Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

418. ἐπεὶ οὐκέτι δήεται τέκμωρ] τεχνικῶς ἀπέστρεψε πρὸς αὐτὸν 〈sc. τὸν Ὀδυσσέα〉τὸν λόγον, ἐπεὶ καὶ ἔλεγε “Ζεὺς δέ σφι Κρονίδης” (236). εἰ τοίνυν, ὡς φῄς, πολέμιον ἔχετε τὸν θεόν, ὑπόλοιπον ὑμῖν ἐστιν 〈ἀπο〉πλεῖν.

419. * εὐρύοπα] ἀπὸ τοῦ εὐρυόπης.

[*](AB=)

420. χεῖρα ἑὴν ὑπερέσχε] ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ ἀσπίδες. μεγάλη 〈δὲ⟩ ἡ φαντασία, ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διός, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.

[*](B=)

421. ἀριστήεσσιν Ἀχαιῶν ἀγγελίην ἀπόφασθε] νῦν οὐδὲ λόγον ποιεῖ Ἀγαμέμνονος, καίτοι πρώην λέγων “τῷ πάντ᾿ ἀγορευέμεν᾿᾿ (369), ἢ ὡς μὴ τοῦ Ἀγαμέμνονος μόνου πέμψαντος, ἀλλὰ καὶ τῶν βασιλέων.

425. *ἐπεὶ οὔ σφι〈σι〉ν ἥδε γʼ ἑτοίμη] ἐπεὶ τὸ τεῖχος νῦν οὐδὲν ἐπήμυνεν αὐτοῖς.

[*](B+)

*ἑτοίμη] πρόχειρος.

[*](B=)

427. Φοῖνιξ δʼ αὖθι] τοῦτο εἰς πίστιν τοῦ ἦρι ἀποπλεύσεσθαι. προσκρούει δὲ Φοίνικι ὡς παρʼ Ἀγαμέμνονι διατρίψαντι· καὶ ἑξῆς “Ἀτρείδῃ ἥρωι φέρων χάριν” (613). ἅμα δὲ καὶ προεκκόπτει αὐτὸν τῆς λιτῆς.

[*](B=)

429. αὔριον, ἢν ἐθέλῃσιν] “ἢν ἐθέλῃσιν” προέσθαι Ἀγαμέμνονα. διό φησι “πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο” (437).

[*](B=)

ἀνάγκῃ δʼ οὔ τι μιν ἄξω] οὐ γὰρ εἰκὸς βιάζεσθαι ᾧ πειθαρχεῖν ὁ πατὴρ ἐκέλευσεν.

[*](AB=)

431. μάλα γὰρ κρατερῶς ἀπέειπεν] ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητής, [*](1. supplevi ex B ‖ 3. ἑαυτῶν B: αὐτῶν ‖ 4. ὁμολογοῖεν ut B ‖ 12. δήετε textus ‖ 15. supplevi ex B ‖ 16. ἀπὸ τῆς ‖ 18. supplevi ex AB || 23. ἐ, τότε τ. ‖ 26. ἀποπλεῦσαι B, ἀποπλεύσεται)

323
ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως γὰρ διέθηκε τὸν Ἀχιλλέως λόγον φύσει, φρονήματι, ἀξιώματι, ἤθει.

432. ὀψὲ δὲ δὴ μετέειπε] φρόνιμον τὸ μὴ εὐθέως τοῖς Ὀδυσσέως [*](B=) λόγοις τοὺς ἑαυτοῦ ἐπιβαλεῖν, ἀλλʼ ἀντειπεῖν πρῶτον ἐᾶσαι τὸν Ἀχιλλέα καὶ ἐκχέαι τὸν θυμόν. ἀλλʼ οὐδὲ παυσαμένου Ἀχιλλέως εὐθὺς ἄρχεται, οὐδὲ ἀρξάμενος εὐθὺς τὴν συμβουλίαν προάγει, ἀλλὰ δακρύσας προσοχὴν καὶ ἔλεον ἐπισπᾶται· οἴκτῳ γὰρ τὸ πλέον ἀγωνί- ζεται καὶ διηγήμασιν οἰκείων ἀτυχημάτων. τὸν δὲ λόγον οὐκ ἐπὶ ἱκετείαν ἀνάγει, ἀλλʼ ἐπὶ τὸ συμφέρον Ἀχιλλεῖ. τὸ “ὀψέ ” δέ, ὡς πάντων ἀπορησάντων ἀντειπεῖν.

433 *δάκρυʼ ἀναπρήσας] καὶ θέλων, φησίν, οὐκ ἔστεξε τὸ δάκρυον.

[*](B=)

434. εἰ μὲν δὴ νόστον γε] καὶ οὗτος ἀπὸ τοῦ καιροῦ τὸ προοίμιον [*](B—) δέχεται· οὐ γὰρ ὡς συμβουλεύσων παρελήλυθεν ἀλλʼ ὡς διδοὺς ἀπόκρισιν πρὸς τὸ “φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι” (427).

εἰ μὲν δὴ νόστον] συνείκει αὐτῷ ἀπʼ ἀρχῆς, εἶτα ἐπάγει τὴν λιτήν· [*](B=) τὸ δὲ “εἰ μὲν δή” ὡς παραδόξου τῆς 〈ἀπο〉κρίσεως οὔσης· προσεδόκων γὰρ ὡς παρακληθεὶς μενεῖς· ὥσπερ Ὀδυσσεὺς ἐκ τοῦ παρόντος ἔλαβε τὸ προοίμιον (225), [οὕ]τω καὶ οὗτος.

*ἀποσπῶν τῆς φυγῆς “ φαίδιμʼ Ἀχιλλεῦ ᾿᾿ 〈φησίν).

435. οὐδέ τι—ἀμύνειν νηυσὶ —πὕρʼ ἐθέλεις] τὸ ἀνεπίφθονον τῶν [*](Β=) ὀνομάτων καὶ τὸ ἔσχατον τῶν κινδύνων ἐδήλωσε, τὸ τοῦ Ἀγαμέμνονος πρόσωπον σιωπήσας ὡς καὶ Ὀδυσσεύς.

*ἀμύνειν νηυσί] τοῦτο γὰρ ἦν δίκαιον.

436. ἐπεὶ χόλος ἔμπεσε θυμῷ] ὅτι διὰ θυμὸν καταφρονεῖ τοῦ [*](B=) δικαίου, οὗ 〈μάλιστα) δεῖ τὸν πεπαιδευμένον κρατεῖν.

437. πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο] φάσκων ἀποπλευσεῖσθαι μετʼ αὐτοῦ, [*](B=) διότι Πηλεὺς 〈ὡς) διδάσκαλον συνέπεμψεν αὐτόν, τεχνικῶς ἐνέ- φηνεν ὅτι προσῆκόν ἐστι τὸ μὴ ἀπειθεῖν τῷ διδασκάλῳ. εἰ δὲ ὡς διδασκάλῳ ἐκέλευσε πείθεσθαι, χαλεπῶς ἂν ἤνεγκεν Ἀχιλλεύς. νῦν δέ, διʼ ἃς αἰτίας ἐκεῖνον τὸ κελευόμενον ποιεῖν ἔδει, διὰ ταύτας αὐτὸς ἀκολουθήσειν φησίν, ὡς ἂν μὴ φάναι ὡς οὐ χωρισθείη τοῦ Ἀχιλλέως, ἀλλʼ ὡς πυνθανόμενον λέγειν· διαγανακτοῦντος γὰρ ἦθος ἐμφαίνεται. [*](3. φρονίμως ut B ‖ 4. ἐπιβολεῖν B: ἐπιβάλλειν ‖ 6. προάγει B: προσ- άγει ‖ 15. schol. praecedenti adhaeret ‖ 16. suppl. || 18. atra- mento obducta: supplevi ex B ‖ 20. οὐδʼ ἔτι νηυσὶν ἀμύνειν ‖ νηυσὶ post lemma omisi ‖ 24. καταφρονεῖ B: οὐ κρατεῖ ‖ 25, 27. supplevi ex B ‖ 28. ἀπειθεῖν B: ἀπιστεῖν ‖ 31, 32 ?)

324
ἅμα δὲ καὶ τὸν Ἀχιλλέα εὐμενῆ ἀπεργάζεται, οὐδεμίαν ἄλλην λέγων ὑπολείπεσθαι αὐτῷ ἐλπίδα.

[*](AB=)

* φίλον τέκος] προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστοργίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται.

438. σοὶ δέ μʼ ἔπεμπε] ἔδει 〈ἐπ〉ειπεῖν ‘διδάσκαλον·ʼ ἀλλʼ ἵνα μὴ ἀγριάνῃ ὡς διδασκάλου δεόμενον, σιωπᾷ, τῇ δὲ νεότητι (440) προσ- ῆψε τὴν διδασκαλίαν.

[*](B=)

σοὶ δέ μʼ ἔπεμπε] ὡς ὀπάων οὖν οὐκ ὀφείλω ἀπολείπεσθαι· διὰ τοῦτο δὲ δυσωπεῖ αὐτόν· τὸν γὰρ διδάσκαλον δεῖ κελεύειν.

[*](B=)

439. * ἐκ Φθίης Ἀγαμέμνονι] λεληθότως δείκνυσιν, ὅτι ἀπειθεῖ τῷ πατρί, τούτου ἀποστὰς ᾧ καὶ πόρρωθεν αὐτὸν ἀπέστειλεν.

[*](B=)

440. *νήπιον] εἰ νηπίου ὄντος οὐ προεφασίσατο πρὸς τὴν αἴτησιν ὁ πατήρ, πῶς νῦν, φησί, τελειωθεὶς οὐ πολεμ[εῖς];

[*](B=)

441. * πολέμοιο οὐδʼ ἀγορέων] ἄμφω τὰς ἀρετὰς κυδιανείρας φησίν· νῦν δὲ μᾶλλον ἐχρῆν ἐπαινεῖν τὰ ψυχικά.

[*](B=)

442. διδασκέμεναι τάδε πάντα] εἰ οὖν σύμβουλος ἐπέμφθη, νῦν δὲ βοᾷ τὸ πρᾶγμα δεόμενον συμβουλῆς, πῶς αὐτῷ πείθεσθαι οὐ δεῖ ;

[*](B=)

* διδασκέμεναι] ἰᾶται τῇ ἡλικίᾳ τὸ τραχὺ τῆς λέξεως.

[*](B=)

τάδε πάντα] “τάδε” εἰς ἃ νῦν ἁμαρτάνεις. καὶ ὅτι οὔπω τετέλεσται τὴν μάθησιν, διὰ τῆς παρατάσεως ἐδήλωσεν· οὐ γὰρ εἶπε διδάξαι.

τάδε πάντα] ἐπὶ δύο· “προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες” (Od. 21. 230).

[*](ΑB=)

443. σημείωσαι, ὅτι τὸ ὁμοιοτέλευτον ὁ ποιητὴς ἔφυγε μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε ‘μύθων τε ῥητῆρα καὶ ἔργων 〈πρηκτῆρα〉,ʼ ἀλλʼ ἐνήλλαξεν. καὶ ὅτι δὲ πάντων κρείττων ἡ εὐβουλία, δηλοῖ διὰ τούτου.

[*](B–)

μύθων τε ῥητῆρα—πρηκτῆρά τε ἔργων] ὅτι διδακτὸν ἡ ἀρετή. εἵπετο δὲ αὐτῷ Φοῖνιξ ὑποδείξων ἅ τε λεκτέον καὶ ἃ χρὴ πράττειν. φαίνεται οὖν καὶ τὸ τῆς ῥητορικῆς ὄνομα εἰδώς· φησὶ γοῦν “〈ὁππ〉ότε κοῦροι ἐρίσ〈σ〉ειαν περὶ μύθων” (Ιl. 15. 284), ἀλλὰ καὶ “βουλῇ καὶ μύθοισι” (Ιl. 4. 323) καὶ “δικαζόμενος παρὰ νηυσίν” (Od. 11. [*](6. δεόμενος ‖ 8. δʼ ἔμʼ ‖ 12. προπεφάσισται B, προσεφασίσατο ‖ 13. suppl. sec. ‖ 16. ἐπέμφθη B: ἐπέμφθην ‖ 18. τραχὺ B: τρανὸν ‖ 20. ἡ μάθησις B ‖ 22. ἐπεὶ: corr. sec. ‖ εἰσέλθετε ‖ 25. μ. τε καὶ ἔ. ῥητῆρα ut B, cf. A ‖ ἀπὸ κοινοῦ ante ἀλλʼ del. W. cf. A ‖ 26. schol. itera- tur post p. 325, 2 σημείωσαι δέ, ὅτι τὸ ὁ. ἔφυγε— ῥητῆρα καὶ ἔργων πρακτῆρα, καὶ ὅτι πάντων διδακτικὸν εὐβουλία ‖ 27. πρακτῆρά τε)

325
545)· οἱ περὶ Κόρακα δὲ καὶ Τ〈ε〉ισίαν ὕστερον ἐξεκόσμησαν τὴν ῥητορικήν· εἰ ὑπὸ Φοίνικος οὖν πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δηλονότι δικαιοσύνην καὶ ἰατρικήν.