Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

349. Γοργοῦς ὄμματ’ ἔχων] Ζηνόδοτος “Γοργόνος,” κακῶς· οὔτε γὰρ ὁ ποιητὴς οὔτε Ἡσίοδος Γοργών φασιν ἀλλὰ Γοργώ, καὶ “Γορ- γείη κεφαλή” (Il. 5. 741) καὶ “Γοργούς θ᾿, αἳ ναίουσιν” (Theοg. 274).

[*](Α+ Β=)

Γοργοῦς ὄμματʼ ἔχων] αἱ Ἀριστάρχου “οἴματα,᾿᾿ αἱ δὲ πλείους “ὄμματα·” φησὶ γὰρ “Γοργὼ βλοσυρῶπις” (Il. 11. 36), καὶ ἀπὸ τῶν ὀμμάτων εἴωθε χαρακτηρίζειν, ὡς “ὄμματα καὶ κεφαλήν” (Il. 2. 478), “κυνὸς ὄμματ’ ἔχων (ll. 1. 225) καὶ “φολκὸς ἔην” (Il. 2. 217).

[*](Β=)

350. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε] ἀναρτᾷ πάλιν ἡμᾶς ἀπὸ τῶν παρόν- των, οὐ διηγούμενος τὴν δυστυχίαν τῶν Ἕλλήνων ὡς φιλέλλην.

[*](Β=)

351. αἶψα δʼ Ἀθηναίην] “αἶψα” δίχα ἐπιλογισμοῦ τοῦτο ποιεῖ· διὸ καὶ μεταμεληθήσεται ὕστερον. ἀποτυχοῦσα δὲ Ποσειδῶνος ταύ- την πείθει.

[*](Β=)

352. * πόποι] οἰκεῖον τῇ σχετλιαζούσῃ τὸ προοίμιον.

[*](Β -)

οὐκέτι νῶι—Ἀργείων κεκαδησόμεθʼ ὑστάτιόν περ] οὐκέτι ὕστερον ⌈χατι⌋ούμεθα τῶν Ἑλλήνων· ἀπολοῦνται γάρ, ὡς μὴ χρείαν ἔχειν τῆς ἐξ ἡμῶν ἐπικουρίας· τινὲς δὲ κατʼ ἐρώτησιν.

353. κεκαδησόμεθα] ἀντὶ τοῦ φροντιοῦμεν, παρὰ τὸ κήδεσθαι· ἔχουσιν οὖν ἀπολογίαν διὰ τὸ μὴ περιορᾶν τὴν Ἑλλήνων ἐσχάτην ἀπώλειαν· ἔστι δὲ μέσος δεύτερος μέλλων καθήσομαι, καὶ Αἰολικῷ ἀναδιπλασιασμῷ κεκαδήσομαι.

[*](Α=)

ὑστάτιον] ἀντὶ τοῦ ὕστατον, ὡς μάλιον τὸ μᾶλλον(Tyrt.12,6 Β.).

[*](Β=)

355. ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνετ〈αι〉—Ἕκτωρ Πριαμίδης] τεχνικῶς οὐ κατὰ Διὸς αὐτὴν ὀτρύνει, μὴ ἄρα αἰδεσθῇ τῷ πατρὶ ἐναντιοῦσθαι ἢ δὲ συνιεῖσα τὸ σιωπηθέν φησιν “ἀλλὰ πατὴρ οὑμός.” ἐμφαντικὴ δὲ ἡ μεταφορά· τὸ γὰρ “ῥιπῇ” ἐπὶ ἀνέμου καὶ πυρὸς τάττεται, ἄμφω δὲ λέγει ἐπὶ Ἕκτορος· “ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέι [*](1 .ἴοισσί τε ‖ 6. Ἀρίσταρχος pro z. B ‖ 16. μὴ διηγ. ‖ 22. novavit sec. ‖ 24. schol. praecedenti adhaeret 28. μάλιον ex Hesychio: μἀλλιον Α, μᾶλλον ‖ 33. ἔχει ut Β)

281
ἶσος ἀέλλῃ” (Il.11.297)καὶ “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐ〈γ〉χέσπαλος ἢ ὀλοὸν πῦρ” (Il. 15. 605).

358. *καὶ λίην οὗτός γε] περὶ τούτου μὲν οὖν οὔ μοι μέλει, φησίν· [*](B=) ἀπολεῖται γὰρ ὅσον οὐδέπω· ὁ δὲ πατήρ ἐστιν ὁ ἐμὸς αἴτιος.

* λίην] ὅσον οὐδέπω οὕτως ἔχει καὶ τὸ “ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται” (Il. 10. 251).

360. * πατὴρ οὑμός] ὁ μέγας καὶ σεμνός.

φρεσὶ μαίνεται] ἐνθουσιᾷ, ὡς τὸ “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης” (Il. [*](B=) 15. 605). τὸ φιλότιμον δὲ τῆς κακώσεως δηλοῖ.

361. *ἀλιτρός] εἰς ἐμὲ ἀλιτρὸς διὰ τὰ πεπονημένα εἰς Ἡρακλέα.

* ἀπερωεύς] ἀποκωλυτής.

362. οὐδέ τι τῶν μέμνηται] πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς [*](B=) τὸν Ἡρακλέα τῆς εὐεργεσίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι· αὕτη γὰρ ἠναντίωτο αὐτῇ σῳζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον, ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσ- ενεγκάμενοι καὶ διʼ αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες, ἀχαρίστων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέ- ρειν πρὸς σὓς ἀπηχθήμεθα τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμ- φόμενοι ἑαυτοῖς ἐπὶ τῇ ἀβούλῳ κρίσει.

363. * ἀέθλων] κακοπαθειῶν.

364. * πρὸς οὐρανόν] αὔξει τὴν ἐπικουρίαν· δηλοὶ δὲ καὶ τὸ [*](B=) εὐσεβἐς Ἡρακλέους.

*ἐμὲ Ζεύς] ἀπολογεῖται τῇ μητρυιᾷ.

367. εὖτέ μιν εἰς Ἀίδαο] ἀπὸ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ. [*](A + B=) οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίνδαρος δὲ ἑκατόν, Ἡσίοδος δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς φησιν (Th. 312).

*πυλάρταο] διὰ τὸ μηδένα ἀνιέναι.

369. αἰπὰ ῥέεθρα] προσάντη καὶ ἄνωθεν καταρρέοντα. “καὶ τὸ [*](B-) κατειβόμενον Στυγὸς ὕδωρ” (Il. 15. 37). τὸν πλοῦν δὲ τοῦ Κωκυ- τοῦ φησιν, “ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ” (Od. 10. 514).

370. στυγέει] οὐκ εἶπεν ὅτι οὐδὲν ἀντευεργετεῖ, ἀλλʼ ἠθικῶς [*](B=) 〈ὅτι μᾶλλον〉 καὶ μισεῖ με.

Θέτιδος δʼ ἐξήνυσε βουλάς] ἀπέκρυψεν αὐτῆς τὴν χάριν, τὴν δὲ [*](B=) ἰδίαν ὠνείδισεν.

[*](1. ὅτʼ ἂρ ἐ. ‖ 3. μέλλει ‖ 14. ἠναντίωτο B: ἠναντιοῦτο ‖ 15. ἀνθρώπινόν τι B: ἀνθρωπίνως ‖ τινὰς B: ἰδίας ‖ 19. ἑαυτοῖς B: ἑαυτοὺς ‖ 25. καὶ B: ἢ ‖ 26. φησίν B: φασίν ‖ 32. supplevi ex B)
282
[*](Α+)

371, 2. ἥ οἱ γούνατʼ ἔκυσσε] παρὰ Ζηνοδότῳ οὐκ ἦσαν οἱ δύο.

[*](Β=)

373. ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα] ἠθικῶς πάνυ τῶν φιλο- φρονήσεων τοῦ πατρὸς μέμνηται ταῦτα τὰ ὀνόματα εἰποῦσα, οἷς ὑπεκορίζετο αὐτὴν ὁ Ζεὺς πρὸς τὰς χρείας παρακαλῶν.

[*](B=)

374. ἐπέντυε μώνυχας ἵππους] οὐχ ὡς ἥττονι προστάσσει, ἀλλὰ καιρὸν λαμβάνουσα πρὸς τὸν ὁπλισμὸν.

[*](B=)

377. ἢ νῶιν Πριάμοιο πάις] ἠθικῶς πρὸς τὸ “ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς” (355).

[*](Α- Β+)

378. προφανείσα] δυϊκῶς· Ἀρίσταρχος δὲ “προφανέντε ” ὡς “πληγέντε κεραυνῷ” (455)· ὁ δὲ Ζηνόδοτος “ γηθήσει προφανείσας ἰδὼν ἐς δοῦπον ἀκόντων” συστέλλων τὸ σχς ὡς Δωρικώτερον, ὡς τὸ “λαγέτας—υἱούς” (Ρindar. Ol. Ι. 145) καὶ “τροπὰς ἠελίοιο” (Hesiod. Οpp. 564).

[*](A-)