Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

308. πήληκι βαρυνθέν] Αἰτωλικὸν τὸ “πήληξ.”

[*](B+)

311. παρέσφηλεν γὰρ Ἀπόλλων] καὶ τὸν Ἕκτορα σῴζει, καὶ Τεῦκρον ἐπαινεῖ. “ παρέσφηλε” γὰρ τὸ βέλος ἢ τὸν Τεῦκρον.

*Ἀπόλλων] ὡς τοξικός.

[*](Β=)

312. ἀλλʼ Ἀρχεπτόλεμον] ὅτι μόνους τοὺς Ἕκτορος ἡνιόχους ἐποίησεν ἐν τῷ πολέμῳ τιτρωσκομένους, ἄνω μὲν Ἠνιοπέα, νῦν δὲ Ἀρχεπτόλεμον, μετὰ δὲ ταῦτα Κεβριόνην· θρασὺς δὲ ἡνίοχός ἐστι 〈καὶ〉 ὁ Ἕκτωρ (89). διδάσκει οὖν, ὅτι βλάπτει ἡ πρὸς τοὺς θρασεῖς φιλία. §. τρεῖς δὲ αὐτοῦ ἡνίοχοι ἀναιροῦνται.

[*](Β+)

313. ἱέμενον πόλεμονδε] ἔδρασεν οὖν ἄν τι χαλεπόν, εἰ μὴ ἐβλήθη.

[*](Α -)

316. πύκασε φρένας ἡνιόχοιο] λείπει ἡ περί, ὡς “οἰκτροτάτοην 〈δ᾿ 〉 ἤκουσα ὅπα Πριάμοιο θυγατρός” (Od. 11. 420)· οὐ γὰρ αὐτῆς ὄπα ἀλλὰ περὶ αὐτῆς, ἣν ἔλεγε Κλυταιμνήστρα καταβοῶσα Ἀγα- μέμνονος, ὅτι ἐπαγάγοι αὐτῇ βάρβαρον γυναῖκα· ὁ οὖν ἐξ αὐτῆς ψόγος οἰκτρὸς ἦν τῷ Ἀγαμέμνονι· οὕτως οὖν καὶ ἐνταῦθα λείπει ἡ περί, “ Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας” περὶ τοῦ ἡνιόχου.

321. * σμερδαλέα] καταπληκτικά.

[*](Α=)

ὃ δὲ χερμάδιον] “ὃ δέ ᾿᾿ Ὁμηρικῷ ἔθει ὡς περὶ ἑτέρου λεγό- μενον.

325. παρʼ ὦμον] δύναται ἀμφοῖν συντάσσεσθαι.

ὅθι κληὶς ἀποέργει] οὕτω χωρὶς τοῦ ι “ἀποέργει.”

[*](Β=)

326. μάλιστα δὲ καίριόν ἐστιν] διὰ τὸν σύνδεσμον τῆς ὠμοπλά- της πρὸς τὸν ὠμόν· “καίριον” δὲ ὡς πρὸς τοξότην.

[*](Β=)

328. ῥῆξε δέ οἱ νευρήν] προδιέλυσε τὴν ὁρμήν τοῦ λίθου ἡ νευρὰ κοπεῖσα.

[*](ΑΒ=)

νάρκησε δὲ χείρ] ποῖος ὦμος βέβληται; δηλονότι ὁ ἀριστερὸς δἰ ὧν φησι “τόξον δέ οἱ ἔκπεσε χειρός.” ἄλλως τε τὸν προβεβλη- μένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον ἐν τῷ τοξεύειν.

[*](Α=)

νάρκησε δὲ χείρ] τινὲς “ χεῖρα” κατʼ αἰτιατικήν.

[*](Β=)

331. ἀλλὰ θέων περίβη] τὴν προθυμίαν αὐτοῦ δηλοῖ διὰ τοῦ “θέων·” οὐ γὰρ ἦν πόρρω.

[*](Β+)

335. Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν] πάλιν ἐπὶ τὸν Δία τὸ αἴτιον ἀναφέρει τῆς νίκης.

[*](3. ἐπαινεῖ Β: ἐπαίρει ‖ 11. βέβληται, cf. Β ‖ 12. iteratur *ἡνιόχοιο] περί ‖ 13. σὺ γὰρ scripsi: οὐκ’ ἀτ’ 19. Ὁμηρικὸν ἔθος ut A ‖ 23. περὶ τ. σ. Β)
279

337. Ἕκτωρ δʼ ἐν πρώτοισι κίε] χωρὶς τοῦ ν αἱ Ἀριστάρχου, [*](Α=) καὶ ἔστιν ‘ ὁ δὲ Ἕκτωρ ἐπὶ τοὺς πρώτους ὥρμα.ʼ

338. ὡς δʼ ὅτε τίς 〈τε〉 κύων] οὐ δεόντως, φασί, τῷ κυνὶ ἓν ζῷον [*](ΑΒ-) διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνί, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζῴῳ, καὶ τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον, ὅτι ὁ Ἕκτωρ εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν ἀποκτείνων τὸν ὀπίστατον” (342). πρὸς δὲ τὸ δεύτερον, ὅτι ἡ παρα- βολὴ οὐ πρὸς ἰσχὺν ἀλλὰ τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτή- δειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. τὰ δὲ ἄγρια ζῷα φεύγειν εἴωθε τὰ πολλά. διὰ τοῦτο οἱ ὑποχωροῦντες Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. ἔπειτα καὶ δεόντως τοῖς ἀλκι- μωτέροις ζῴοις παρέβαλε τοὺς Ἕλληνας· προεῖχον γὰρ τῇ ῥώμῃ καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς εἴωθε κακοπραγοῦντας αὐτοὺς εἰκάζεινθηρσίν. ὁ μὲν γὰρ᾿ Ἀντίλοχος θηρὶ “ἀλλ ὅγ᾿ ἄρ᾿ ἔτρεσε θηρὶ〈 — ἐοικώς〉᾿᾿ (Il. 15. 586), ὁ δὲ Αἴας καὶ τοῦ Διὸς φοβοῦντος αὐτὸν ἀνα- χωρῶνλέοντιπαραβάλλεται(Il.11.546),οί δὲ Τρῶες νεβροῖς (Il.22.1).

339. ἅπτοται— ἰσχία] ὡς “ἐπεμαίετʼ ἄρʼ ἵππους” (392)· οἳ δέ, [*](Α +) δοκεύει ἰσχία καὶ ἑλισσόμενον.

ἅπτηται] εὖ τὸ “ἅπτηται·” οὐ γὰρ ἐπιλαμβάνεται, ἐπιπηδᾷ δὲ [*](Β=) ὑλακτῶν. εὖ δὲ καὶ τὸ “ὄπισθεν·” ἐναντίος γὰρ οὐ πρόσεισι τῷ θηρίῳ, τὴν ἐμβολὴν αὐτοῦ φοβούμενος. καλῶς δὲ οὐ τῇ πλευρᾷ ἐπίκειται, ἀλλὰ τοῖς γλουτοῖς καὶ τοῖς ἰσχίοις πρὸς τὸ ῥᾳδίως ἐκκλίνειν τὴν ὑποστροφὴν τοῦ θηρίου. ἐπιφέρει γοῦν “ἑλισσόμενόν τε δοκεύει.” καὶ ἐν τῇ δυστυχίᾳ δὲ ὑψοῦται τὸ Ἑλληνικόν.

340. * ἑλισσόμενον] διὰ τοῦ ν· περὶ γὰρ τοῦ συὸς λέγει.

[*](Α=)

343. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας] τῇ ταραχῇ τῶν φευγόντων καὶ μονονονχὶ ἐμπιπτόντων τῇ τάφρῳ οἰκεῖον τὸ ὑπερβατόν.

344. * πολλοὶ δέ] ὁ “δέ ” ἀντὶ τοῦ γάρ· ἔστι δὲ διὰ μέσου.

345. οἳ μὲν δὴ παρὰ νηυσὶν—ἀλλήλοισί τε κεκλόμενοι καὶ [*](Β=) πᾶσι θεοῖσι χεῖρας] οὐχ ὥσπερ οἱ Τρῶες “ πεφυζότες ἠύτε νεβροί ” (Il. 22. 1)· φιλάλληλον γὰρ καὶ αἰδέσιμον τὸ Ἑλληνικὸν. εὔχονται γοῦν θεοῖς καὶ ἀλλήλους παρακαλοῦσιν.

347. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο] ἀπὸ μετοχῆς εἰς [*](6. τῷ Α Β: πρώην ‖ 13. φεύγουσι post ξ. del. W ‖ τῆ ῥώμῃ B: τήν ῥώμην ‖ 15. Α. θηρίον ὃ γὰρ ἔ. θηρίον ‖ 24. ἐπιστροφὴν ut Β)

280
ῥῆμα μετέβη, ὡς τὸ “ἰοῖσίν τε τιτυσκόμενοι λάεσ〈σ〉ί τʼ ἔβαλλον ” (Il. 3. 80).

[*](Β=)

348. ἀμφιπεριστρώφα] οὐ περιττὴ ἡ ἑτέρα πρὁθεσις, ἀλλʼ ἐναργῶς δείκνυσι τὴν ἐν ταὐτῷ γινομένην συνεχῆ τοῦ Ἕκτορος ἐπιστροφήν, ζητοῦντος κατὰ ποῖον εἰσελάσει τοὺς ἵππους μέρος.

[*](Α+ Β—)