Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

485. ἐν δʼ ἔπεσʼ Ὠκεανῷ] τῷ ὁρίζοντί φησιν, ὃς διατειχίζει τοῦ [*](Β=) κόσμου τὸ φανερὸν καὶ ἀφανές. οὐκ ἀληθῆ οὖν δηλοῖ ἔμπτωσιν τοῦ [*](2. ἀπήρκησεν ‖ 4. ἔχει ‖ 8. ἐπεισάγειν ut A: corr. ‖ 11. ταὐτὰ ‖ 25. πείρατα γαίης ἵκηαι || 33. οὺκ ἀ. οὖν οὖν δ.)

286
ἡλίου, ἀλλὰ φαντασίαν δίδωσιν, ὡς ὑπό τὸν Ὠκεανὸν ἔρχεται ἐπὶ τὴν δύσιν ἐλθών.

[*](B=)

486. ἕλκον νύκτα μέλαιναν] “ἕλκον᾿᾿ τῇ ἀσθενείᾳ τοῦ φωτὸς τῶν ἀκτίνων. εὗ δὲ καὶ ὁ παρατατικός· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν σκιάζεται, ἀλλὰ κατὰ μικρόν.

[*](B=)

487. Τρωσὶ μέν ῥʼ ἀέκουσι] βραχεῖαν ταύτην τὴν μάχην ἐποί- ησεν, ἐγχρονίζειν ταῖς τῶν Ἑλλήνων δυστυχίαις οὐ θέλων· ὅθεν τινὲς αὐτὴν καλοῦσι κόλον.

[*](A-)

488. *τρίλλιστος] πολυλιτάνευτος· πλεονάζει δὲ τὸ λ.

[*](B=)

490. νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι] συνελάσας μέχρι τῶν νεῶν αὐτοὺς ἀφίσταται παρὰ τὸν ποταμὸν ὡς προβλήματι χρησόμενος τῷ ῥείθρῳ, καὶ πρὸς τὸ μὴ ἐξακούεσθαι τοῖς πολεμίοις καὶ μὴ μακρὰν ἀπεῖναι τῆς πόλεως.

[*](B=)

493. Διὶ φίλος] οὐδαμοῦ μᾶλλον ὁ Ἕκτωρ ἐν καιρῷ ἐλέχθη “Διὶ φίλος᾿᾿ ἢ νῦν, εἴγε καὶ θεοῖς ἀπέχθεται διʼ αὐτόν.

[*](B=)

494. ἔγχος ἔχε] ὡς ἐν πολέμῳ δημηγορῶν ἀντὶ σκήπτρου τῷ δορατι χρῆται, τὰ σημεῖα τῆς ἀνδρ〈ε〉ίας προβαλλόμενος.

[*](B=)

497. κέκλυτέ μοι Τρῶες] ὑπερηφανίας μεστὸς ὁ λόγος· οὐ γὰρ εὔνους θέλει ποιήσασθαι τοὺς ἀκροωμένους, ἀλλὰ μόνον καυχᾶσθαι, οὐχ ὡς τὸ “ὦ φίλοι, ἥρωες Δαναοί” (Il. 2. 110).

[*](B –)

498. νῦν ἐφάμην νῆας ὀλέσας] πάλιν οἰκειοῦται τὸ κατόρθωμα καὶ ἐν τοῖς ἑξῆς “ἔλπομαι εὐχόμενος—ἐξελάαν ἐνθένδε κύνας κηρε〈σ〉σι- φορήτους᾿᾿ (526).

500. ἀλλὰ πρὶν κνέφας ἦλθε] εὐέλπιδας καὶ ἐπιθυμητὰς ἐποίησεν αὐτοὺς τῆς ἠοῦς.

502. ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτί] τοῦτο, ἐπεὶ ἧσσον ἦν, ἐκοινοποίησε πρὸς αὐτούς.

[*](B=)

503. ἀτὰρ καλλίτριχας ἵππους] στρατηγικῶς πρὸ αὐτῶν τῶν ἵππων φροντίζει, ὃ καὶ Ἀνδρομάχη ποιεῖ “ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν” (188).

[*](AB=)

507. σῖτον δʼ ἐκ μεγάροιο] οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ “ἄξεσθε·” οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. προσυπακουστέον οὖν τὸ φέρετε.

[*](B=)

509. καίωμεν πυρὰ πολλά] πρὸς ἀσφάλειαν μὲν ἑαυτῶν, κατά- πληξιν δὲ τῶν πολεμίων.

[*](1. ὡς ἐπὶ τ. ut B ‖ 4. ὁ π. B: τὸ παρατατικὸν || 8. κῶλον ‖ 28, αὐτὰρ || 32. ἄξεσθαι ut A)
287

510. μή πως καὶ διὰ νύκτα— φεύγειν ὁρμήσωνται] στρατηγικῶς [*](B=) εὐέλπιδας αὐτοὺς ποιεῖ διὰ τῆς τῶν πολεμίων φυγῆς.

513. ἀλλʼ ὅστις τούτων γε βέλος] βέλος νῦν τὸ βεβλημένον [*](A- B=) μέρος, τὸ τραῦμα τὸ ἐκ βολῆς· “ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος” (Il. 11. 269).

ἀλλʼ ὅστις τούτων γε] Ἀρίσταρχος δὲ “κείνων γε.”

[*](A.)

*πέσσῃ] Ἀριστοφάνης “πέσοι”

515. ἵνα τις στυγέῃσι καὶ ἄλλος] ἀλαζονείαν ἔχει ὁ λόγος βαρ- βαρικήν.

518. παῖδας πρωθήβας] πᾶς γὰρ ἱκανὸς ἀπὸ τείχους ἀμῦναι· καὶ οἱ μὲν παῖδες μεθʼ ἡδονῆς φιλονείκως ἀγρυπνοῦσιν, οἱ δὲ γέροντες πρὸς ὕπνον ἀλλοτρίως ἔχουσιν.

519. λέξασθαι] παρὰ τὸ λέχος· καὶ “ξύλα —λέγεσθε” (507) [*](B=) συλλέγετε, καὶ “Σύλλογος Ἀχαιῶν·” (Trag. Soph.) 'Τρῶας λέξασθαι᾿᾿(Il. 2. 125) ἀριθμηθῆναι· ὅθεν λογάδες. θεοδμήτων] ἀπαρκεῖ πρὸς φυλακὴν ἡ ἄχρηστος ἡλικία· ἰφʼ ἑαυτῶν γὰρ τὸ ὀχυρὸν ἔχουσι τὰ τείχη, θεόδμητα ὑπάρχοντα.

520. θηλύτεραι] τῶν ἄλλων ζῴων, ἢ τῶν παρθένων. αἱ τετοκυῖαι [*](B=) τὴν συνήθη φησὶν οἰκουρίαν πρασσέτωσαν, ἄμα συνεργοῦσαι κατὰ δύναμιν τοῖς κακοπαθοῦσιν.