Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

268. ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν] τοῦτο καὶ τὴν φιλαδελφίαν δείκ- νυσι τῶν Αἰάντων, καὶ τὸ μέγεθος τῆς ἀσπίδος 〈τῆς ἄμφω〉 περι- [*](Β=) λαμβανούσης. §. 〈γράφεται〉 “ὕπαιθʼ ἔφερεν,” ὅ ἐστιν ἔμπροσθεν.

[*](A Β=)

269. παπτήνας] βραχεῖα διαστολὴ εἰς τὸ “παπτήνας·” ἡδὺς δὲ ὁ λόγος καὶ τὸ σχῆμα.

[*](Α=)

270. βεβλήκει] Ἀρίσταρχος διὰ τοῦ “βεβλήκοι.”

[*](Β +)

274. Ὀρσίλοχον μὲν πρῶτα] 〈τοὺς τῶν Τρώων νεκροὺς ἀεὶ ἀριθ- μεῖ καὶ νῦν,〉 τοὺς δὲ τῶν Ἑλλήνων οὐ κατέλεξεν.

[*](A +)

276. Ἀμοπάονα] ψιλωτέον· κύριον γάρ ἐστιν.

[*](Β=)

279. Τρώων ὀλέκοντα φάλαγγας] πλῆθός τι δηλοῖ τῶν ἀναιρου- μένων.

[*](Β=)

281. Τεῦκρε, φίλη κεφαλή] εἰς εὔνοιαν αὐτὸν διὰ τῆς φιλίας ἐπάγεται, καὶ τοῦ πατρὸς ὑπομνήσας καὶ τῆς ἡγεμονίας, ὅπως μὴ ἀνάξιος ὀφθῇ τούτων· καλὴ δὲ καὶ ἡ παράτασις τοῦ “βάλλε.”

[*](Β=)

Τελαμώνιε, κοίρανε λαῶν] “πατρόθεν ἐκ γενεῆς—πάντας κυδαίνων” (ll. 10. 68).

[*](Β=)

282. αἴ κεν τι φόως Δαναοῖσι] λεληθότως καθʼ Ἕκτορος αὐτὸν ὁπ- λίζει· ὅθεν κἀκεῖνος συνείς φησι “τοῦτον δʼ οὐ δύναμαι βαλέειν᾿᾿ (299).

[*](Α Β=)

283. ὅ σʼ ἔτρεφε] τὸ “ὅ ᾿᾿ ἀντὶ τοῦ ὅς. §. πανταχόθεν δὲ αὐτὸν [*](Β=) προτρέπει, ὡς καὶ τὸν πατέρα καὶ τοὺς Ἕλληνας εὐεργετήσοντα.

[*](Β=)

284. καί σε νόθον περ] οὐκ ὀνειδίζει ἀλλʼ ἐπαινεῖ, ὅτι διὰ 〈τὴν τοῦ〉 τρόπου χρηστότητα καίπερ νόθος ὢν οὕτως ἐτράφη. ἄλλως τε διδάσκει, ὅτι οὐκ ἔστιν ὄνειδος τὰ ἴδια ἀκούουσιν. ἀλλʼ οὐδὲ ὄνειδος [*](13, 18, 32. supplevi ex Β ‖ 14. suppl. ‖ ῦπαιθα ut Β ‖ 18. πρῶτον ‖ 32. οὐχ)

277
ἦν ἡ νοθ〈ε〉ία παρὰ τοῖς παλαιοῖς. πολεμεῖ δὲ 〈πρὸς〉 τοὺς ὁμο- φύλους νικώμενος τῇ φιλαδελφίᾳ.

καί σε νόθον περ] παρὰ Ζηνοδότῳ οὐκ ἦν· ἠθέτει δὲ καὶ Ἀρι- [*](Α+) στοφάνης.

289. πρώτῳ τοι μετʼ ἐμέ] φιλαληθῶς πρὸς πίστιν· ἐντεῦθεν νό- μος, τοὺς ἀριστεῖς γέρας δέχεσθαι.

290. ἢ τρίποδα] διαζευκτικὸς ὁ “ἤ,᾿᾿ ὡς τὸ “ἠ〈ὲ〉 δύω ἠὲ τρεῖς [*](Α=) ἄνδρας ἔρυσθαι” (Od. 5. 484).

291. *γυναῖκα] Ζηνόδοτος “Ἰόπη〈ν〉.”

ὁμὸν λέχος εἰσαναβαίνοι] ἀρίστην,ἣν ἀξιώσεις καὶ γαμετὴν κτᾶσθαι.

[*](Β =)

293. τί με σπεύδοντα] παρʼ Ὁμήρῳ κακοπαθοῦντα.

[*](Β +)

296. δεδεγμένος ἄνδρας ἐναίρω] αἱ Ἀριστάρχου διὰ τοῦ γ, Ἡρω- [*](A+ B-) διανὸς διὰ τοῦ χ· καί φησιν, ὅτι εἰρωνευόμενός φησιν ἀντὶ τοῦ ‘δεξιούμενος αὐτούς.ʼ δέχεσθαι γάρ ἐστι τὸ δεξιοῦσθαι.

τόξοισι] βέλεσιν· “συναίνυτο καμπύλα τόξα πεπτεῶτα ” (Il. 21. 502).

297. *τανυγλώχινας] μακρὰς καὶ ὀξείας γωνίας ἔχοντα, ὅ ἐστιν ἀκίδας.

299. κύνα] διὰ τὸ θρασὺ καὶ πολύλαλον· “ἐξ αὖ νῦν ἔφυγες [*](Α= Β—) θάνατον, κύον” (Il. 11. 362)· “ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου” (338).

304. ἐξ αἰσύμνηθεν] “Αἰσύνηθεν” διὰ τοῦ ν· καὶ ἡ Ζηνοδότου καὶ [*](Α-) ἡ Ἀριστοφάνους “ἐξ Αἰσύμηθεν,” ἴσως τῆς Νίρεως Σύμης (Il. 2. 671) οἳ δὲ “αἰσύμνηθεν” ἀπὸ βασιλικοῦ γένους.

*ἐξ Αἰσύμηθεν] ἀπὸ Αἰσύμης πόλεως Θρᾴκης.

306. μήκων δʼ ὣς ἑτέρωσε] ὅλον ὅλῳ παραβέβληται· ἔστι δὲ διά- [*](ΑΒ=) κενος ὁ μήκων· διὸ βαρεῖται. ἔστι δὲ κοινὸν τὸ “ κάρη βάλεν.ʼ”

307. καρπῷ βριθομένη] λείπει τὸ ἐστίν· οὐ γὰρ ἐκδέχεται ὁ [*](Β=) Νικάνωρ τὴν μετοχὴν ἀντὶ ῥήματος.

*νοτίῃσί τε εἰαρίνῃσιν] βαρύνεται γὰρ ψεκάσιν.

νοτίῃσί τε εἰαρινῇσιν] εἰ γὰρ μὴ ἦν ὑγρά, οὐκ ἂν ἐπεκάμφθη ἀλλ’ [*](Β=) ἐκέκλαστο.

[*](1. πρὸς suppl. W ‖ ὁμοφύλους Β: ἀλλοφύλους ‖ 3. νόθος ‖ 12. ἡρωδιανοῦ ‖ 17. γωνίας scripsi cf. Et. M. s. v. γλωχίν: γλωχῖνας Apoll. Soph., γωνιώσεις D, γωνιώδεις ‖ 22. ἡ A: αἱ ‖ Ἀρίσταρχος Αἰσύμνηθεν καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους Α ‖ 27. ὁ Α Β: ἡ ‖ 28. ἐκδέχεται Β: ἀναδέχεται ‖ 30. βαρύνεται scripsi: δρ legi ‖ 32. ἐκέκλαστο Β: ἐκλᾶτο)
278