Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

212. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη] εἰς ταπεινὴν ἀπαγγελίαν οὐδεὶς ἂν τοσαύτην ἐπέθηκε σεμνότητα καὶ λέξεις 〈τοιαύτας〉.

[*](A+)

ἄλλως: αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη] ἔνιοι γράφουσιν “αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλόξ·” ὁ δὲ Ἀρίσταρχος ταύτην προέκρινεν· ἔνιοι δὲ γράφουσιν “αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐμαρήνατο, παύσατο δὲ φλόξ.” §. γράφεται δὲ καὶ “ἐκάη.”

[*](B=)

214. πάσσε δʼ ἁλὸς θείοιο] ἢ ὅτι τὰ ἁλίπαστα διαμένει, ἢ 〈ὅτι〉 [*](A=) τὰς φιλίας συνάγει. §. “θείους” δὲ λέγει τοὺς ἅλας διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασσόμενα.

[*](B -)

ἄλλως: πάσσε δʼ ἁλός— κρατευτάων ἐπαείρας] ἵνα μὴ εἰς τὸ πῦρ πάττων ἐνοχλῇ· τὸ δὲ ἑξῆς, “κρατευτάων ἐπαείρας πάσσε.”

[*](A+ B-)

κρατευτάων] οἳ μὲν τῶν ἁλοθηκῶν —τουτέστι τῶν ἀγγείων, ἐν οἷς οἱ ἅλες εἰσίν—οἳ δὲ τῶν ἐξοχῶν τῆς ἐσχάρας, αἷς ἐπιτίθενται οἱ ὀβελοί.

[*](4. κάββαλεν B: κάμβαλεν ‖ 7. κ. ἡλίου ‖ 8. καθίσθαι ‖ 11. εὐτραφοῦς D, τροφίου coni. W: ἐντροφίου ut B ‖ 12. ζ. ἁπαλῶν A ‖ 19. καὶ W fc. Et. M.: ἢ ‖ 21. suppl. ‖ 23. ἀπέπτατο A: ἀπέπαυτο ‖ 27. supplevi ex B ‖ 29. πτα in ras. novavit pr. ut A ‖ πασθέντα A)
307

*ἐπαείρας] διὰ τοῦ ᾶ.

215. εἰν ἐλεοῖσιν] ἐπιμήκεσι τραπεζίοις ἐξ ἑλείων ῥάβδων πε- [*](A+ B=) πλεγμένοις. §. δασύνεται δὲ τὸ “ἐλεοῖσιν·” τινὲς γὰρ παρὰ τὸ ἑλεῖν.

[*](A=)

*ἔχευεν] διχῶς, καὶ “ἔθηκενν.᾿᾿

217. * κανέοισιν] ὡς “ὀστέοισιν.”

218. ἀντίον ἷζεν Ὀδυσσῆος] ὡς διαλεξόμενος· οἶδε γὰρ ὡς αὐτὸς [*](B=) τὴν πρεσβείαν πεπίστευται.

219. * τοίχου] ὡς “ὀίστευσον Μενελάου” (Il. 4. 100).

θεοῖσι δὲ θῦσαι ἀνώγει] δαισιδαίμων, ὃς καὶ τροφῆς τοῖς θεοῖς [*](A=) ἀπάρχεται καὶ ἀποπλεύσεσθαι 〈μέλλων〉 λέγει “ αὔριον ἱρὰ Διὶ ῥέξας” (357)· καὶ “χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέργεν” (Ιl. 16. 221).

θῦσαι] ἀπάρξασθαι, ὡς τὸ “ἦ ῥα καὶ ἄργματα θῦσε᾿᾿ (Od. 14. [*](A+ B–) 446), ἢ θυσιάσαι, ὡς τὸ “πῦρ κήαντες ἐθύσαμεν” (Od. 9. 231). Καλλίμαχος δὲ κακῶς “τὸ μὲν θύος ἤρχετο βάλλειν” (fr. 531 Schn.). Ὅμηρος δὲ “θοοῦ” (Od. 5. 60) τοῦ θυμιάματος.

220. *θυηλάς] ὡς ἀπαρχάς.

[*](Α= Β+)

221. οἳ δʼ ἐπʼ ὀνείαθ’ ἑτοῖμα] πῶς παρὰ Ἀγαμέμνονι δεδειπνη- [*](B=) κότες νῦν πάλιν ἐσθίουσιν; ἢ οὖν τὸ Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμ- βεβηκὸς συλληπτικῶς περὶ πάντων φησίν, ἢ πάλιν ἐσθίουσιν εἰς ἔνδειξιν τοῦ ἥδεσθαι τῇ παρʼ αὐτῷ ἑστιάσει.

222. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο] Ἀρίσταρχο [*](Α +) γράφει “ἂψ ἐπάσαντο·” ἤδη γὰρ ἦσαν παρʼ Ἀγαμέμνονι κορε- σθέντες· οὐ μετέθηκε δὲ τὴν γραφήν.

223. νεῦσʼ Αἴας Φοίνικι] οὐχ ἵνα εἴπῃ, ἀλλʼ εἰ καιρός ἐστιν. [*](A- B=) Ὀδυσσεὺς γὰρ προσκεπτόμενος τί δεῖ λέγειν τὸν καιρὸν οὐχ ὁρᾷ. συνεὶς δὲ ταῦτα Ὀδυσσεὺς αὐτὸς λέγειν ἄρχεται, οὐχ ὑπὸ βασκανίας τοῦ Φοίνικος τὸν λόγον 〈προαρπάζων〉 ἀλλὰ τὸ δυσχερὲς ἐφʼ ἑαυτὸν φέρων· οἶδε γὰρ δυνησόμενος ἀντιτάξασθαι Ἀχιλλεῖ. ἴσως δὲ οὐδὲ ἐπιτήδειον εἶναι τὸν Φοίνικα ἐλογίζετο ἄρχεσθαι τοῦ λόγου, ὅπως μὴ ὡς οἰκείῳ ἀπιστήσας Ἀχιλλεὺς ἀναστείλῃ καὶ τὸν αὐτῶν λόγον. Αἴας δὲ οὐ λέγει· βραδὺς γάρ ἐστι καὶ μεμψίμοιρος.

225. οὐκ ἐπιδευεῖς] “οὐκ ἐπιδεύῃ δαιτός,” ὡς τὸ “ἀποιχομένου [*](Α+) [*](1. κρατευτάων ἐπαείρας ‖ 3. ἑλείοισι ‖ γὰρ A: γράφουσι ‖ 10. supplevi ex A ‖ ἱερὰ ‖ 11. χιλοῦ ‖ 12. ἄργματα θῦσαι ‖ 13. θυμιᾶσαι B, θυμιάσαι ‖ 22. ἐπάσαντο A: ἐπαύσαντο ‖ 24. ἐστίν A B: ἔσται ‖ 27. supplevi ex B ‖ 29. ἔρχειν || 32. ἐπιδευεῖς δ.: corr.)

308
Ὀδυσῆος δεύῃ” (Od. 1. 253)· τὸ γὰρ ἕτερον ὑβριστικόν. ἔνιοι δὲ προστιθεῖσι τὸ σ· οὗτοι δὲ καὶ τὸ “ἠμέν” ῥῆμά φασιν.

[*](B=)

χαῖρ᾿, Ἀχιλλεῦ] πρὸς τὸ διαχέαι τὸ σκυθρωπὸν αὐτοῦ ὃν ἦν σκεψάμενος λόγον ἀφῆκε καὶ ἀπὸ τοῦ καιροῦ ἔλαβε τὸ προοίμιον, ὡς τὸ “ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ—ῶς λαὸν ἤγειρα—μητρί τʼ ἐμῇ μνηστῆρες” (Od. 2. 40— 50).

[*](B=)

226. ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος] λεληθότως ἐσήμανεν, ὡς ἐξ αὐτοῦ ἐπέμφθησαν, σὐ διαρρήδην, ὅπως μὴ τραχὺς γένηται Ἀχιλλεύς. καλῶς δὲ τὰ περὶ τὴν ἑστίασιν ὅμοια τῇ παρʼ ἐκείνῳ λέγει, ἐν ῃ οὐδεμίαν ἑώρα φιλοτιμίαν, τὴν δὲ σωτηρίαν ἐν Ἀχιλλεῖ κεῖσθαι μόνῳ φησίν· τοῦτο γάρ φησιν ἥκομεν αἰτοῦντες ὃ ἐξ ἄλλου λαβεῖν [*](B=) οὐ δυνάμεθα. §. ὅτι διὰ φιλίαν ἠνέσχοντο τῆς παρʼ αὐτῷ ξενίας.

[*](B=)

228. ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν] εἰς δύο στάσεις διεῖλε τὸν λόγον, 〈εἰς〉 τὴν παρορμητικήν, τραγῳδήσας τὰς συμ- φορὰς 〈καὶ εἰς〉 τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν παρόρμησιν, καὶ εἰς τὴν ἀλλοιωτικήν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ γὰρ Ἀγαμέμνονος τὴν στρατιὰν ἔλαβεν.

[*](B+)

230. * ἐν δοιῇ] παρὰ τὸ δύο· καὶ “δοάσσατο” τὸ ἓν τῶν δύο ἐξελέξατο.

[*](B –)

〈σαωσέμεν〉 ἢ ἀπολέσθαι νῆας] τὸ πρῶτον κεφάλαιον τὸν κίνδυνον τῶν νεῶν περιέχει, ὃ καὶ τῷ Ἀχιλλεῖ ἐλογίζετο πᾶν δέος· ὅθεν καὶ πολλάκις ἐπὶ τοῦτο καταφέρεται “ ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο᾿᾿ (232)· “ἀλλʼ ἐννηυσὶ—πεσε〈έ〉σθαι᾿᾿ (235)·“στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα” (241). §. τεχνικῶς ἐξαίρει, δεικνὺς [*](B=) ὡς ἐπὶ τηλικούτοις τὴν χάριν τίσουσιν Ἕλληνες.

[*](B -)

231. εἰ μὴ σύ γε δύσεαι ἀλκήν] ὡς νῦν ἐκδεδυμένου αὐτὴν δυσωπεῖ· “θόρε, φρεσὶν εἱμένος ἀλκήν” (Il. 20. 381)· τὴν δὲ πάντων σωτη- ρίαν εἰς αὐτὸν ἀνάγει, ἣν ἂν μᾶλλον ἀπάντων ὁ φιλότιμος ἕλοιτο.

[*](B=)

232. *ἐγγὺς γὰρ νηῶν] ἔνθεν ἡ διόγησις. τῷ δὲ τόπῳ τὸν κίνδυνον ηὔ- [*](Β -) ξησεν. §. περιέμενεν Ἀχιλλεύς, “τοὺς δὲ κατὰ πρύμνας” (Il.1.409).

αὖλιν ἔθεντο] ὡς ἐπὶ ἀγρίων, ἴσως ὑποφαίνων ὅτι ὁ ποιμὴν Πάρις ἀριστεύει. §. διʼ ὧν δὲ οἱ ἱκέται μείζονα τὴν χρείαν ποιοῦνται, [*](B=) τὴν προθυμίαν αὔξουσι τῶν ἐπικούρων.

[*](1. ὀδυσσῆος δεύει ‖ 2. τὸ Lehrs: δαιτόσ ‖ 7. ἦ μὲν || 14, 15. sup- plevi ex B ‖ 17. στρατείαν B ‖ 18. δοάσσατο B: δοιάσατο ‖ 21. έλ. πῶν δέος turbata ‖ 28. ἣν ἂν W: ἵνα ‖ ἴνα πεισθῆναι ὡς φιλ. B)
309

233. τηλέκλειτοι] ὀνειδίζει ὅτι καὶ ἀδικοῦσιν αὐτοῖς παραμένουσιν [*](B=) οἱ σύμμαχοι, ὁ δὲ Ἀχιλ〈λ〉εὺς τῆς Ἑλλήνων συμμαχίας ἀπέστη, καὶ διὰ λόγους μόνον.

236. Ζεὺς δέ σφιν Κρονίδης ἐνδέξια σήματα] θεραπεύων τὸν [*](B=) Ἀχιλλέα φησίν, ὅτι μηνίσαντος αὐτοῦ καὶ τὸ θεῖον τοῖς ὑβρίσασιν αὐτὸν συνωργίσθη. §. τὸ δὲ “σφί ” δίχα τοῦ ν.

237. Ἕκτωρ δὲ μέγα] ὀνομάζων αὐτὸν κινεῖ τὸν Ἀχιλλέα. τὸ δὲ [*](B=) “μαίνεται” καὶ “λύσσα” δηλοῖ εὐχερῶς κρατηθήσεσθαι τὸν ἀπροαιρέτως κινδυνεύοντα.

βλεμεαίνων] βρέμω βρεμαίνω βλεμαίνω, ὡς κρίβανος κλίβανος.

238. *πίσυνος Διί] αὐτὸς γάρ φησι “γιγνώσκω δʼ ὅτι μοι Κρονίδης Ζεὺς κῦδος” (Il. 8. 175 et 141).