Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

26. * δείκνυσιν, ὅτι βέβηκεν ὁ Ὄλυμπος καὶ οὐκ ἔστι μετέωρος.

[*](B-)

27. περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων] ἔδει τὸ ἀσθενὲς προτάξαι· ἢ οὖν τὸ μέτρον αἴτιον· “ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης” (Od. 4. 45)· ἢ εὐτελίζων τοὺς θεοὺς 〈τοῦτό φησιν〉.

[*](A+)

29. *ἀγασσάμενοι] γράφεται καὶ “φρασ〈σ〉άμενοι.”

[*](B=)

30. ὀψὲ δὲ δὴ μετέειπε] πιθανῶς οὐχὶ Ἥρα λέγει· ἐξεκαύθη γὰρ ἂν μεγάλη ἔρις, εἰωθυίας ἀεὶ πρὸς τὸν Δία ἀντιλέγειν. Ἀθηνᾶ δὲ μετὰ αἰδοῦς τῷ πατρὶ διαλέγεται μετριώτερον, οὐχ ὡς ἡ Ἥρα φθεγγομένη· ἄλλως τε καὶ τοῖς προοιμίοις αὐτὸν ἐξαίρει, καὶ τὰ μὲν κελευσθέντα φησὶν ἀποπληροῦν, ὑποθήκης δὲ ἀξιοῖ μὴ φθονέσαι, καὶ ταῦτα οὐχ ἵνα αὐτῷ ἐμποδίσῃ, ἀλλʼ ὅπως μὴ πάντες ἀπό- λωνται.

[*](B=)

31. ὦ πάτερ ἡμέτερε] μετρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ τῶν ἄλλων θεῶν μέγιστον καὶ τὴν ὑπεροχήν, ἣν ἔχειν βούλεται, μαρτυρεῖ συντόμως.

[*](B=)

33. ἀλλʼ ἔμπης Δαναῶν] ὃ μὲν οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει, ἀλλ᾿ ἀμφοτέροις βοηθεῖν ἐκώλυσεν· ἣ δὲ ξυνιεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν.

[*](B=)

34. κακὸν οἶτον] διὰ τοῦτο γὰρ ἄχθεται, οὐχ ὅτι ἀπολοῦνται· ὃ καὶ οἶκτον ἐκίνησεν.

[*](B -)

35. πολέμου μὲν ἀφεξόμεθα] τὸ μὲν γὰρ ἐπαμῦναι ἔργῳ ἐναντίωσιν ἔχει τοῦ Διός, τὸ δὲ λόγῳ πρὸς τὸ μὴ πάντας ἀπολέσθαι ἀλλὰ δεηθῆναι Ἀχιλλέως καὶ αὐτὸς θέλει· “οὐδʼ ὅ γε πάμπαν ἤθελε λαὸν ὀλέσθαι—ἀλλὰ Θέτιν κύδαινε” (Il. 13. 348).

[*](A +)

*ὡς σὺ κελεύεις] 〈γράφεται〉 “εἰ σὺ κελεύεις.”

37. ὀδυσσαμένοιο τεοῖο] τοῦ σοῦ οὐδετέρως, ὡσεὶ λέγοι ‘ἐπεὶ τὰ σὰ οὕτω πρὸς αὐτοὺς ἔχει.’

τεοῖο] ἀθετοῦσιν· οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἐφέρετο· τὸ γὰρ [*](3. αὐτοῖς ‖ 9. supplevi ex B ‖ 15. φθονῆσαι B ut p. 242, 10 ‖ 19, 20. τῇ ὑπεροχῇ B ‖ 31, 32. ταὶ σαὶ ‖ 32, 33. ἔχειν τε οὐ σθένουσιν· οὐδὲ ἐν τῇ Z. δὲ ὁ φέρων· τότε γὰρ: corr. Lehrs et Friedl.)

261
“τεοῖο” συγχεῖ τὸν λόγον. §. ὀδοὺς ὀδύσσω, παρὰ τὸ “ἐδδξ ἐν χείλεσι φύντες” (Od. 1. 381).

39. θάρσει, Τριτογένεια] Μῆτιν τὴν Ὠκεανοῦ ἀμείβουσαν εἰς [*](B=) πολλὰ τὴν μορφὴν Ζεὺς βουλόμενος παῤ ἑαυτῷ ἔχειν κατέπιεν ἔγκυον οὖσαν ὑπὸ Βρόντου τοῦ Κύκλωπος· τελεσφορηθείσης δὲ τῆς παιδὸς ὁ Ζεὺς διὰ τῆς κεφαλῆς τεκὼν δίδωσι τῷ Τρίτωνι τῷ πο- ταμῷ τρέφειν. ὅθεν Τριτογένεια ἐκλήθη ὡς ἐκ τριῶν συναυξηθεῖσα, Βρόντου Διὸς Τρίτωνος. Δημόκριτος δὲ ἐτυμολογῶν τὸ ὄνομά φησιν ὅτι φρόνησίς ἐστιν ἀφʼ ἧς γ΄ συμβαίνει, εὖ λογίζεσθαι, λέγειν καλῶς, πράττειν ἃ δεῖ. ἢ ὅτι τρίτῃ φθίνοντος ἐτέχθη· καὶ παροιμία “παῖς μοι τριτογενὴς εἴη, μὴ τριτογένεια.” ἀρρενώδεις γὰρ αἱ τοιαῦται γυναῖκες.

θάρσει, Τριτογένεια] δείκνυσιν ὅσον δύναται λόγος εὐμενὴς καίτοι [*](B=) παιδὸς πρὸς πατέρα.

40. πρόφρονι μυθέομαι] ἀντὶ τοῦ ὑπέρφρονι, ὡς “πρό τε παίδων [*](B=) καὶ πρὸ γυναικῶν” (57). ὁ λόγος οὖν οὐ τυραννικὴν ἀπήνειαν, ἀλλὰ βασιλικὴν παρίστησι προσήνειαν.

41. * ὑπʼ ὄχεσφι τιτύσκετο] οἰκεῖον τῷ ἀπειλοῦντι τὸ αὐτουργεῖν.

[*](B=)

42. * μεγαλοπρεπὴς ἡ διάνοια.

43. *χρυσόν] τὴν αἰγίδα φησίν· καὶ ἀλλαχοῦ “περὶ δʼ αἰγίδι [*](B=) πάντα κάλυπτεν χρυσείῃ” (Il. 24. 20).

46. * οὐρανοῦ ἀστερόεντος] οὐδέποτε δὲ Ὀλύμπου ἀστερόεντός φησιν.

[*](AB +)

47. Ἴδην δʼ ἵκανεν —Γάργαρον] Ἴδην Γάργαρον ἀντὶ τοῦ εἰς [*](A+ B=) Γάργαρον Ἴδης, ὡς “ἣ δʼ ἄρα Κύπρον ἵκανε—ἐς Πάφον” (Od. 8. 362). ἔστι δὲ καὶ πόλις Γάργαρος.

μητέρα θηρῶν] ἁρμόδιον τὸ ἐπίθετον τῷ ὄρει· λέγεται γὰρ ὄφεις [*](B=) ἐνεγκεῖν, οἳ τῷ μεγέθει τοὺς ἐλάφους ἀναιροῦσιν, εἰλούμενοι περὶ τὰ σκέλη καὶ τοὺς αὐχένας καὶ τοῖς δένδροις προσαρτῶντες αὑτοὺς καὶ οὕτω διαφθείροντες.

53. οἳ δʼ ἄρα δεῖπνον ἕλοντο—Ἀχαιοί] καλῶς μετὰ θεοὺς εἰς Ἕλληνας μέτεισιν. δυσὶ δὲ τροφαῖς ἐχρῶντο, ὧν ἣ μὲν δόρπον τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον, ἣ δὲ δεῖπνον καὶ ἄριστον.

54. *ῥίμφα] ταχέως ἢ ἐλαφρῶς.

55. Τρῶες δʼ 〈αὖθ᾿〉 ἑτέρωθεν—παυρότεροι] καὶ πῶς φησι “πολ- [*](B=) λέων ἐκ πολίων;” καὶ νῦν τοὺς ἰθαγενεῖς φησιν· διὸ καὶ τὸ “πρό τε [*](13. καίτοι B: καὶ τότε ‖ 21. καλύπτει)

262
[*](A+) παίδων.” ἢ ἑαυτῶν ἥττους διὰ τὸν 〈πολλῶν〉 θάνατον. §. τὸ δὲ “ὁπλίζοντο” διὰ τοῦ ο.

[*](B=)

56. μέμασαν δὲ καὶ ὥς] ἀναγκαίως τοῦτο ἐπιφέρει, ἵνα μὴ νομί- σωμεν αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν προγενομένην ἧτταν.