Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

433. τῇσιν δʼ Ὧραι μὲν λῦσαν] ὅτι οὐκέτι μέλλουσιν ἐναντιοῦ- σθαι τῷ Διί, αἱ Ὧραι ὑπηρετοῦσιν αὐταῖς.

[*](B-)

435. ἐνώπια παμφανόωντα] τοὺς παροδίους τοίχους· οὗτοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς “ ἅρματα παμφα- νόωντα.” τί οὖν ἐστι τὸ “τόξον μὲν πρὸς σταθμὸν—ἔκλινε—πρὸς ἐνώπια παμφανόωντα” (Od. 22. 120);

[*](Α~B=)

439. Οὔλυμπονδ’ ἐδίωκε] οὐκ εἶπεν ἤλαυνεν, ἀλλʼ ἐδίωκεν ἐμ- φαντικῶς, ὡς “ῥίμφα διωκομένη ” (Od. 13. 162).

440. ἵππους μὲν λῦσεν κλυτὸς ἐννοσίγαιος] ἐπεὶ ἵππιος ἐστιν ὁ θεός· ἱκανὸν δὲ πρὸς φιλαδελφίαν τοῦτο.

[*](Α+)

441. ἂμ βωμοῖσι] διὰ τοῦ ἡ γραφή· ὅμοιον γάρ ἐστι τῷ “ἂμ. φόνον” (Il. 10. 298)· φησὶ δὲ “ἐυδμήτων ἐπὶ βωμῶν” (Od. 7. 100)· Ἀρίσταρχος “βωμοῖσι,” Διογένης “ἀμβώνεσ〈σ〉ι ” τοῖς ἀναβαθμοῖς.

[*](Α+)

λῖτα] ὡς θῆτα, “λιτίʼ δὲ (Il. 18. 352) ὡς θητί· ἔστι δὲ μετα- πλασμός· διὸ βαρύνεται· ἔστι δὲ ἁπαλὸν καὶ τρυφερὸν λινοῦν ἱμάτιον.

[*](B=)

444. Διὸς ἀμφίς] χωρίς, οὐκ εἰς τὴν συνήθη ἔδραν· ἀλλαχοῦ γοῦν “πλησίαι αἵ γʼ ἥσθην” (Il. 4. 21)· ὅθεν φησὶν “οὐδʼ εἴ κε τά νείατα” (478).

[*](B=)

446. αὐτὰρ ὃ ἔγνω] ἐκ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος.

447. τετίησθον] καταπέπληχθε, ὡς τὸ “φίλον τετιημέναι ἦτορ” (437). “ἷξον 〈δ᾿〉 εἰν ἀγορῇ” (Il. 9. 13).

[*](10. τῇ post κ. omisi ut B ‖ 29. οὐχ || 33. τετιημένοι φίλον)
285

448. οὐ μέν θην κάμετον] τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας [*](AΒ=) νοοῦσι μάχης, οἷον οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα, οἳ δὲ ἐν ἀποφάσει καὶ περὶ τῆς νῦν κερτομικῶς.

450. πάντως, οἷον ἐμόν γε μένος] ὡς ἔχω χειρὸς καὶ δυνάμεως, [*](Α -) οὐκ ἂν ἐπανήλθετε.

455. πληγέντε κεραυνῷ] ὡς “καλυψαμένω χρόα καλόν” (Hesiod. Opp. 196).

460. σκυζομένη] παρὰ τὸ ἐπισυνάγειν τὸ ἐπισκύνιον.

[*](A=)

462. αἰνότατε Κρονίδη] οὐκ ἔδει λέγειν “Ζεῦ πάτερ ᾿᾿—οὐ γὰρ [*](B-) φιλοφρονεῖται—οὐδʼ “αἰνότατε,᾿᾿ πρὸς τὸ μὴ ἐρεθίσαι αὐτόν. αὐτοῦ οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταῦτα ἔλεγεν (33) ἀλλὰ φιλοφρόνως—διὸ ἐδάμασε τὸν Δία—ἣ δὲ ἐντεταμένως· λέγω δὴ τὸ “ἔμπης Δαναῶν ὀλοφυρόμεθα” (464). διὸ ἐπιτείνει τὴν ὀργὴν Διός.

* ποῖον τὸν μῦθον] τὸν ποῖον μῦθον.

470. ἠοῦς] ἕωθεν, ὄρθρου, τῇ ἐπιούσῃ ἡμέρᾳ. §. κινητικὰ δὲ τῶν [*](A=) ἀκουόντων· ἀλλʼ ὁρίζων τὸ πέρας παραμυθεῖται τὴν ἀτυχίαν.

[*](B=)

473. οὐ γὰρ πρὶν—παύσεται ὄβριμος Ἕκτωρ] τὸ “ὄβριμος᾿᾿ [*](B=) προσέθηκε πρὸς τὸ λυπεῖν αὐτήν.·

474. * ὄρθαι] διεγερθῆναι.

476. στείνει ἐν αἰνοτάτῳ] τὴν τῶν πραγμάτων στενοχωρίαν δηλοῖ· ἅμα δὲ καὶ στενόν ἐστι τόπος οὕτω καλούμενος.

477. ως γὰρ θέσφατόν ἐστι] τὸ μοιρίδιον προβάλλεται, ἵνα μὴ [*](Β=) δοκῇ τυραννεῖν.

478. πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο] δείκνυσιν ὁ ποιητής, ὅτι [*](A Β=) συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περικεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν ἠπείρων ἐν αἷς κατοικοῦμεν.

484. τὸν δʼ οὔτι προσέφη λευκώλενος] ἐν καιρῷ ἡ ἀποσιώπησις· [*](Β=) οὕτε γὰρ ἐπαινεῖν ἔχει τὰ λεχθέντα οὕτε ἀντιλέγειν πρὸς ὀργὴν τοιαύτην.