Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

184. ῥηιδίως πεπιθεῖν] περισπαστέον· β΄ γὰρ ἀοριστός ἐστιν. §. τὸ [*](Β=) δὲ “ μεγάλας φρένας” εὐκαίρως· οὐ γὰρ ἔπεισαν.

186. φρένα τερπόμενον] οὐκ ἀνοίκειον τῷ ἥρωι νυκτὸς οὔσης γυμνάζεσθαι μᾶλλον τὰ μουσικὰ καὶ μὴ διαπαννυχίζειν· παραμυθία γὰρ τοῦτο θυμοῦ καὶ λύπης. ἔστι δὲ νέος καὶ φιλόμουσος καὶ λάφυρον ἔχων τὴν κιθάραν, καὶ οὐ θηλυδριώδη μέλη ἀλλὰ κλέα ἀνδρῶν ᾄδει, καὶ ἑσπέρας καιρός· ἢ οἰόμενος ἥξειν αὐτοὺς σο- βαρεύεται. καλῶς δὲ ἀπούσης τῆς ἐρωμένης ᾄδει, ὅπως μὴ δοκῇ κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆς τῶν Ἕλλήνων ἀσφαλείας, προσποιεῖται δὲ καταφρονεῖν· φησὶ γοῦν “δῖε Μενοιτιάδη—νῦν ὀίω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιούς” (Il. 11. 608). καὶ πάλιν “ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε· λεύσ〈σ〉ω δὴ παρὰ νηυσὶ 〈πυρὸς〉 δηίοιο ἐρωήν” (Il. 16. 126). οὐκ ἤθελε δὲ ἀργῶν σώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλʼ ἡτοίμαζεν αὐτὴν πρὸς τὰς πράξεις, καὶ ἐπʼ εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ Μυρμιδόνες.

[*](A- B=)

188. τὴν ἄρετʼ ἐξ ἐνάρων] ἵππον διὰ πόλεμον, δίσκον καὶ κιθάραν πρὸς σωματικὴν καὶ ψυχικὴν γυμνασίαν 〈εἶχεν〉· σύντροφον δὲ ὄργανον εὑρὼν οὐ παρῆκεν· οὐ γὰρ οἴκοθεν εἵλετο· καὶ ἴσως Ἑλληνικὸν ἄνδρα εὑρὼν Ἠετίωνα σὺν τοῖς ὅπλοις ἐκήδευσε, καὶ τοῖς ἐκείνου χρῆται.

189. * ἔτερπεν] ἀντὶ τοῦ ἔτρεπεν.

[*](ΑΒ=)

κλέα ἀνδρῶν] ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον. προσ- έθηκε δὲ τὸ “ἀνδρῶν,” ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους.

[*](A+ B=)

190. Πάτροκλος δέ 〈οἱ〉 οἶὸς] ἡδεῖα γὰρ ἐπίδειξις ἡ ἐπὶ τῶν φίλων. ἤτοι δὲ μόνον αὐτὸν καθέζεσθαι λέγει ἢ μόνον ἐναντίον παρὰ τοὺς ἄλλους Μυρμιδόνας· καὶ ὅτι ἐν ἡσυχίᾳ δεῖ ἀκροᾶσθαι μου- σικῆς.

192. βάτην προτέρω] καὶ ἐπὶ χρόνου “καί νυ κʼ ἔτι προτέρω᾿᾿ [*](3. 4, 5. supplevi ex B ‖ 15. δοκοίη ut B ‖ 16. κωμάζειν B: κομπάζειν || 18. λίσσεσθαι B ‖ 24. supplevi ex B)

305
(Il. 23. 490)· δίχα τοῦ ι δὲ τὸ “προτέρω·” ἀπὸ γὰρ τοῦ προσω- τέρω συγκέκοπται.

193. ταφών] ἢ διὰ τὸ φίλον, ἢ διὰ τὸ χαίρειν ἐπὶ τῇ προσδοκω- [*](B=) μένῃ πρεσβείᾳ, ἢ διὰ τὸ νυκτὸς αὐτοὺς παρεῖναι.

194. αὐτῇ σὺν φόρμιγγι·] ὧδε στικτέον. ὑπὸ γὰρ φιλοφροσύνης [*](Α+ B=) ἀπήντησεν αὐτοῖς οὕτως ὡς εἶχε, σὺν τῇ κιθάρᾳ. τινὲς δὲ ὑφ’ ἓν “αὐτῇ σὺν φόρμιγγι λιπὼν ἔδος,᾿᾿ καὶ τὴν φόρμιγγα λιπὼν ὡς αἰδούμενος.

*αὐτῇ σὺν φόρμιγγι] διχῶς ἡ στιγμή.

195. *ἐπεὶ ἴδε] ὅτε εἶδεν Ἀχιλλεύς.

196. τὼ καὶ δεικνύμενος] δεξιούμενος λόγοις· ἐν ἄλλοις δὲ ἀντὶ [*](B–) τοῦ δεικνύς, “δεικνύμενος Δαναοῖσι” (Il. 23. 701).

197. * ἦ—ἦ] ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον. βε- [*](AB=) βαιωτικοὶ γάρ εἰσιν.

ἦ τι μάλα χρεώ] ἀντὶ τοῦ τινός· “τί νυ μοι μήκιστα” (Od. 5. 299) ἀντὶ τοῦ τίνα.

ἄλλως: τι μάλα χρεώ] “τί ᾿᾿ ἀντὶ τοῦ τινός· οἳ δὲ 〈τὸ “ ἦ [*](Β—) τι᾿ 〉 ἀντὶ τοῦ ὄντως. δυσωπεῖ δὲ αὐτοὺς ὡς παρὰ τὸν τῶν φίλων θεσμὸν διʼ ἀνάγκην ἐλθόντας, οὐχ ὁμολογεῖ δὲ εἰδέναι τὰ περὶ τῆς ἐντεύξεως ἐναβρυνόμενος.

198. * οἵ μοι σκυζομένῳ περ—φίλτατοι] εἴωθε γὰρ ὁ θυμὸς παρ- ορᾶν καὶ τὸ πρὸς φίλους δίκαιον.

199. Ἑλληνικὰ πάντα, καὶ τὸ μὴ ἐκείνους πρῶτον ἐνάρξασθαι.

202. καθίστα] κίρνα, ὅμοιον τῷ “κρητῆρα στήσασθαι ἐλεύθερον” (Il. 6. 528)· φιλοφρονεῖται δὲ αὐτοὺς καταισχύνων Ἀγαμέμνονα.

203. ζωρότερον] ἀκρατότερον, παρὰ τὸ ζῆν· οἳ δὲ ἀντὶ τοῦ ταχύ- [*](B-) τερον· ἢ ἴσως, ἐπεὶ οἱ ξένοι ὕδωρ μὲν αἰτοῦσιν, οὐκέτι δὲ οἶνον, ἢ ὡς μουσικὸς καὶ ὑδαρέστερον πίνων ἀφʼ ὧν ὀνειδίζει Ἀγαμέμνονι οἰνοφλυγίαν (Il. 1. 225), ἢ τὸν ἀκρατότερον ὃν εἶχεν ἐν τῷ ἀμφορεῖ Διονύσου (Od. 24. 74)· οὐ γὰρ εἰκὸς δεδόσθαι κενόν, ἀπαρχὴν δὲ ἔχοντα τῶν ἐκείνου εὑρημάτων οἶνον θαυμάσιον. τοῦτον δὲ οἱ ἥρωες ἀπεδέχοντο. “ἓν δέπας ἐμπλήσας” (Od. 9. 209).

ζωρότερον 〈δὲ〉 κέραιρε] δίχα τοῦ ρ Ἀριστοφάνης “κέραιε.᾿᾿ §. οὐκ [*](Α+) ἄτοπον δὲ νυκτὸς οὔσης ζωρότερον πίνειν.

[*](5. ὑπὸ γὰρ B: ὑπἐρ || 15. τι ‖ τινός W: τινά ‖ 21. οἶδε γ. || 30. κοινόν ‖ 33. schol. praecedenti adhaeret)
306
[*](B=)

206. αὐτὰρ ὅ γε κρεῖον] εἰς ταπεινὴν τάξιν μαγειρικὴν κατερ- χόμενος οὐδὲν ἧττον τὴν ἡρωικὴν διαφυλάττει σεμνότητα. αἰτία δὲ ἡ ἐκλογὴ τῶν ὀνομάτων. πρῶτον μὲν οὐκ εἶπε ‘κατέθηκεν’ ἀλλὰ “κάββαλεν” ἔπειξιν ἐμφαίνων τοῦ διακονουμένου, ἔπειτα τροπικὸν εἰσήνεγκεν ὄνομα τὸ “τεθαλυῖα〈ν〉.”

[*](A+)

*κρεῖον] ὡς θεῖον· οἱ νεώτεροι “κρεῖον” τὸ κρέας φασίν. [*](B-) ἐν πυρὸς αὐγῇ] καὶ “ἠελίου 〈τ᾿〉 αὐγή” (Od. 12. 176)· ἥλιος δὲ τὸ ἄστρον· ἡμεῖς δὲ ἀφυῶς φαμεν ἐν ἡλίῳ καθῆσθαι. ἐνταῦθα οὖν ἐν τῇ αὐγῇ τοῦ λύχνου τέθεικε τὸ “κρεῖον,” ἐπεὶ νὺξ ἦν, οἷον ‘παρὰ τῷ λύχνῳ.’

207. ὄιος] ὡς πόλιος· εἰ μὴ διὰ μέτρον γάρ, οὔ φησιν οἰός.

[*](A+ B-)

208. σιάλοιο〈ῥάχιντεθαλυῖανἀλοιφῇ〉]εὐτραφοῦς, “ἁπαλοτρεφέος σιάλοιο” (Il. 21. 363). “α〈ἰ〉εὶ ζατρεφέων σιάλων” (Od. 14. 19).

209. τῷ δʼ ἔχεν Αὐτομέδων] τούτῳ δὲ —τῷ Ἀχιλλεῖ—ὑπηρέτει τὰ κρέα ὁ Αὐτομέδων, οἷον ὑπεῖχεν αὐτά, ἐκεῖνος δὲ διέτεμνεν. §. ἐν [*](B+) σχήματι ἔδειξεν, ὡς καὶ Αὐτομέδων ἔνδον ἦν.

[*](AB=)

τάμνεν δʼ ἄρα 〈δῖος〉 Ἀχιλλεύς] τὸν τῦφον ἡμῶν ἐκβάλλει ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς.

210. μίστυλε] διὰ τοῦ ἑτέρου λ τὸ “μίστυλε·” γίνεται δὲ παρὰ τὸ μεῖον καὶ μεῖστον.