Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

233. ἄνθʼ ἑκατόν τε] τὸ πλῆρες ἄντα οὐκ ἀντί, ὡς ἀρέσκει τῷ Ἡρωδιανῷ.

[*](Α+)

235. Έκτορος, ὃς τάχα νῆας ἐνιπρήσει] ἥττονα〈ἄν〉 φησιν ὀνειδισ- μὸν Ἀρίσταρχος εἶναι, εἰ οὕτως ἐγέγραπτο “ Ἕκτορος, ᾧ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει,” περισσῶς δέ· ὡς γὰρ ἐκεῖνοι ἀοριστωδῶς ἔλεγον, οὕτως ἔδει καὶ τοῦτον ἀοριστωδῶς.

πυρὶ κηλέῳ] καθʼ ὕφεσιν τοῦ ι γέγονεν· τὸ γὰρ τέλειόν ἐστι κηλείῳ.

[*](Β-)

236. Ζεῦ πάτερ] διὰ τῆς ἀναφωνήσεως καὶ ὀνειδίζει καὶ ψυχα- γωγεῖ, τὴν αἰτίαν εἰς θεοὺς ἀνάγων. οἰκειοῦται δὲ τὴν συμφοράν, ὅπως κατᾴδῃ παρακαλῶν. ἄλλως τε “τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται— τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων” (Il. 4. 415).

237. καί μιν μέγα κῦδος ἀπηύρας] “καί μιν ἀπηύρας” Ἀττικῶς, ὡς καταφρονεῖ με, ἀντὶ τοῦ “εἰργάσω ἄλλον τινὰ τῶν βασιλέων οἷα ἐμέ;ʼ

*μὶν—ἀπηύρας] ἀπηύρας αὐτόν.

[*](Α+ Β=)

239. νηὶ πολυκληῖδι—ἐνθάδε ἔρρων] φθοράν, οὐ πλοῦν ὀνομάζει τὴν ὁδόν.

[*](Β=)

240. βοῶν δημὸν καὶ μηρίʼ ἔκηα] διὰ τούτων παιδεύει ἡμᾶς καὶ ἐπὶ [*](Α+) ξένης θύειν. §. “δημόν” δὲ στέαρ π⌈ι⌋μελήν, παρὰ τὸ δαίω τὸ καίω.

[*](Β+)

242. τόδε 〈πέρ〉 μοι—κρήηνον ἐέλδωρ] ὡς Ἕλλην οὐκ ἀφίσταται τῆς εἰς θεοὺς ἐλπίδος.

[*](1. supplevi ex Β ‖ 1, 2. λανθάνομεν ‖ 2. τῶν προγεγονότων Β: τὰ προγε- γονότα ‖ 3. ἀποστρέψῃ W; διατρέψῃ Β, διαστρέφῃ ‖ 4. ὅτε Β: ποτὲ ‖ 5. ἡμεν Β: ἡμῖν ‖ 6. κύλικας ut Β ‖ 9. καὶ ἀτυχοῦν Β: μετʼ αὐτόν ‖ 13. supplevi ex Α ‖ 14. Α: ἕως ‖ 15, 16. ἐκεῖνος—ἔλεγεν: corr. Lehrs ‖ 16. ἀοριστωδῶς Lehrs: ἀορίστου ἔθει ‖ 21. καταιδῇ: corr. ‖ 29. novavit rec. ‖ 30. Ἕλλην Β; Ἑλληνικὸς)
275

243. αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν] ἐλεεινὸν ἡ παρʼ ἐλπίδα [*](Β=) ἀπόδοσις. πάλαι μὲν εὐχόμεθα περὶ νίκης, νῦν δὲ περὶ σωτηρίας αἰτοῦμεν.

245. *δακρυχέοντα] καὶ ὅτι ἐδάκρυσεν Ἀγαμέμνων, νῦν ἐσή- [*](Β=) μανεν.

246. * νεῦσε] ὑπὲρ ἀναπαύσεως τοῦ ἀκροατοῦ.

*ἀπολέσθαι] “ἀπολεῖσθαι.”

247. αἰετὸν ἧκε] οἳ μέν φασι τικτομένου τοῦ Διὸς τεχθῆναι καὶ [*](Α Β -) τὸν ἀετόν· οἳ δὲ καὶ ἐν τῇ γιγαντομαχίᾳ αἴσιον τῷ Διὶ γενέσθαι. διὸ ἱερὸς αὐτοῦ ἐστιν· εἴρηται δὲ ἀετὸς παρὰ τὸ ἀεὶ ἐτεὸν αὐτὸν εἶναι, ὅ ἐστιν ἀληθῆ. “τελειότατον” δὲ “πετεινῶν” ἤτοι τὸν ἐπιτελεστικώτατον, ἐπεὶ Διός ἐστιν, ἢ τὸν μείζονα· ὁ δὲ νεβρὸς τοὺς κατεπτηχότας δηλοῖ Ἕλληνας, καὶ ὁ κοινὸς βωμὸς τὴν κοινὴν ἄποσιν ἀπὸ τοῦ Διὸς σωτηρίαν· ἄδειαν γὰρ τοῖς καταφεύγουσιν ὁ βωμὸς πορίζεται. ὅτι δὲ κοινός, καὶ τῷ “πανομφαίῳ” δηλοῖ, οἷον ἀπὸ πάσης φωνῆς καὶ γλώττης τετιμημένῳ. ὀμφὴ γὰρ ἡ φωνή.

248. νεβρόν] τὸ〈ν〉 νεωστὶ βορὰν δεχόμενον εὔχυμόν φασι γενό- [*](Β-) μενον σαρκοφαγεῖσθαι ὑπʼ ἀετοῦ νεβρόν. §. 〈ἀεὶ ἐτεός〉 αἰετός ἀετός.

249. πὰρ δὲ Διὸς βωμῷ] καλὸν τὸ ἔσω γενέσθαι τὸ σημεῖον. ἦ [*](Β=) γὰρ ἂν ἰδόντες Τρῶες πλέον ἐθάρρουν.

250. πανομφαίῳ] τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον αὐτός [*](ΑΒ -) ἐστιν ὁ ἀήρ, ὅθεν ἡ φωνή· ὀμφὴ δὲ ἡ φωνή, ἡ τὸ ὂν φαίνουσα. ἢ ὅτι ἐπὶ τῇ Ὀδυσσέως νηί. ὅπου ἡ ἀγορά (Il. 11. 807), διὰ τὰς γινο- μένας ἐξ αὐτῆς φήμας, ἢ ὅτι φησὶν “ἢ ὅσσαν ἀκούσῃς ἐκ Διός” (Od. 1. 282).

251. οἳ δʼ ὡς οὖν εἴδον, ὅτʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις] ἐπὶ 〈γὰρ〉 [*](Β +) τοῖς Ἀγαμέμνονος λόγοις γέγονεν· διὸ φανερὸν ἦν τοῖς Ἕλλησιν.

252. οἳ δʼ ὡς οὖν εἶδον—ὄρνις, μᾶλλον ἐπὶ Τρώεσσι θόρον] ὅτι καὶ [*](Β=) πρώην ἦσαν πρόθυμοι ἐκ τῶν Ἀγαμέμνονος παρορμήσεων. μᾶλλον δὲ ἐθάρρησαν τοῦ σημείου πεφηνότος.

253. οὔ τις πρότερος—εὔξατο Τυδείδαο] τελευταῖος γὰρ ὑποχω- [*](Β=) ρῶν πρῶτός ἐστιν εἰς ὑποστροφήν· ἄλλως τε καὶ παρώξυ〈ν〉- [*](1. ἐλπίδας ut Β ‖ 11. ante ἀ. omisi αἴσιον καὶ ut Α Β ‖ 12. ἐπιτελε- στικώτατον Α: τετελεστικώτατον ‖ 17. βορᾶς: corr, W εὔθυμον ‖ 18. σάρκα φάγεσθʼ ἀετοῦ νεβρὸς ‖ supplevi ex Et. Μ. et D, cf. schol. 247 ‖ αἰετοῦ ἀ. ‖ 23. ἐπί W ἐν ‖ 24. ἀκούσεις ‖ 26. ὄρνιν ‖ supplevi ex Β ‖ 32. ὑπ. Β: ἐπιστροφήν)

276
ται ὑφ᾿ Ἕκτορος. δείκνυσιν οὖν, ὅτι τοῖς κεραυνοῖς εἴκ εν. Ὀδυσσεὺς δὲ πολέμιον ὁρῶν τὸν Δία οὐ πιστεύει ταῖς αἰφνιδίοις μεταβολαῖς.

[*](Β=)

257. ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους] ὅτι εὐθέως ἐτράπησαν Τρῶες· ἐν δὲ τῇ τηλικαύτῃ τροπῇ οὐδεὶς Ἕλλήνων πλήττεται.

[*](Β=)

261. τὸν δὲ μετʼ Ἀτρεῖδαι—τοῖσι δʼ ἐπʼ Ἄἴαντες] τὴν μὲν φυγὴν τῶν Ἑλλήνων ἀπήγγειλεν οὐ πολλὰ διελθὼν ὀνόματα, νῦν δὲ εἰς τὴν μάχην ἐπιστρέφων αὐτοὺς τῶν πλείστων Ἑλλήνων μέμνηται.

[*](Β=)

266. Τεῦκρος δʼ εἴνατος ἦλθε, παλίν〈τονα〉 τόξα 〈τιταίνων〉] διῄρηκεν ὡς μέλλων περὶ αὐτοῦ λέγειν. ἔνδον δέ ἐστιν Ὀδυσσεὺς ὀτρύνων διʼ Ἀγαμέμνονα· ἀλλʼ ⌈οὐδὲ⌋ Θόαντος μέμνηται, καὶ οὐ πάντως ἐστὶ δειλός (cf. Il. 7. 168).

[*](Β=)