Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

239. *ἀνέρας, οὐδὲ θεούς] βραχὺ διασταλτέον εἰς τὸ “ἀνέρας,” [*](Α-) ἵνα μείζων ἔμφασις γένηται.

λύσσα δέδυκεν] τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. πολλὴ [*](AB=) δὲ ἡ τοῦ θράσους ἔμφασις, ἐρεθισμός τε ἱκανὸς ὁ τῶν ἐχθρῶν ἔπαινος. §. “λύσσα” δὲ παρὰ τὸ λύειν τὸν νοῦν.

241. 〈ἀποκόψειν〉 ἄκρα κόρυμβα] οὐκ ἀγαπᾶν αὐτόν φησιν, εἰ [*](B=) μόνον ἐμπρήσειε τὰς ναῦς, ἀλλὰ καὶ τὰ κόρυμβα ἀποκόψαι θέλειν, ὥσπερ τρόπαιον τῆς κατὰ τῶν Ἑλλήνων νίκης ἀναθεῖναι θέλοντα. §. ἵνα γοῦν καὶ αὐχῇ ὡς 〈ἐκ〉 τηλικούτων ῥυσάμενος καὶ τὸν πολέ- [*](A ~) μ〈ι〉ον μεγάλης ἐλπίδος ἀποκόψῃ· καὶ ἄλλως δὲ τὰ ἄκρα ἀποκόπτει Ἕκτωρ διὰ τὸ ἔχειν θεοὺς ἐντετυπωμένους, ὅπως μὴ κατακαέντες ὑπὸ τοῦ πυρὸς ὀργισθῶσιν αὐτῷ.

243. ʼὀρινομένους] δίκην σφηκῶν.

245. * “ἡμῖν δέ ᾿᾿ ἀπὸ κοινοῦ τὸ “δέδοικα᾿᾿ καὶ τὸ “μή.”

247. καὶ ὀψέ περ] καλῶς τὸ “ὁψέ.ʼ εἰ γὰρ καὶ δύο γεγόνασιν [*](B=) αἱ ἡμέραι τῆς μάχης, ἀλλʼ οὖν γε τοῖς κεκακωμένοις ὁ τῆς δυστυχίας χρόνος, κἂν ἐπʼ ὀλίγον γένηται, πολὺς εἶναι δοκεῖ. καὶ τοῦ χρόνου ἡ αὔξησις ἔνδειξίς ἐστιν ὡς ἱκανῶς πο〈ι〉νηθέντων Ἑλλήνων. τάχα δὲ καὶ τοιοῦτός ἐστιν ὁ λόγος· εἰ μέλλεις ὀψὲ ἀμύνειν, νῦν ἄμυνον. συν- ᾴδει καὶ τὸ ἑξῆς, ὅτι νῦν μὴ ἐπαμύνας οὐχ εὑρήσεις τοῦ κακοῦ ἴασιν.

249, 50. οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν] οὐδε- [*](A B=) [*](1. τηλέκλητοι ‖ 3. λόγων μόνων B, λόγων μόνον ‖ 10. κλίβανος scripsi: κλίμανος ‖ 21. τηλικοῦτον: suppl. et corr. W || 26. πως post μή omisi ‖ 27. εἰ B: καὶ ‖ 29. χρόνον post ὀλ. omisi ut B ‖ 30. supplevi cf. B)

310
μία ἐστὶ μηχανὴ τοῦ κακοῦ ῥεχθέντος θεραπείαν εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως τυγχάνει.

251. * Δαναοῖσιν] οὐκ Ἀγαμέμνονι· τοῦτο γὰρ κατακρύπτει.

[*](B=)

πατὴρ ἐπετέλλετο Πηλεύς] τοῦτο δεύτερον κεφάλαιον, εἰς ἐπιεί- κειαν καὶ πρᾳότητα προκαλούμενον. τὸ δὲ στασιαστικὸν θέλων ὀνειδίζειν οὕτε τοῖς ῥήμασιν ἀνακεκαλυ〈μ〉μένως χρῆται οὔτε ἐξ ἰδίου προσώπου τὴν ἐπιτίμησιν ποιεῖ, ἀλλʼ ἐν ἠθοποιίᾳ ἐξ ἀπόντων προσώ- πων ταύτην εἰσήγαγεν. ἔστιν οὖν ἀνεπαχθὴς ὡς οὐκ ἰδίας ὑποθήκας εἰσάγων, ἀλλʼ ὑπομιμνήσκων τοῦ πατρός. καὶ ὁ Νέστωρ ὁμοίως πρὸς Πάτροκλον (Il. 11. 785).

[*](B=)

253. ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν] ώσανεὶ δευτέρῳ πατρί. ἐν- τέχνως οὖν οὐκ εἶπε ‘σὺν Ἀγαμέμνονι.ʼ

*Ἀγαμέμνονι πέμπεν]ἔνδοξόν τι,καὶ πρὸς πειθὼ δὲ ἐπιτήδειον τοῦτο.

[*](B=)

254. τέκνον ἐμόν] συνετῶν τὸ τὰς φύσεις τῶν υἱῶν καταμαθόντας πρὸς ταύτας ἁρμόττεσθαι τοὺς λόγους, ὡς καὶ ὁ Πηλεὺς εἰδὼς Ἀχιλλέα ἀνδρεῖον μέν, ὀργίλον δὲ καὶ πλήρη φιλοτιμίας παραινεῖ αὐτῷ ἀποθέσθαι τοῦ ἤθους τὸ φιλόνεικον, ὡς ἐκ τούτου μάλιστα τιμῆς τευξόμενον ἧς ὀρεγόμενον ἑώρα τὸν Ἀχιλλέα· ἔστι δὲ πιστὸς ὡς πατὴρ καὶ ἐν πολέμοις πολλάκις εὐδοκιμήσας.

[*](AB=)

255. *δώσουσʼ, αἴ κʼ ἐθέλωσι] καλῶς τὸ “ἐθέλωσι” ὡς οὐ δωσόντων, εἰ ἀνάξιος ὅλος ὀφθείη τῆς δωρεᾶς.

257. ληγέμεναι] διδασκαλία καὶ ἡμῖν, κρατεῖν ὀργῆς.

[*](B=)

ἔριδος κακομηχάνου] πρὸς τὴν ἀγαθὴν διέστειλεν. §. ἐπείπερ οἱ [*](B=) ἐρίζοντες κακὰ τοῖς πλησίον μηχανῶνται. δείκνυσι δέ, ὅτι οὐ τοσοῦ- τον ὀνίνησιν ἰσχύς, ὅσον ἡ πρὸς τοὺς φίλους ἔρις βλάπτει.

[*](B=)

258. ὄφρα σε—τίωσι—ἡμὲν νέοι δὲ γέροντες] εἰ μὴ ὑποθήκη πατρὸς ἐδόκει τὸ πρασσόμενον, κἂν ἠρέθισεν Ἀχιλλέα ὑποσημαίνων ὡς ἀσχημονεῖ νῦν καὶ παρὰ νέοις καὶ παρὰ γέρουσιν.

[*](B=n)

259. σὺ δὲ λήθεαι] πρᾴως καθήψατο, οὐκ ἀμελεῖν αὐτὸν φήσας ἀλλʼ ἐπιλελῆσθαι. ὄνομα οὖν ἐξελέξατο συγγνώμης ἀξιούμενον.

[*](B=)

ἀλλʼ ἔτι καὶ νῦν παύεο] καλῶς “νῦν,᾿᾿ ἵνα δηλώσῃ τὸν ἱκέτην· ἅμα δὲ καὶ ὑποφαίνει, ὡς οὗτος αὐτῷ ὑποτάττεται ὁ πατὴρ αὐτὸν ὑπέταξεν· μετὰ δὲ τὸ τοὺς τοῦ πατρὸς λόγους πεπᾶναι αὐτὸν προ- φέρει τὰ δῶρα· αἰσχροκερδὲς γὰρ 〈ἂν〉 ἦν τὸ ἀπʼ ἀρχῆς.

[*](6. ὁ. οὔτε B: οφδὲ ‖ 13. δὲ scripsi: γὰρ ‖ 27. τὸ λεγόμενον B ‖ 30. ἄξιον B ‖ 31. παῦε ‖ 33. πεπάνας sine τὸ B, πεπτᾶναι ‖ προσφέρει ut B)
311

262. εἰ δέ, σὺ μέν μευ ἄκουσον] ἀντὶ τοῦ ἄγε δή· δυσχεραίνοντος [*](B=) δὲ αὐτοῦ πρὸς τοὔνομα τῶν δώρων δεῖται ἀκουσθῆναι. ἢ τάχα ἔμ- φασίς ἐστι τοῦ πλήθους τῶν δοθησομένων.

263. * ὑπέσχετο δῶρα] τρίτον κεφάλαιον τὸ περὶ τῶν δώρων.

[*](B=)

265. *αἴθωνας δὲ λέβητας] διαιρεῖ τῶν ἀναθεματιαίων ἐμπυρι- βήτας καὶ αἴθωνας αὐτοὺς καλῶν.

300. εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο] τέταρτον κεφάλαιον [*](Β=) δεητικὸν ὑπὲρ τῶν Ἑλλήνων. ὑποφορᾷ δὲ χρῆται, προλαμβάνων αὐτοῦ τὴν ἀντίρ〈ρ〉ησιν καὶ τῇ Ἀγαμέμνονος ἔχθρᾳ ἀντιτιθεὶς τὸν ἀπάντων ἔλεον καὶ μόνον οὐχὶ πᾶσαν ἱκετεύουσαν παράγων Ἑλλάδα. ἐπὶ τὴν δευτέραν δὲ μεταβέβηκε στάσιν καὶ πανταχόθεν πείθει ὑπο- σχέσει, δεήσει, ὠφελίμῳ, ἐλέῳ.

κηρόθι μᾶλλον] εἰς δύο δὲ μερίζει τὴν ἱκετείαν, Ἀγαμέμνονα καὶ [*](B=) Ελληνας.

302. ἐλέαιρε κατὰ στρατόν] τὸ “〈κατὰ〉 στρατόν” δύναται πρὸς [*](A +) ἄμφω εἶναι. §. αὔξων τὴν εὔκλειαν δείκνυσιν, ὡς πρὸς αὐτούς ἐστιν ἡ πρᾶξις.

303. ἦ γάρ κε σφι —μέγα κῦδος ἄροιο] ὡς“πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος (Il. 4. 95) ἀντὶ τοῦ παρὰ πάντων ἢ ἐκ πάντων.

304. νῦν γάρ 〈χʼ〉 Ἕκτορʼ ἕλοις] τρία ποιεῖ, τῷ μὲν καλῷ τῆς [*](B=) ἐπικουρίας τὸ φιλότιμον συνάπτει, ἀντὶ δὲ τῆς κατὰ τοῦ ἀδικήσαν- τος ὀργῆς τὴν τῶν ἀτυχούντων ἱκετείαν οἰκτίζεται, τὸ δὲ ἀνθέλκον τοῦ θυμοῦ ἐπιρ〈ρ〉επὲς ποιεῖ φθόνῳ τῶν περὶ τοὺς ἐχθροὺς εὐτυχη- μάτων. §. καλῶς δὲ εἶπε “νῦν,” ὡς πρώην αὐτοῦ πτήσσοντος ἐν τῷ [*](Β=) τείχει· ὥστε μὴ ἀπολέσῃς τὸν καιρόν, ἐν ᾧ μεγάλα δυνήσῃ ἐπι- δείξασθαι κατὰ τῶν πολεμίων.