Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

436. ἄκριτον ἐκ πεδίου] ἐν τῇ Ἀριστοφάνους “ἐν πεδίῳ,” καὶ [*](A +) μήποτε ἄμεινον οὕτως.

443. οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ] τὴν ἀγορὰν [*](A+) τῶν θεῶν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ αὐτὸς Ἀρίσταρχος.

οἱ δὲ θεοὶ πὰρ Ζηνί] τοῦτο εἰς ἀξιοπιστίαν τοῦ ἔργου καὶ ἀναιρῶν ὃ ἐπλάσατο.

445. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων] ἀναιρῆσαι τὸ πλάσμα τοῦ [*](B=) τείχους σπουδάζων ὁ ποιητὴς ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πορίζεται εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ ἥρμοττεν ἡ κατηγορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων τῶν Ἕλλήνων τῷ Τρωικῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ—ἦ [*](3. post ῥέοντος add. sec. ἄκαλον γὰρ παρὰ τοῖς παλαιοῖς τὸ ἥσυχον ‖ 18. post φωτός add. sec. οἱονεὶ λυκόφως τι ὂν τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες ut A B2 ‖ 22. αὐτῶν B: αὐτὸν)

256
γὰρ ἂν εἶπεν ἡ Ἥρα “εἴη κεν καὶ τοῦτο τεὸν ἔπος” (Il. 24. 56)— Ποσειδῶν δὲ Ἑλληνικὸς ὢν θεὸς δοκεῖ ἀπαθῶς τῶν Ἑλλήνων κατηγορεῖν.

[*](B=)

447. καὶ μῆτιν ἐνίψει] λέξει, ἀνακοινώσεται διὰ θυσιῶν συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν εἰ δεῖ ἐγχειρεῖν ἔργοις ἢ οὔ.

ἐνίψει] τινὲς ἀπὸ τοῦ ἐνισπήσει ἢ λοιδορήσει.

450. οὐδὲ θεοῖσι δόσαν] ἠθικὸν μὴ συγκαταλέγειν ἑαυτόν, ὡς τὸ “ὅστις ἔτʼ ἀθανάτοισι” (447). παιδεύει δέ, ὅτι καὶ προσφιλὴς ὢν τοῖς Ἕλλησιν ὁ θεὸς οὐ νέμει συγγνώμην, οὐδὲ Ἀθηνᾶ, Ἀπόλλων δὲ σιωπᾷ· ἦ γὰρ〈ἂν〉εἶπεν Ἥρα “εἴη κεν καὶ τοῦτο τεὸν ἔπος (ll. 24. 56)·” Ἕλληνες δὲ πρόφασιν ἔχουσι τὸ ἐπὶ τῇ τῶν νεκρῶν ταφῇ τὸ τεῖχος ἐγεῖραι.

[*](B=)

451. τοῦ δʼ ἤτοι κλέος ἔστα.] ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην τὸ τεῖχος ἀοίδιμόν ἐστιν, οὐ δομηθὲν τοῖς Ἕλλησιν ἀλλʼ [*](B=) Ὁμήρῳ γενόμενον ἕνεκεν τῆς ἐπʼ αὐτῷ μάχης. §. διὰ δὲ τοῦ “ὅσην τʼ ἐπικίδναται ἠώς” ὑπερβολικῶς καὶ τὴν ἀοίκητον περιέλαβεν.

[*](A=)

ὅσον τʼ ἐπικίδναται] “ὅσην” Ἀρίσταρχος· Ζηνόδοτος “ὅσον.”

[*](A-)

453. ἥρῳ Λαομέδοντι] καὶ “ἥρῳ Δημοδόκῳ” (Od. 8. 483) καὶ “ἦλθεν Ἄρῃ ἐπίκουρος” (Il. 21. 431). §. τὸ δὲ “πολίσσαμεν ἀντὶ τοῦ περὶ τὴν πόλιν ᾠκοδομήσαμεν.

455. ἐννοσίγαιʼ εὐρυσθενές] κατὰ γὰρ Θαλῆν ὕδατι ὀχεῖται ἡ γῆ· ὅθεν καὶ χάσματα γίνεται.

464. ὡς οἳ μὲν τοιαῦτα] παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν ‘ὡς οἳ μὲν πονέοντο,’ εἶτα εὐθὺς “δύσετό τʼ ἠέλιος” (465).

[*](AB=)

466. βουφόνεον] βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς—ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν—ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα- σκευήν.

[*](B=)

467. νῆες δʼ ἐκ Λήμνοιο] ἐπιτηδείως ἐδήλωσε πόθεν αὐτοῖς ἡ χορηγία ἦν.

468. Ἰησονίδης Εὔνηος] ὅτι καὶ τὰ Ἀργοναυτικὰ οἶδεν· οἰκεία δὲ Εὐνήῳ ἡ ἐμπορία καὶ πρὸς ὁμοφύλους γινομένη.

471. μέθυ, χίλια μέτρα] ἀντὶ τοῦ μέθυος, ὅ ἐστιν οἴνου.

[*](B=)

475. ἄλλοι δʼ ἀνδραποδεσσι] οὐ περισπούδαστος γὰρ ἡ τῶν [*](6. ἐνισπείσει ‖ 17. ὅσην A: οὕτως ‖ Z. τόσον cf. A ‖ 19. Ἄρῃ W: Ἄρει ‖ 22. γράφεται: corr. ex Et. M. p. 223, 3 W)

257
ἀνδραπόδων κτῆσις. §. γράφεται καὶ “ἀνδραπόδοισι.” §. νεωτερικὸν τὸ [*](A -) τῶν ἀνδραπόδων ὄνομα· διὸ καὶ ἠθέτητο ὑπὸ Ἀριστάρχου.

[*](A +)

* θάλειαν] ἡδεῖαν.

479. σμερδαλέα κτυπέων] προκινεῖ 〈καὶ ἀγωνιᾶν ποιεῖ〉 τὸν [*](B=) ἀκροατὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής.

480. χαμάδις χέον] καλῶς τὸ “χέον,” ἐπεὶ μὴ προσίεται τὴν [*](B =) σπονδὴν ὁ Ζεύς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου (Il. 3. 296).

481. πρὶν λεῖψαι] πρὶν ἤ, ὡς τὸ “μὴ πρὶν παῤ νηῶν —πρὶν πυρί” [*](B-) (Il. 14. 46).

* ὑπερμενέι] ὡς καταιβάτῃ.

482. κοιμήσαντο] ἀνεκλίθησαν, ὡς “Εὐρυνόμη δʼ ἄῤ ἐπὶ χλαῖναν [*](A + B=) βάλε κοιμηθέντι” (Od. 20. 4).

ὕπνου δῶρον ἕλοντο] δῶρον ὕπνου τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωμα- [*](AB=) τοειδὴς ὕπνος δωρεῖται.

Τὴν ῥαψῳδίαν κόλον μάχην καλοῦσιν· συντέμνει γὰρ τὴν διήγησιν [*](AB=) συναχθόμενος τοῖς Ἀχαιοῖς.

1. κροκόπεπλος] ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. §. τὸ δὲ [*](A=) “ῥοδοδάκτυλος” ἐναντίον· ποιητικὴ δέ ἐστι περίφρασις, ὡσεὶ εἶπεν [*](A=) ‘ἡμέρα μὲν γέγονεν.’

ἐκίδνατο] ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφ᾿ [*](A=) ἓν φωτίζεται.

2. Ζεὺς δὲ θεῶν ἀγορήν] εἰκότως νῦν ἄρχεται συμμαχεῖν Τρωσὶν [*](B=) ὁ Ζεύς, ὁπότε τῆς παραβάσεως δίκας ἀπέτισαν Διομήδει καὶ Πάνδαρος ἀνῃρέθη καὶ Τρῶες ὡμολόγησαν τὴν παράβασιν διʼ ὧν πέμπουσιν Ἰδαῖον ἀπολογούμενοι τοῖς Ἕλλησιν. αὔξει δὲ τὰ Ἑλλήνων ὁ ποιητής, εἴγε καὶ ἐκκλησίας ἐδέησε τῷ Διὶ ἔν τε τοῖς ἑξῆς καὶ κεραυνῶν πρὸς τὴν ἧτταν αὐτῶν. καὶ ἐν ἄλλοις μὲν γὰρ ποιεῖ ἐκκλησιάζοντας τοὺς θεούς, ἀλλʼ ἁπλούστερον, ἐνταῦθα δὲ Ζεὺς συνάγει καὶ πρωτολογεῖ, τόπος τε ἀποδείκνυται τῇ ἀγορᾷ, ὡς δὴ περὶ μεγάλων καὶ ἀναγκαίων. δηλοῖ δὲ καὶ ἡ ἕωθεν ἀγορὰ τὸ παν- νύχιον αὐτὸν περὶ αὐτῆς ἐσκέφθαι· ἄλλως τε καὶ προεῖπε “παννύ- [*](4. suppl. W ex B ‖ 10. καταιβάτην ‖ 12. βάλλε ‖ 15. addidi: θῆτα ὁμήρου ῥαψηδία textui inscriptum ‖ 16. κῶλον ‖ 18. ὀλίγου ‖ 32. αὐτῶν π. ‖ ἐσκεῦθαι)

258
χιος δέ σφιν κακὰ μήδετο” (Il. 7. 478). μέγα οὖν εἰ ἐν τοιούτῳ καιρῷ κἂν ἀντέσχον Ἕλληνες.

[*](B=)

* τερπικέραυνος] ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναντίους.

[*](A+ B=)