Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

305. *οὔτινα] οὐδὲ σέ. ἐρεθιστικὰ δὲ ταῦτα.

307, 9. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς [*](B=) —χρὴ μέν] τὸν Ἀχιλλέα παραδίδωσι φιλότιμον, ἁπλοῦν φιλαλήθη, βαρύθυμον, εἴρωνα. καὶ ὅσα μὲν φθέγγεται συνετά, ταῦτα αὐτῷ ἡ παιδεία δέδωκεν, ὅσα δὲ αὐθάδη καὶ μεγαλόφρονα, ταῦτα ὑπὸ τῆς φύσεως λέγειν προάγεται.

309. χρὴ μὲν δὴ τὸν μῦθον] γυμνός 〈ἐστιν ὑπὸ τῆς〉 ὀργῆς καὶ [*](B=) περιπλοκὰς οὐκ οἶδε λόγων. ἔδει γὰρ δικαιολογεῖσθαι, εἶθʼ οὕτω τὴν [*](5. τὸν ἀναθεματιαῖον cf. Β2 ‖ 9. τὸν B: τῶν ‖ 15. supplevi ex A ‖ 29. φιλαλήθη B: φιλαλήθην ‖ 33. supplevi ex B)

312
ἀπόφασιν ἐπαγαγεῖν. ὃ δὲ τοὐναντίον φησίν· ἔστι γὰρ θυμὸς μεστὸς ἀκοσμήτου παρρησίας. τοσοῦτον δὲ ἀπέχει πειθοῦς, ὅτι καὶ τῶν ἄλλων προαναστέλλει τοὺς λόγους “ὡς μή μοι τρύζητε παρήμενοι” (311). πάντες δὲ οἱ περίθυμον ἀπειλοῦντες πίστιν ἐπάγουσι τοῖς ἰδίοις λό- γοις, οἳ μὲν λόγῳ, οἳ δὲ διʼ ἀποδείξεων, οἳ δὲ διὰ γνωμῶν, ὃ νῦν ποιεῖ.

*τὸν μῦθον] τὸν ἀντικείμενον τοῖς ῥηθεῖσιν.

[*](A + B -)

ἀπηλεγέως] ἀπαγορευτικῶς διαρρήδην, ἢ συντόμως ἀπὸ τοῦ λῆξαι, ὅ ἐστιν εἰπόντα παύσασθαι—φιλοσύντομος γὰρ ὁ θυμός—ἢ ἀσυμ- παθῶς καὶ ἀπηλγημένως παρὰ τὸ ἀλέγειν. οἱ γὰρ λυπεῖν ἐθέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα 〈δὲ〉 ὡς πρὸς μὲν Ὀδυσσέα (360) ἀπιέναι φησίν, πρὸς Φοίνικα δὲ (619) μενεῖν, μὴ μέντοι πολεμή- σειν, πρὸς Αἴαντα δὲ (650) πολεμήσειν, ἀλλʼ ὅταν ἀνάγκη καλῇ. τοῦτο δὲ θυμώδους ἀνδρὸς καὶ πρὸς τὸ μὴ καταφρονηθῆναι ἀγωνιζομένου.

[*](A=)

310. ᾗ περ δὴ κρανέω τε] αἱ Ἀριστάρχου “φρονέω.᾿᾿ §. τὸ δὲ “κρανέω” ἀντὶ τοῦ τελειώσω πληρώσω· ὁ δὲ “ᾗ” ἀντὶ τοῦ ὡς.

[*](B-)

311. ὡς μή μοι τρύζητε] αὐθαδῶς ἐπισκώπτει τὴν ἐπιτέχνησιν τῶν λόγων Ὀδυσσέως, καὶ Φοίνικα προανακόπτει, ὃν ὑποπτεύει παρακε- κλῆσθαι ὑπὸ τοῦ Ἀγαμέμνονος. τινὲς δὲ διὰ τὸ “καί μʼ ἡτιάασθε ἕκαστος” (Il. 16. 202).

[*](B-)

τρύζητε] παρὰ τὸ τρυγών ἐστιν· ἢ τρύχητε τὴν ἀκοήν, ἢ τον- θορύζητε.

312. ἐχθρὸς γάρ μοι κεῖνος -ὅς 〈χʼ〉 ἕτερον μὲν κεύθῃ] πρὸς τὴν ἀλλοιωτικὴν στάσιν Ὀδυσσέως· τὸ δὲ “ἄλλο” ἐπὶ τῶν ἑτερογενῶν, “ὅονεον ἄλλο” (Il. 13. 64), “φάρμακον ἄλλο” (Od. 10. 392)· κακῶς οὖν ἔχει νῦν. §. ἀντὶ τοῦ ἕτερον τὸ “ἄλλο δὲ εἴπῃ.”

[*](AB =)

ὁμῶς Ἀίδαο πύλῃσιν] πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονέας 〈σέβοι τοὺς τὸ ζῆν〉 αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν ἐναντίων ὁ θάνατος.

[*](B=)

314,5,6. αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα· οὔτʼ ἐμέ γʼ Ἀτρείδην— πεισέμεν οἴω οὔτʼ ἄλλους Δαναούς] τὸ καλὸν καὶ ἐλεεινὸν τῶν λόγων Ὀδυσσέως ἐξέκοψεν· καὶ τὸ μὲν κεφάλαιον τῆς [*](4. παρὰ θυμὸν ut B, cf. l. 13 ‖ 7. λῆξαι B: παῦσαι ‖ 10. supplevi ex B || 11. φησίν B: φασίν ‖ μένειν ut B ‖ 14. ῆπερ || 20. τθορύζετε pr., rasuras supra τ adparente: suppl. sec., quae in margine praeterea add. καὶ ὁ Λουκιανός· “τί δῆτα τονθορύζετε, ὧ, θεοί ” (Deor. eonc. 1) ‖ 22. κεύθει ‖ 25. εἶπὲν sec. ‖ 28. supplevi ex AB ‖ 29. κακὸν B: κακῶν || 31, 32. ἔμʼ ἀτρείδης)

313
ἀντιρρήσεώς ἐστι τὸ μὴ πεισθήσεσθαι τοῖς λεγομένοις· ἀλλʼ ἐπεὶ τὸ ἀτιμασθὲν ἀπλήρωτον πρὸς ἀγανάκτησιν, ἀνθέλκεται πρὸς μῆκος λόγων.

316. οὔτʼ ἄλλους Δαναούς] πρὸς τὸ “εἰ δέ τοι Ἀτρείδης μὲν [*](B=) ἀπήχθετο—σὺ δʼ ἄλλους” (300, 1)· ἀνέτρεψεν οὖν καὶ ταύτην τὴν στάσιν. τάχα δὲ καὶ βουλόμενος εἰπεῖν ‘οὐδὲ ὑμεῖς πείσετε οἱ πρέσβεις᾿ εὐπρεπῶς τῷ κοινῷ ὀνόματι τῶν Ἕλλήνων αὐτοὺς περιέλα- βεν. καλῶς δὲ οὔ φησιν ‘ οὐκ ἐλεῶ αὐτούς,ʼ ἀλλ’ ‘οὐ πείσουσί με.ʼ ἐπεὶ 〈οὐκ〉 ἄρα τις χάρις ἦεν] πρὸς τὸ “οἵ 〈κε〉 σε– θεὸν ὣς τι〈μή〉σουσιν” (297). “χάρις” οὖν ἡδονή.

318. *ἴση μοῖρα] παρʼ ὑμῖν δηλονότι.

ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι] τοῦτο μάλιστα [*](B=) τοὺς χρηστοὺς λυπεῖ, ὅταν μὴ κατʼ ἀξίαν τιμῶνται. §. ἔφυγε δὲ τὸ ὁμοειδές· οὐ γὰρ εἶπε ‘ πολεμίζοντι.ʼ

319. ἐν δὲ ἰῇ τιμῇ] ἀλλάξας τὸ ὄνομα τὸ αὐτὸ εἶπεν.

320. κάτθανʼ ὁμῶς] ὅρον οὐκ ἔχει κατηγορίας θυμός. τοῦτο δὲ [*](B=) πρὸς τὸ “τύμβον δʼ ἀμφὶ πυρήν” (Il. 7. 336)· οὐ γὰρ πρὸς τὰς πράξεις ὁ τάφος.

321. οὐδέ τι μοι περίκειται] περισσὸν τῶν ἄλλων ἀπόκειται.

[*](Α+ B=)

ἐπεὶ πάθον ἄλγεα] διὰ μὲν τοῦ “πάθον ἄλγεα” τὸ ἐπίπονον [*](B=) ἑαυτοῦ παρίστησι, διὰ δὲ τῆς μάστακος τὸ κηδεμονικόν, διὰ δὲ τοῦ ἀγρυπνεῖν καὶ νύκτας οὐκ ὀλίγας τὴν πρόνοιαν καὶ ἐπιμέλειαν, διὰ δὲ τοῦ τὰ ποριζόμενα ἐκ τῆς μάχης ἐπὶ τὸν βασιλέα ἅπαντα ἀναφέ- ρειν τὸ ἐλεύθερον τῆς ψυχῆς, διὰ δὲ τῶν πόλεων ὧν ἐχειρώσατο τὸ ἀνδρεῖον ἑαυτοῦ φησιν.

323. ὡς δʼ ὄρνις ἀπτῆσι] εἰς τὸ ἐπιδεικτικὸν ἐρχόμενος διὰ τῆς [*](B-) κηδεμονίας αὔξει τὴν ῥώμην, τοσοῦτον προὔχειν φάσκων Ἑλλήνων ὅσον μήτηρ νεοσσῶν. εὖ δὲ τὸ μηδὲν τῶν τετραπόδων λαβεῖν εἰς τέκνων φιλοστοργίαν· ταῦτα γὰρ τρέφοντα τῷ γάλακτι οὐδὲν ἧττον ὠφελεῖται τῶν τρεφομένων —εἰ γὰρ μὴ ἀμελχθείη, καὶ ἀνιᾶται· “οὔ- θατα γὰρ σφαραγεῦντο” (Od. 9. 440) —ἡ δὲ ὄρνις τὴν ἑαυτῆς τροφὴν εἰς τοὺς νεοσσοὺς ἀναλίσκει. ὅθεν καὶ πιθανῶς ἐπήνεγκε τὸ “κακῶς δέ τε οἱ πέλει αὐτῇ” (324). εὖ δὲ καὶ τὸ “ἀπτῆσιν·” οἱ γὰρ πετόμενοι, κἂν ὀλίγον, προσπορίζονται. καὶ διὰ τὸ περιιέναι καὶ λῃζόμενος πάντα φέρειν 〈ὄρνει ἑαυτὸν παραβάλλει〉.

προφέρῃσι] ὡς τὸ “οἳ δὲ προπεσόντες ἔρεσσον” (Od. 12. 194).

[*](3. ἄ. ἀχαιούς ut textus ‖ 5. οῦτε ‖ 12. δὲ scripsi: γὰρ ‖ 18. οὐδʼ ἔτι ‖ περισσῶς κεῖται A ‖ 28. τέκνου ut B ‖ 34. ληιζόμενον: corr. W ‖ suppl W)
314
[*](A +)

324. *μάστακα] Νίκανδρος τὴν ἀκρίδα (Ther. 802). ὁμωνύμως τῷ στόματι, ὡς καὶ χεῖλος.

κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ] ἵνα ἡ εὐεργεσία μὴ ἐξ ἀκινδύνου περιουσίας προσεῖναι δοκῇ.

[*](A+)

325. * ἴαυον] ἐμονομάχουν· παρὰ τὴν ἴαν.

[*](B=)

326. ἤματα δʼ αἱματόεντα 〈διέπρησσον πολεμίζων〉] διὰ φόνων ἦν ὁ βίος, οὐ διʼ ἐμὴ ἡδονήν—“οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλ〈υ〉θον” (Il. 1. 152)—ἀλλὰ διὰ τὸ γύναιον Μενελάου. τοῦτο γὰρ δηλοῖ “ὀάρων ἕνεκα σφετεράων” (327). ἢ τολμηρῶς πολεμῶν πρὸς ἄνδρας ὑπὲρ παίδων καὶ γυναίων ῥιψοκινδύνως ἀγωνιζομένους.

327. ὀάρων ἕνεκα] γράφεται καὶ“ὠρέων.᾿᾿ §. “ἀόρων” μὲν σὺν ἄορ- [*](A+) σιν, ὅ ἐστι τῶν γυναικῶν τῶν αἰχμαλωτίδων, παρὰ τὸ ἄορ, ὅ ἐστιξίφος, ὅτι διὰ πολέμου καὶ αἰχμῆς καὶ φασγάνου ἐλῄζοντο. “ ὠρέων” δὲ τῶν συμβίων παρὰ τὸ ξυνωρεῖν, ὅθεν καὶ ξυνωρίδας τὰς συζυγίας τῶν ἵππων φαμέν.

[*](B=)

328. δώδεκα δὴ σὺν νηυσί] ἐντέχνως τὰς πράξεις ἐπάγει, πίστιν τοῖς προειρημένοις 〈φέρων〉· εὖ δὲ καὶ τὸ μὴ κατʼ ἄνδρα τὰ πραχθέντα φράζειν, ἀλλὰ κατὰ πόλεις καὶ ταύτας ἀθρόας· ἅμα δὲ καὶ συμ- πληροῖ τὴν ὑπόθεσιν. Σηστὸν δὲ καὶ Ἄβυδον οὐ πορθεῖ ὡς ἠσφα- λισμένας· λαφύρων γὰρ ἔδει, οὐ κατορθωμάτων.

329. * ἕνδεκα] ὡς ἐν ἀμφισβητησίμῳ διορίζεται.

[*](B=)

332. ὃ δʼ ὄπισθε μένων] ἐμοῦ ἀποδημοῦντος· τὴν δειλίαν δὲ Ἀγα- μέμνονος ἐμφαίνει τὸ “ὄπισθε.”

[*](B=)