆς, καὶ ὅτι πρώην κατεφρόνει ψυχῆς, ἀχαρίστῳ χαριζό- μενος ἀνδρί. ὅτι δὲ οὐ φιλοψυχεῖ, πρὸς τὴν μητέρα φησὶν “αὐτίκα τεθναίην” (Ιl. 18. 98).

402. * Ἴλιον ἐκτῆσθαι] πρὸς τὸ “νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ” (137).

404. ἀφήτορος] οἳ μὲν ἀσαφήτορος, οἳ δὲ τοῦ στροφέως παρὰ τὸ [*](Α+ B-) τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένου〈ς〉, τινὲς δὲ τοξότου· ἀλλʼ ἐπὶ τοῦ θεοῦ φησιν “ἑκηβόλον” παρὰ τὸ καὶ ἐπιτυγχάνειν, “οὐκ ἔβαλες τὸν ξεῖνον” (Od. 20. 305), ὡς καὶ “ποδάρκην” τὸν τοῖς ποσὶν ἐπαρκοῦντα.

406. * ἕκαστον ἀγωνιστὴν δύσθυμον ποιεῖ εἰς τὸν ἐπταισμένον [*](B=) πόλεμον.

407. * ἵππων ξανθὰ κάρηνα] ἡδεῖ〈α ἡ〉 περίφρασις καὶ πλήρης [*](B=) ἐναργείας.

410. μήτηρ γάρ τε μέ φησι] τὸ ἀμφίβολον τῆς μοίρας καὶ ἐν [*](B-) ἄλλοις οἶδε, διʼ ὧν Τειρεσίας φησὶν Ὀδυσσεῖ “τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς—εἰ δέ κε σίνηαι” (Od. 11. 110)· καὶ ἀλλαχοῦ, ὡς ἐπὶ τοῦ Εὐχήνορος “πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύ〈ε〉ιδος. νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, ἢ μετʼ Ἀχαιῶν νηυσίν᾿᾿ (Ιl. 13. 666) καὶ ἐπὶ Αἰγίσθου “ μήτʼ αὐτὸν κτείνειν μήτε μνά- ασθαι ἄκοιτιν ” (Od. 1. 39)· εἰπὼν δὲ “μήτηρ— φησί ” δηλοῖ, ὅτι ὑπογυ〈ί〉ως· οὐ γὰρ ἂν Πηλεὺς ηὔξατο “σοί τε κόμην κερέειν” (Ιl. 23. 146). §. εὖ δὲ τὴν τῆς μητρὸς ἐδήλωσε πρόρ〈ρ〉ησιν. [*](B=) [*](1. post ἀξίωμα add. pr. ἤ τι τῷ τῆς Ἀγαμέμνονος : omisi ut B ‖ 4. δο- τικῆς B, κατὰ δοτικὴν A, δο ‖ τὸ B: τῷ ‖ 5. πατρῷα ut AA ‖ 6. εὐδαιμο- νοῦντα B ‖ φησὶ γοῦν ‖ 9. suppl. W ex B ‖ 12. τεθναίην B: τεθνέειν ‖ 16. supplevi ex A ‖ 17. δὲ post ἑκ. omisi ‖ 22. supplevi ex B ‖ 26. σίνηαι B: σίνειε ‖ 27. πολλάκις ‖ 31. κειρέειν)

322
ἐμφαίνεται 〈δὲ⟩ ὡς ἔστιν ἀνοήτου χρημάτων ἕνεκεν εἰς πρόδηλον ἑαυτὸν ἐμβαλεῖν θάνατον, καὶ ὅτι ἄφρονές εἰσιν οἱ δεόμενοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ἕτερον ἐπὶ δώροις τελευτᾶν, καὶ ἵνα ἀποπλέοντι αὐτῷ συγγινώσκωσι καὶ βοηθοῦντι μεγίστην ὁμολογῶσι χάριν.

411. *διχθαδίας κῆρας φερέμεν] ὑπὸ β΄ μοιρῶν ἄγεσθαι.

413. *ἁπλῶς ἐκφέρει τὰ ὑπὸ τῆς μητρὸς εἰρημένα πρὸς αὐτόν.

[*](A=)

416. *οὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο.

[*](AB=)

417. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην] τοσοῦτον ἀπέχει πειθοῦς· τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.

*παραμυθησαίμην] ὡς τὸ παρειπεῖν.

[*](B=)