Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

356. νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω] τινὲς εἰρωνικῶς ‘οὐ δύναμαι διʼ Ἀγα- μέμνοναʼ “καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ—ἔρριγʼ ἀντιβολῆσαι” (Il. 7. 113).

[*](B=)

357. αὔριον ἱρὰ Διὶ ῥέξας] διδάσκει πρὸ ἀπάσης πράξεως ἡγεμό- νας θεοὺς ἐπικαλεῖσθαι. ἵνα δὲ καὶ μὴ λαθραῖον δοκῇ ποιῆσαι τὴν ἀποπομπήν, πρὸς δὲ τὸ “ἀρᾶται δὲ τάχιστα φανήμεναι ἠῶ δῖαν” (240) [*](B=) ἀποκόπτῃ αὐτῶν τὴν ἐλπίδα, 〈προλέγει〉. §. τὸ δὲ ἑξῆς, ἐπὴν αὔριον ἱρὰ Διὶ ῥέξας καὶ νηήσας τὰς ναῦς προερύσω, ὄψεαι ἡμᾶς πλέοντας.

[*](B=)

359. ὄψεαι, ἢν ἐθέλῃσθα] “ἐθέλῃσθα” δυνηθῇς, ἐὰν ὑμῖν ἐπιτρέ- ψωσιν οἱ πολέμιοι· ἠθικῶς δὲ εἰρωνεύεται.

[*](9, 10. ?? ‖ 15. suppl. || 18. novavit sec. || 19. supplevi ex B ‖ 22. ὐπερβολἡ || 23. ἀνὰ ἐπεί ‖ 27. Ἀχιλλεὺς ‖ 32. ἀνακόπτει ‖ supplevi ex B)
317

360, Ι. ἦρι μάλα— πλεούσας νῆας ἐμάς, ἐν δʼ ἄνδρας] πιθανῶς [*](Β=) προσέθηκε καὶ τοῦτο, ἵνα ἀπελπίσωσι καὶ τὴν παρὰ τῶν Μυρμιδόνων ἐπικουρίαν ὡς συναχθομένων αὐτοῦ τῇ ἀτιμίᾳ.

*ἐρεσσέμεναι μεμαῶτας]τὸπερὶ τὸν ἀπόπλουν πρόθυμοναὐτῶν δηλοῖ.

[*](Β =)

363. ἤματί κεν τριτάτῳ] ἐμπείρως· τοσοῦτος γάρ ἐστιν ὁ ἀπὸ [*](B=) Ἑλλησπόντου εἰς τὴν Φθίαν πλοῦς ἀνέμῳ χρωμένοις οὐρίῳ.

*ἤματί κεν τριτάτῳ] πρὸς τὸ “ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε” (Ιl. Ι. 156).

364. ἔστι δέ μοι μάλα πολλά] ἀντίθεσιν ποιεῖται τῶν δώρων [*](ΑB=) Ἀγαμέμνονος, ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά, τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωικῶν λαφύρων ἐδεξάμην.

ἐνθάδε ἔρρων] τοῦτό φησι δυσαρεστῶν τῇ στρατείᾳ.

[*](Α+ B=)

365. ἄλλον δʼ ἐνθένδε χρυσόν] πρὸς τὸ “νῆα ἅλις χρυσοῦ καὶ [*](Β=) χαλκοῦ νηησάσθω” (279). §. “πολιὸν ᾿᾿ δὲ “σίδηρον᾿᾿ (366) ἢ ἔν- [*](Β=) τιμον διὰ τὰς γεωργίας, ἢ πολιτικὸν διὰ τὰ ὅπλα, ἢ μέλανα κατὰ ἀντίφρασιν.

366. * γυναῖκας] πρὸς τὸ “Τρωιάδας 〈δὲ〉 γυναῖκας ἐείκοσιν [*](B=) αὐτὸς ἑλέσθω” (281).

367. ἅσ〈σ᾿〉 ἔλαχόνγε] “ἔλαχον” ὁμοίως τῷ ψιλῷ πλήθει. λέγει [*](B=) γοῦν “τῶν δʼ ἄλλων α μοι ἐστί ” (Il. 1. 300)· ταῦτα γὰρ οὐκ εἰλήφει παρʼ Ἀγαμέμνονος· τὸ γὰρ γέρας ἐξαίρετον καὶ τοῦ διδόν ος ἦν. διὰ τοῦτο γοῦν κἀκεῖνος, ὡς ἐξὸν ὃ δέδωκε λαβεῖν, ἀφαιρεῖται. §. γράφεται δὲ καὶ “ἅσσα λέλο〈γ〉χα.”

[*](A+)

γέρας δέ μοι, ὥσπερ ἔδωκεν] πάλιν τὸ κυμάζον πάθος εἵλκυσεν [*](B=) αὐτοῦ τὴν μνήμην ἐπὶ τὸν Ἀγαμέμνονα. δεινοποιῶν δὲ τὴν ὕβριν Ἀγαμέμνονός φησιν “ὥσπερ ἔδωκεν,᾿᾿ ἐκεῖ δὲ ἐπανιστὰς τὸ πλῆθος “δόσαν δέ μοι 〈υἷες Ἀχαιῶν〉” (Il. 1. 162) φησίν.

368. *ἐρυβρίζων] “ἐνυβρίζων,” διχῶς.

[*](A=)

369. Ἀτρείδης· τῷ πάντʼ ἀγορευέμεν] πιθανῶς, ἵνα μὴ τὸν Ἄγα- [*](B=) μέμνονα εὐφράνωσιν ἀφελόντες τι τῶν τραχύτερον εἰρημένων, αὐτὸν δὲ ταπεινὸν ἀποφήνωσι πρότερον τῆς ἀπειλῆς ἀποπρεσβεύσαντες. ἔστι δὲ καὶ χαρακτηριστικὸν τῶν ὀργιζομένων τὸ ἀξιοῦν αὐτὰς τὰς φωνὰς τοῖς ἐχθροῖς διακομίζειν καὶ τὸ ἐπὶ πολλῶν ταύτα〈ς〉 λέγειν· οὐ γὰρ μόνον τὸ κακόν τι τὸν ἐχθρὸν εἰπεῖν τοῖς ὀργιζομένοις ἡδύ, ἀλλὰ [*](3. αὐτῶν B ‖ 6. χρωμένοις B: χρωμένων ‖ 11. ἐδεξάμην Horneius: ἐδέξατο ut AB ‖ 15. γεωργίας B: γεοωσίας ‖ 22. ἔδωκε B ‖ 30. ἀφελῶντες ‖ τῶν τατραχύτερον)

318
καὶ τὸ παρόντων πολλῶν μαρτύρων. ἴσως δὲ καὶ τῆς παρὰ τοῖς Ἕλλησιν αἰτίας ἀπολυθῆναι θέλει, ἵνα μὴ αὐτῷ δυσχεραίνωσι τὴν συμμαχίαν ἐγκαταλιπόντι, ἀλλὰ τῷ τὸν ἄριστον τῶν Δαναῶν ἀτι- μάσαντι. ἅμα δὲ καὶ ὡς δίκαια λέγων ἐπὶ πλειόνων αὐτὰ βούλεται ἐξετάζεσθαι.

[*](B=)

371. εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν] εἴγε οἴεται περὶ ἐμοῦ λέγων ἀπατήσειν τοὺς Ἀχαιούς· ἐμὲ γὰρ οὐ πείθειν, ἀλλʼ οὐδὲ ὁρᾶν (373) διὰ τὴν συνείδησιν τῶν μεγίστων ἀδικημάτων ἐκεῖνος δυνήσεται.

[*](A+ B=)

372. * οὐδʼ ἂν ἔμοιγε] τοῦτο καθʼ αὑτόν, ἵν ᾖ κομματικὴ ἡ ἀπ- αγγελία τὸν θυμούμενον δηλοῦσα.

[*](AB=)

374. οὐδέ τι οἱ βουλὰς συμφράσσομαι] ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶττον διακοπτόμενοι· ἐν γοῦν τέσσαρσι στίχοις ὀκτώ εἰσιν αὐτοτελεῖς στιγμαί· ἀπὸ τοῦ γὰρ “ἐκ γὰρ δή με” ἕως τοῦ “αἴσῃ.” [*](B=) §. τὸ δὲ ἑξῆς, οὐ συμφράσσομαι αὐτῷ οὐδʼ ἀπατήσει με, οὐδὲ εἴ μοι δεκάκις τόσα δοίη. ἐντεῦθεν δὲ δῆλον, ὅτι οὐ μόνον τὰ πολεμικὰ ἤσκητο Ἀχιλλεύς, ἀλλὰ καὶ βουλεύειν ἄριστος ἦν· καὶ γοῦν καὶ διδάσκαλον ἔπεμψεν αὐτῷ ὁ πατήρ “μύθων τε ῥητῆρʼ ἔμεναι πρη- κτῆρά τε ἔργων” (443).

375. *ἀπάτησε] τὴν φιλίαν στρέψας εἰς ἔχθραν.

[*](AB=)

376. ἐξαπάφοιτο] ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονουμένων. εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δέ, ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.

[*](B=)

377. ἐρρέτω] ἱκανὴν οἴεται τιμωρίαν παρὰ τοῦ ἐχθροῦ λαμβάνειν τὸ ἀπαλλάσσεσθαι τῆς φιλίας αὐτοῦ, ὡς εἰώθαμεν λέγειν ‘ ἑαυτὸν ἐχέτω.’

[*](B=)

378. ἐχθρὰ δέ μοι τοῦ δῶρα] πρὸς τὸ δεύτερον κεφάλαιον, τὴν τοῦ Πηλέως 〈παραίνεσιν〉, οὐδὲν ἀντειπεῖν ἔχων παρῆλθεν αὐτό.

[*](A+ B–)

τίω δέ μιν ἐν καρὸς αἴσῃ] ὅμοιόν ἐστι τῷ “ἶσον γάρ σφι— ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3. 454)· οἳ δὲ ἔγκαρα τὸν φθεῖρα, οἲ δὲ ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ λοιδορεῖ ὁ ποιητής· ἢ ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὔτε ἤσθιον οὕτε ὠνόμαζον· “ἔγκαρος” οὖν τοῦ ἐγκεφάλου.

[*](B=)

379. οὐδʼ εἴ μοι δεκάκις τε] πλείσταις ὑπερβολαῖς λόγων [*](8. ἐκείνων: corr, W || 13. διακοπτόμενοι B: δὲ κοπτόμενοι ‖ τέτρασι ‖ 15. ἐὰν ut B ‖ 18. ῥητῆρα ‖ 28. supplevi ex B)

319
εἰώθασιν οἱ ὀργιζόμενοι χρῆσθαι. ἵνα δὲ μὴ ὑπόνοιαν δῷ ὡς πλειόνων ὀρεγόμενος, ἢ ὅτι δώροις αὐτὸν πείσουσιν, ἀπεριορίστῳ ἀριθμῷ δώρων ἐχρήσατο καὶ οὐδὲ οὕτω πεισθήσεσθαι ἐπαγγέλλεται.

381. Ὀρχομενόν] τὸν τῆς Βοιωτίας φησίν, ὃν Μινύαι κατῴκησαν· [*](B-) πολὺ γὰρ τούτῳ παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφορος, πολλὰ δὲ καὶ ταῖς Χάρισι ταῖς αὐτόθι τιμωμέναις δῶρα πέμπεται· οὐκ ἂν τὸν “πολύμηλον” δὲ λέγοι (Il. 2. 605), . . . οὐδὲν ἧττον πλούσιον· φησὶ γοῦν “ἐν δʼ ἄνδρες ναίουσι πολύ〈ρ〉ρηνες πολυβοῦται” (296).

οὐδʼ ὅς ἐς Ὀρχομενὸν ποτινίσσεται, οὐδʼ ὅσα Θήβας Αἰγυπτίας] [*](B=) δύο πόλεις συνήγαγεν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κομώσας πλούτῳ, καὶ οὐδὲ ταύταις ἠρκέσθη μόναις, ἀλλὰ καὶ ἐπὶ τὸν ἀόριστον ἀριθμὸν ψάμμου τε καὶ κόνεως τὴν ὑπερβολὴν ἀνήνεγκε τοῦ λόγου, ὡς εἰ ἔλεγεν ‘ὑπὲρ τὰ τῆς οἰκουμένης ἀγαθά.ʼ

383. αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην] ὡς εἶναι [*](A+) ἑκατὸν τάγματα· οὕτω δὲ “ἀνʼ ἑκάστας” δεῖ γράφειν· οὐδέποτε γὰρ Ὅμηρος ἑνικῶς πύλην φησίν, ἀλλὰ πύλας.

διηκόσιοι δʼ ἀνʼ ἑκάστην] οὐ τὸ πλάτος τῶν πυλῶν θέλει σημαίνειν [*](B-) —οὐδὲ γὰρ ἅμα πάντας ἐξιέναι φησίν —ἀλλὰ τὸ μέγεθος τῆς πόλεως καὶ τὸ πλῆθος τῶν ἀνδρῶν, εἴγε πύλας μὲν ἑκατὸν ἔχει, ἄνδρας δὲ ἁρματοφόρους δισμυρίους. ἐν ταύτῃ δὲ ἦν πρότερον τὰ βασίλεια τῆς Αἰγύπτου, εἰς ἃ πολλοὺς ἔφερον φόρους Λίβυες, Αἰγύπτιοι, Αἰθίοπες, νῦν δὲ Διόσπολις ὀνομάζεται. εἶχε δὲ κώμας μὲν τρισμυρίας τρισχιλίας τριάκοντα· τὸ δὲ ἄστυ εἶχεν ἀρούρας γψ καὶ πύλας ρ΄, ἀνδρῶν δὲ μυριάδας ψ΄. ταύτην ἐτείχισεν ὁ βασιλεὺς Ὄσιρις· ἐξ ἑκάστης δὲ πύλης ἐστράτευον ὁπλῖται μὲν μύριοι, ἱππῆες δὲ χίλιοι, ἁρματηλάται δὲ διακόσιοι. ταύτην Έλ- ληνες Θήβην ὠνόμαζον ἀπὸ τῆς Νείλου 〈ἢ〉 καὶ Ἀσωποῦ ἢ Πρωτέως θυγατρός· ἐπορθήθη δὲ ὑπὸ Περσῶν.

διηκόσιοι δʼ ἀνʼ ἑκάστην] ὡς τεταγμένου ἑκάστου τάγματος ἰδίῳ πύλῃ ἐξιέναι.

*διηκόσιοι δʼ ἀνʼ ἑκάστην] τὸ ἱστορικὸν τῆς παιδείας ἐνδείκνυται καὶ πρὸς Πρίαμον (Il. 24. 602).