Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

57. *πρό τε παίδων] ἀντὶ τοῦ ὑπὲρ τῶν παίδων.

[*](A +)

58. *πᾶσαι] ἀντὶ τοῦ ὅλαι, ὡς “πάντα νέκυν καταείνυον” (Il. 23. 135)· μία δὲ ἦν ἱππήλατος πύλη.

[*](AB+)

62. ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι] ὅτι ἐξ ἀναλήψεως τὸ “ἀσπίδες.”

[*](B=)

63. ἔπληντʼ ἀλλήλῃσι] πρὸς φαντασίαν τῶν ῥηθησομένων τὸ. “ἔπληντο·” ἔστι δὲ ὡς τὸ “ἀσπὶς ἄῤ ἀσπίδʼ ἔρειδε” (Il. 13. 131). πρὸ δὲ τοῦ κατὰ μέρος ἐξαίρει τὸν ἀκροατήν.

[*](B=)

66. ὄφρα μὲν ἠὼς ἦν] πρὸς πίστιν τὸν καιρὸν 〈ἔλαβεν〉 ὡς παρα- τυγχάνων· ἠῶ δὲ καὶ τὸ〈ν〉 ὄρθρον καὶ 〈τὴν〉 ἕως ἕκτης καὶ ἡμέραν τὴν σωματοειδῆ· εἰς τρία δὲ αὐτὴν διαιρεῖ “ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ” (Il. 21. 111). §. ἦρι δὲ παρὰ τὸ αἴρεσθαι.

[*](A- B=)

καὶ ἀέξετο ἱερὸν ἦμαρ] τὸ μέχρι μεσημβρίας αὔξησιν ἀποκαλεῖ, ὡς σφαιροειδῶς τῷ οὐρανῷ προσαναβαίνοντος τοῦ ἡλίου.

[*](A+ B=)

ἱερὸν ἦμαρ] τὸ πρὸ τῆς μεσημβρίας διὰ τὸ ἐν τούτῳ τοῖς θεοῖς θύεσθαι· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις νέμεται.

[*](B=)

68. ἦμος δʼ ἠέλιος μέσον οὐρανόν] γινώσκει καὶ μεσουράνημα, ὃ καὶ νῦν δηλοῖ· ἔστι δὲ τὸ ἴσον ἀπόστημα ἀνατολῆς τε καὶ δύσεως.

[*](B=)

μέσον οὐρανὸν ἀμφιβεβήκει] δείκνυσιν, ὡς μείζων οὐρανὸς ἡλίου· τὸ γὰρ ἀμφιβῆναι μείζονός ἐστι περὶ ἔλαττον, ὡς λέοντες μὲν σκύμνοις περιβαίνουσι, κύνες δὲ σκύλαξιν.

69. καὶ τότε δὴ χρύσεια] ποιητικῶς τὸ δισταζόμενον ἐπανάγει τῷ ζυγῷ. οἱ Στωικοὶ δέ φασιν ὡς ταὐτὸν εἱμαρμένη καὶ Ζεύς. διττὸν δὲ τὸ τῆς Μοίρας· ἀπαράβατον, ὡς τὸ δεῖ 〈ν〉 θνητὸν ὄντα ἀπο- θανεῖν, οὗ οὐδὲ Ζεὺς κρατεῖ, ὡς ἐπὶ Σαρπηδόνος, τὸ δέ, ταχὺ ἢ βραδύ, ὡς ἐπὶ Ἀχιλλέως, οὗ κρατεῖ Ζεύς. ταύτην οὖν ταλαντεύει· ταῦτα δὲ λεγόμενα ἔχει φαντασίαν, δρώμενα δὲ 〈οὐδέν〉 ἐστιν.

[*](B=)

70. ἐν δʼ ἐτίθει δύο κῆρε] πῶς δύο κῆρας ἐντίθησιν ὁ Ζεὺς ὥσπερ ἀνὰ μίαν ἑκατέρου στρατοῦ, ἐν δὲ τοῖς ἑξῆς (73) πλείους αὐτάς φησιν [*](1. suppl. W ‖ 8. ἀσπίδων ‖ 9. ἀλλήλοισι ‖ 12. supplevi ex B ‖ 14. δείλης ‖ 19. θύειν ut B ‖ 20, 21. μ. ἡνίκα οὖν δηλονότι κατʼ ἴσον, cf. B ‖ 22. μ. πρὸς ἥλιον: corr. ex B ‖ 23. ἔλαττον ὡς B: ἐλάττονος ‖ 27. suppl. W ‖ 30. supplevi ‖ 31. πῶς δʼ ἐτ. δ.)

263
“αἱ μὲν Ἀχαιῶν κῆρες;” ἢ ὅτι αἱ δύο καὶ πολλαὶ ἂν εἶεν· λέγο- μεν γοῦν διττὰ πράγματα. πλειόνων δὲ ἔμφασιν διδόντος τοῦ ὀνόματος εἰκότως ἐν τῇ μεταλήψει πλέονας εἶπε κῆρας· συνεκδοχὴ δέ ἐστιν.

ἐν δʼ ἐτίθει δύο κῆρε —αἱ μὲν Ἀχαιῶν κῆρες] ὡς τὸ “δύω [*](B+) δέ τε οἱ θύραι εἰσίν, αἳ μὲν πρὸς Βορέαο” (Od. 13. 109)· §. κήρ δὲ παρὰ τὸ κῆαι—διὰ πυρὸς γὰρ ἔθαπτον—οἳ δὲ παρὰ τὸν κηρόν· [*](B=) ἐντετυπῶσθαι γὰρ αὐτῇ καθάπερ ἐν κηρῷ τὰ γράμματα.

72. ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν] οὐκ ἄρα, φησίν, ἐχαρίσατο τῇ [*](B=) Θέτιδι, εἰ μοιρίδιον ἦν. φαμὲν δέ, ὅτι εἰς ἐπίτασιν Μοίρας καὶ Δία ὁπλί- ζει κατʼ Ἀχαιῶν. §. ὅτι δισσὸν τὸ τῆς Μοίρας (cf. p. 262, 27–29).

73. αἱ μὲν Ἀχαιῶν κῆρες] ἀπὸ μὲν τοῦ ζυγοῦ τὸ μέγεθος τοῦ [*](B=) ταλαντεύοντος δηλοῖ· ἐπειδὴ δὲ τὰ ἐπίγεια θνητά, 〈τὰ〉 δυστυχῆ πλησιάζει τῇ γῇ· τὰ δὲ εὐτυχῆ μετεώρῳ 〈τῇ〉 πλάστιγγι ἕπεται.

74. ἑζέσθην] ἀντὶ τοῦ ἕζεσθεν, ὡς “κόσμηθεν” (Il. 3. 1)· ὅμοιον [*](A - B=) δέ ἐστιν αὐτῷ καὶ τὸ “μιάνθην αἵματι μηροί” (Il. 4. 146).

75. δαιόμενον δὲ σέλας] τὸ “σέλας” δηλοῖ τὴν ἔλ〈λ〉αμψιν· βουλό- [*](B+) μενος οὖν εἰπεῖν, ὡς οὐκ ἦν ἀστραπὴ τὸ γινόμενον ἀλλὰ κεραυνὸς μετὰ τὴν βροντήν, προσέθηκε τὸ “δαιόμενον.”

77. καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν] δαιμονίαν ὑποφαίνει τῶν [*](B +) Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐτούς, ὅπως μὴ μένοντος ἑτέρου αἰσχύ- νηται ἄλλος τις· κατʼ αὐτῶν δὲ φέρεται τὸ πῦρ· οὐ γὰρ Ἑλληνικὸς ὁ Ζεύς.

78. ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν] ὡς φιλέλλην παρατρέχει τὰ [*](B=) δυσχερῆ, ἐπʼ ὀλίγα πρόσωπα τὴν ἧτταν φέρων. καὶ ἡ ἐκλογὴ δὲ τῶν ὀνομάτων θεραπεύοντός ἐστι τὴν ἧτταν· οὐ γὰρ εἶπεν ἔφυγεν, ἀλλὰ “τλῆ μίμνειν·” ἐκφαίνει γὰρ τὸν βουλόμενον καλῶς ἀγωνίζεσθαι ἐπηρεαζόμενον ὑπὸ τοῦ Διός.

80. Νέστωρ οἶος ἔμιμνε] οὐκ εἰσάγει αὐτὸν ἀναιροῦντα διὰ τὸ ἀπί- [*](B +) θανον, ἀλλʼ οὐδὲ πάσχοντά τι διὰ τὴν ἐξαίρετον φυλακὴν περὶ αὐτόν. οὐ 〈τὸν〉 τυχόντα δὲ διʼ αὐτοῦ ἐκίνησεν ἡμῖν ἀγῶνα. ἐπεὶ δὲ ἄπιστον ἦν τοσούτων νέων φευγόντων μόνον μεῖναι τὸν γέροντα, ὥσπερ ἐν ἀπο- λογίας μέρει ἐπιφέρει τὸ “οὔτι ἑκών, ἀλλ᾿ ἵππος—ἐτείρετο.” §. “οὖρος” δὲ εὐθύντωρ ἢ φύλαξ.

[*](4. schol. post 73 scriptum ‖ τὸ δύο ‖ 7. πράγματα: corr. W ‖ 14. διὰ τοῦ ε “ἕζπσθεν” A ‖ 20, 21. αἰσχύνοιτο ‖ 26. κακοῖς ut B: corr. W ‖ 27. ἐπ. δὲ ὑ. ‖ 30. suppl. W)
264
[*](A+)

*81. ἐτείρετο] γράφεται καὶ “ἐδάμνατο.”

[*](B=)

82. τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος] καὶ πόρρω〈θεν〉 πολεμεῖ καὶ οὐκ ἄνδρα τοξεύει ἀλλʼ ἵππον γέροντος βάλλει· καὶ συμπλέκεται οὗτος πάντων φευγόντων.

[*](B -)

83. ὅθι τε πρῶται τρίχες] “πρῶται” ἀντὶ τοῦ ἄκραι. θανάσι- μος δὲ ὁ περὶ τὴν μήνιγγα τόπος· διὸ προφύει τρίχας.

[*](A+)

84. *καίριον] ἐπικίνδυνον.

85. *βέλος δʼ εἰς ἐγκέφαλον δῦ] γραφικῶς εἶπε πάντα. §. ὁ “δέ” [*](A=) ἀντὶ τοῦ γάρ, βέλος γάρ.

[*](A+ B -)

87. παρηορίας ἀπέτεμνεν] διὰ τοῦ “ἀπέτεμνεν” τὸ νωθρὸν τοῦ γήρως δηλοῖ· ἐπὶ δὲ Αὐτομέδοντος ῥᾳδίως ἐνεργήσαντός φησιν [*](B -) “ἀίξας ἀπέκοψε παρήορον” (Il. 16. 474). §. γέροντα δὲ εἶπεν “ὄφῤ ὁ γέρων,” ἢ διʼ οἶκτον, ἢ πᾶσα τῶν Ἑλλήνων ἡ εὐχή· ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν ἀκροατὴν καὶ τὸν δεινὸν Ἕκτορα αὐτῷ ἐπάγει.