Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

199. * σείσατο] Ζεὺς δὲ νεύματι μόνῳ σείει τὸν Ὄλυμπον.

[*](1. τείνει scripsi: τὸ ‖ 2. γὰρ ante στρ. ut Β: omisi ‖ 5. φερόμεθα ‖ 6. ἔχει πρὸς ‖ 7. ἑνὸς Β: τινὸς 10. τρωσὶν ‖ 12. κλητικὴν Β: χρῆται ‖ βραχεῖα διαστολή Β ‖ 27. supplevi ex Β)
272
[*](Β+)

σείσατο δʼ εἰνὶ θρόνῳ] γυναικεῖον ἦθος ὑπογράφει 〈διὰ) τῆς Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ ἠρεμεῖ δὲ τὸ στόμα ὑπὸ τῆς ὀργῆς, καὶ τὸν ὁμότιμον Διὶ Ποσειδῶνα διεγείρει. καὶ νῦν μὲν μέχρι λόγων προέρχεται.

[*](Β=)

201. ὢ πόποι ἐννοσίγαιε] παροξύνει αὐτὸν διὰ τῶν ἐπιθέτων, ἰσό- τιμον αὐτὸν ἀποφαίνουσα τῷ Διὶ καὶ ἀξιόμαχον.

[*](Β=)

οὐδέ νυ σοί περ ὀλλυμένων Δαναῶν] ἠθικῶς τῶν ἄλλων φησὶ θεῶν ἀμελούντων τοῦ Ἑλληνικοῦ οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς.

[*](B-)

203. οἳ δέ τοι—δῶρʼ ἀνάγουσιν] προτρεπτικὸν τοῦτο πρὸς τὴν βοήθειαν, ἵνα μὴ προκατάρχειν ἀμείβεσθαι δὲ μᾶλλον δοκῇ, εἰ καὶ τὸ “εἴποτέ τοι χαρίεντα” (Ιl. Ι. 39).

[*](ΑΒ-)

Ἑλίκη πόλις τῆς Ἀχαΐας, ὑπὸ σεισμοῦ ἠφανισμένη, ὅθεν καὶ Ἑλικώνιος ὁ Ποσειδῶν· καὶ Αἰγαὶ νῆσος πλησίον Εὐβοίας.

*ἀνάγουσι] ἀντὶ τοῦ 〈ἀν〉άξουσι.

[*](B+)

204. *σφίσι βούλεο νίκην] ἠθικῶς· οἷον, εἰ θελήσειας, δύνασαι κρατῆσαι.

[*](Β=)

206. καὶ ἐρυκέμεν] ὧδε στικτέον· καὶ ἑξῆς, “εὐρύοπα Ζῆνʼ 〈αὐτοῦ κεν ἀκάχοιτο)·” οὐ γὰρ εἰκὸς ἐπιβουλεύειν Διὶ τὴν πρώην κολασθεῖσαν· ἐμφαίνεται δὲ καὶ θρασὺς θυμὸς γυναικεῖος θρασύτερον τῶν ὑπερεχόντων καταφρονῶν.

[*](ΑΒ+)

206, 207. *Ζῆν᾿· αὐτοῦ κ᾿ ἔνθʼ ἀκάχοιτο] ὅτι καὶ μεταξὺ συλ- λαβῆς στιγμὴ καὶ μετὰ συναλ〈ο〉ιφὴν καὶ ἐν ἀρχῇ στίχου.

[*](Α=)

*ἔνθʼ ἀκάχοιτο καθήμενος] Ζηνόδοτος “αὐτοῦ ἔνθα κάθοιτʼ ἀκα- χήμενος.”

[*](Β=)

208. *τὴν δὲ μέγʼ ὀχθήσας προσέφη] οὐκ ἔφη κοινῶς “τὴν δʼ ἡμείβετο,ʼ ἀλλὰ διὰ τοῦ σχετλιασμοῦ τὸ θράσος αὐτῆς ἀναστέλλει.

[*](Α+ Β=)

209. ἀπτοεπές] ἁπτομένη, ἢ ἀάπτους λόγους λέγουσα, ἢ ἀπτόητε· [*](Β=) διὸ καὶ “ποῖον τὸν μῦθον ἔειπες. §. ἀναπαύων δὲ ἡμᾶς τῆς διηγήσεως τῶν Ἑλληνικῶν ἀτυχημάτων παρεισάγει τὸν διάλογον τῶν θεῶν.

*ποῖον τὸν μῦθον] Ἀττικῶς τὸν ποῖον μῦθον.

[*](Β=)

210. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ— μάχεσθαι] πῶς οὖν αὐτὸς ἐναντιοῦται τῷ Διὶ ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ; ὁ πολὺς αὐτὸν ἀνέκλασε φόνος τῶν Ἑλλήνων.

[*](ΑΒ+)

213. τῶν δʼ, ὅσον ἐκ νηῶν ἀπὸ πύργου] τινὲς οὕτω τὸ ἑξῆς, ὅσον [*](1. supplevi ex Β ‖ 2. οὐχ ‖ 3. στόμα W: σῶμα ut Β ‖ 10. δοκοίη ‖ 11. τὸ ῶς ποτε ‖ 16. κροτῆσαι ‖ 17. Ζεύς ‖ 18. supplevi ex Β ‖ 29. post θεῶν sec. supra add. ἢ καθαπτομένη τοῖς λόγοις· διὸ καὶ δασεἱαν γράφει)

273
ἀπέεργεν ἡ τάφρος ἐκ τοῦ πύργου τῶν νηῶν, τουτέστιν ἐκ τοῦ πύργου τοῦ διὰ τὰς ναῦς γενομένου.

τῶν δʼ, ὅσον ἐκ νηῶν] τοῦτο δήλωσίς ἐστι τοῦ συνεληλάσθαι τοὺς [*](ΑΒ-) Ἕλληνας εἰς τὸ μεταξὺ τῆς τάφρου καὶ τοῦ τείχους στενόν, ὃ δὴ καὶ στεῖνος καλεῖ (476). τὸ δὲ ἑξῆς· ὅσον εἶχε διάστημα ἀπὸ τῶν νεῶν ἡ ἔξω τοῦ τείχους τάφρος, ἐπλήθυνεν ὁμοίως ἵππων τε καὶ ἀνδρῶν ἀποκλειομένων καὶ μὴ δυνηθέντων εἰσδραμεῖν 〈ἐν〉 τῷ τείχει, ἀλλὰ μηδὲ τολμήσαντος ἔξω τῆς τάφρου μεῖναί τινος. καὶ τὸ “ἵππκων᾿᾿ δὲ ἐπέτεινε δηλῶν τὴν στενοχωρίαν· ἔνιοι δὲ τὰ δύο διαστήματα πεπλη- ρῶσθαί φασι τότε, ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου. §. τὸ δὲ ἐξῆς· ὅσον δὲ ἡ τάφρος διώριζεν ἐκ τῶν νεῶν καὶ τοῦ τείχους τοὺς πολεμίους, τοῦτο ἐπεπλήρωτο· ἡ γὰρ “ἀηό” πρὸς τὸ “ἔεργε” καὶ λείπει ὁ καί, ἴν’ ᾖ ‘καὶ πύργουʼ §. ηνόδοτος [*](Α=) δὲ γράφει “τῶν δʼ ὅσον ἐκ νηῶν καὶ πύργου,” ὃ καὶ ἄμεινον.

*ἔεργε] γράφεται καὶ “ἔρυκε.᾿᾿

216. ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε] τοῦτο πρὸς μείωσιν τοῦ κλέους Ἕκτορος.

217. καί νυ κʼ ἐνέπρησεν] εἰς ἄκρον τοὺς κινδύνους εἴωθεν ἐξάγειν [*](Β=) ἀεί, καὶ ἐναγώνιον ποιήσας τὸν ἀκροατὴν τῇ προσδοκίᾳ εὐθὺς τὴν ἴασιν ἐπιφέρει.

*κηλέῳ] κᾶλον κάλειον κήλεον. σημαίνει δὲ τὸ καυστικόν.

[*](Α+)

218. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε] ἐν καταπλήξει γὰρ ἦσαν ἅπαντες᾿ [*](Β=) τοῦτο δὲ ἰάσατο ἡ Ἀγαμέμνονος προτροπή. δεῖ δὲ αὐτουργεῖν ἐν τοῖς δεινοῖς τοὺς ἄρχοντας.

221. πορφύρεον μέγα φᾶρος] κατὰ τὸ σιωπώμενον ἔλαβε τὸ [*](Β=) φᾶρος. ἐπισείων δὲ τὸ φᾶρος τῇ χειρὶ τῷ παραδόξῳ τοῦ σχήματος ἐπιστρέφειν πειρᾶται τοὺς ἔσω τείχους εἰσελθόντας.

222. * μεγακήτεϊ] μεγάλῃ· παρὰ τὸ κῆτος.

227. διαπρύσιον] διαπεράσιον διαπορεύσιμον.

228. αἰδώς, Ἀλργεῖοι—εἶδος ἀγητοί] οἱ τὰ μὲν παρὰ τῆς φύσεως [*](Β=) εὐποροῦντες, οἰκείᾳ δὲ κακίᾳ μειοῦντες· ὃ καὶ ἀλλαχοῦ “οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν” (Od. 17. 454). ἢ ὅτι οὐδέν ἐστι κάλλος δίχα δυνάμεως. §. τὸ δὲ “εἶδος ἀγητοί” θαυμαστοί· ἄγη γὰρ ἡ ἔκπληξις.

[*](5. εἶργε ‖ 6. ἡ ἔξω Β: ἡ ante τάφρος ‖ 7. καὶ μὴ Β: ἄμα μήτε ‖ sup- plevi ex Β ‖ 8. μήτε ‖ 16. κλέους scripsi: πολέμου ‖ 29. διαπεράσιον Et. M.: διαπερύσιον ‖ 30. οἱ Β: ὧ)
274
[*](Β=)

229. πῆ ἔβαν εὐχωλαί] λεληθότως 〈ὑπομιμνήσκει τοὺς〉 λαθομέ- νους τῶν προγεγονότων· πιθανῶς δὲ συμπεριέλαβε καὶ ἑαυτόν, ἵνα μὴ ἄντικρυς αὐτοὺς ἀποστρέψῃ.

[*](Α- Β=)

230. ὁπότʼ ἐν Λήμνῳ] τὸ “ὁπότε” ἀντὶ τοῦ ὅτε· οὃ δὲ εἰς τὸ “Λήμνῳ” στίζουσιν, λείποντος τοῦ ἦμεν. δείκνυσι δέ, ὡς ἀβέβαιος ἡ παρὰ κύλικι ὑπόσχεσις.

[*](Β=)

231. ἔσθοντες κρέα πολλὰ—πίνοντες κρητῆρας] πρῶτος ἔγραψε στράτευμα μεθύον καὶ μεγαλορ〈ρ〉ημονοῦν Ὅμηρος, εἶτα σῶφρον καὶ ἀτυχοῦν.

*ὀρθοκραιράων] κ〈ρ〉αῖρα ἡ κεφαλή.

[*](ΑΒ+)