Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

379. ἢ τις καὶ Τρώων κορέσει] περισπαστέον τὸ η· διαπορητικὸς γάρ ἐστιν· τὸ δὲ “τίς” ἢ περισσόν, ἢ ‘τὶς ἐκ τῶν Τρώων·ʼ εἰ δὲ ἐπὶ Ἕκτορος, οὗτος ὁ νοῦς ‘ὡς ἄλλος τις κορέσει κύνας.ʼ

[*](A+)

385, 6, 7. πέπλον μὲν κατέχευεν] Ἀριστοφάνης ἠθέτει τοὺς τρεῖς, Ζηνόδοτος δὲ οὐδὲ ἔγραψεν.

*κατέχευεν] θαυμασίως οὐ γυμνοῖ τὴν παρθένον.

[*](A+)

389. λάζετο δʼ ἔγχος] Πτολεμαῖος διὰ τοῦ ν· καὶ ἔστιν οὐκ ἄκαιρος ἡ γραφὴ “λάζυτο.᾿᾿

[*](B=)

393. πύλαι μύκον] οὕτω λέγει ἐπὶ τῶν θυρῶν “τὸ δʼ ἀνέβραχεν ἠύτε ταῦρος—τόσ’ ἔβραχε καλὰ θύρετρα” (Od. 21. 48). §. τὸ δὲ “μύκον” ἀντὶ τοῦ ἀνεῴχθησαν.

396. *τῇ] ἀντὶ τοῦ ἐκεῖ.

[*](ΑΒ-)

399. βάσκʼ ἴθι, Ἶρι ταχεῖα] ἀντὶ τοῦ ταχέως -“λῦσεν δʼ ἀγορὴν αἰψηρήν” (Il. 19. 276) ἀντὶ τοῦ αἰψηρῶς, καὶ “ταχέες δʼ ἱππῆες ἄγερθεν” (Il. 23. 287) καὶ “βράχε δʼ εὐρεῖα χθών (Il. 21. 387) —ἀελλόπους γάρ.

[*](B=)

μηδʼ ἔα ἄντην] μηδὲ ἔα εἰς τὸ ἐναντίον τῆς ἐμῆς κελεύσεως ἔρχεσθαι αὐτάς· οὐ γὰρ καλὸν εἰς πόλεμον σπευσόμεθα.

[*](5. προσταίσρμσ/// pr., προσταίσει sec. ‖ 7. εἷ νῶιν ‖ 10. Ἡρωδιανὸς pro z. B ‖ 11. ὡς δωρικώτερον supra σος add. pr. ‖ 12. τροπὰς ἐξόδοιο ‖ 14. διαπορητικός || 16. οὕτως ‖ in marg. add. sec. ἵνα ᾖ, ἢ τὶς ἄλλος τῶν Τρώων ὁ Ἕκτωρ et ad v. 377–9 ita, ut qui respiciatur non liqueat, σπάνιον τοῦτο παρὰ τῷ ποιητῷ ‖ 29. ἀελλόπουν ‖ 31. καλῶε εἰς τὸν πόλ.: corr. W ‖ σπευσοὐμεθα)
283

402. γυιώσω μὲν σφῶιν] βλάψω, ὅ ἐστι χωλανῶ, καὶ κενοὺς εἰς τὴν πορείαν ποιήσω.

405. ἀπαλθήσεσθον] ἀποθεραπευθήσεσθον· ἀλθαίνω γὰρ τὸ θερα- πεύω.

406. ὄφρʼ εἰδῇ γλαυκῶπις] καίπερ ὀργιζόμενος οὐ τὴν ἀρχὴν οὐδὲ [*](Α=) τὴν ἰσχύν, ἀλλὰ τὴν φύσιν προβάλλεται.

407. Ἥρῃ δʼ οὔτι—νεμεσίζομαι] τὰ μὲν θεῖα ἐᾷ, σκοπεῖ δὲ τὰ [*](B=) βιωτικά· ἐναντιοῦνται γὰρ ἀλλήλοις ἄνδρες καὶ γυναῖκες.

408. ἐνικλᾶν] ἐμποδίζειν. ἡ μεταφορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας [*](ΑB=) ἀποθραυομένων δοράτων.

411. πρώτῃσιν δὲ πύλῃσι] ἄκραις, ὡς “πρώτῳ ῥυμῷ” (Il. 6. 40)· - [*](B=) οὐ γὰρ πολλαὶ πύλαι τοῦ Ὀλύμπου. πολὺ δὲ τάχος ὑποφαίνεται Ἴριδος.

413. πῆ μέματον] καλῶς μηδὲ προσφωνήσασα αὐτὰς τοῦ πράγμα- [*](Β=) τος ἄρχεται. οἰκεῖον δὲ τῇ ἐπιπλησσούσῃ πολλαῖς ἀρχαῖς κεχρῆσθαι.

421. Ἥρῃ δʼ οὔτι τόσον] οὐκ ἔδει, φασί, ταῦτα πρὸς τῆς Ἴριδος [*](Β=) λέγεσθαι, ἀλλὰ μόνον τὰ τῆς ἀπειλῆς. ταῦτα γὰρ σχετλιάζων ἀναπεφώνηκεν, ἢ οὐ σχετλιάζων ἀλλʼ ἐντέχνως τὴν ὁμόνοιαν αὐτῶν διιστάς, διʼ ὧν τὴν μὲν ἀεὶ ἐναντιοῦσθαι αὑτ⌈ῷ⌋ λέγει, τὴν δὲ νῦν καὶ πρῶ⌈τον⌋, ἵνα αἰδεσθεῖσα μετα⌈βάλληται⌋.

423. ἀλλὰ σύ γʼ αἰνοτάτη, κύον] ἀθετοῦνται διὰ τὸ τραχύ· ὅσῳ [*](B=) δὲ 〈μᾶλλον〉 δεινά ἐστι, τοσούτῳ τὴν κηδομένην ἐμφαίνει. θεραπεύεται δὲ καὶ διὰ τοῦ “εἰ ἐτεόν γε τολμήσεις·” οὐ γὰρ ἄντικρυς αὐτὴν ἀναιδῆ λέγει, ἀλλʼ εἰ ἐθελήσειε μάχεσθαι τῷ Διί. πιθανῶς δὲ οὐκ ἤρκεσεν αὐτῇ ἀπαγγεῖλαι μόνον τὰ παρὰ Διός, ἀλλὰ καὶ παρʼ αὑτῆς τι προσέθηκεν. τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸς τὸν Ποσειδῶνα πέμ- πεται (Il. 15. 178, 201), οὐ μόνον τὴν τοῦ ἀγγέλου, ἀλλὰ καὶ τὴν τοῦ συμβούλου ἀποπληροῦσα χώραν.

ἀλλὰ σύ] “σύ” ἄνευ τοῦ γέ· καὶ “ἀδεές ” δʼ ἑνὸς δ.

[*](Α+)

424. Διὸς ἄντα πελώριον] ῥητορικῶς ἀμφοτέρας ἐνέθηκε τὰς προση- [*](Β=) γορίας, ἐκεῖ μὲν (420) ἐντρέπουσα “σῷ πατρί,” νῦν δὲ ἐκδειματοῦσα “Διὸς ἄντα” φησίν. καὶ ἣ μὲν καθʼ Ἕκτορος ὁρμᾷ, ἣ δὲ ἀλλοιω- τικῇ στάσει χρωμένη κατὰ Διός φησιν αὐτὴν πολεμεῖν.

[*](14. αὐταῖς ‖ 20. αἰδεσθῇ ut B ‖ supplevi: μετοβάλλεσθαι B ‖ 21. ἀλλὰ σὺ κύον αἰνότατε ‖ 28. χώραν B: ὤραν ‖ 29. schol. praecedenti adhaeret)
284
[*](Β=)

425. ἢ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη] οὐ περιμένει τὴν ἀπόκρισιν, ἀλλ’ ἐν ταῖς ἀπειλαῖς αὐτὰς καταλείπει πρὸς κατάπληξιν μείζονα.

[*](B=)

426. αὐτὰρ Ἀθηναίην Ἥρη] Ἥρη ἡ καὶ προκαταρξαμένη τῆς νουθεσίας.

[*](A+)

428. *νῶιν ἐῶ] διχῶς τοῦ ν τὸ “νῶι.᾿᾿ [*](B) - Διὸς ἄντα βροτῶν ἕνεκα] τὸν ἐναντιούμενον ηὔξησε καὶ τὴν αἰτίαν ἐμείωσεν, ἕνεκεν ἀνθρώπων λέγουσα μὴ δεῖν διαφέρεσθαι τῷ Διί, ὡς ἐκεὶ “εἰ δὴ σφῶ ἕνεκα θνητῶν ἐριδαίνετον” (Il. 1. 574).

[*](ΑB=)

429. τῶν ἄλλος μὲν ἀποφθίσθω] ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι περὶ θνητῶν, ὡς οὐδὲ ἂν ἡμεῖς περὶ μυρμήκων· ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικήν, ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, συμμαχίας καὶ θεομαχίας παράγων.

[*](B=)