Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

398. ἀκὴν ἐγένοντο] στρατηγικῶς τέως Ἀγαμέμνων σιωπᾷ ἐπι- τρέπων τοῖς Ἀχαιοῖς τὸ πέρας, ὅπως αἰσχυνόμενοι μηδὲν ἄνανδρον εἴπωσι, καὶ ἵνα καταπλαγῶσι Τρῶες τῇ τῶν συμμάχων προθυμίᾳ.

[*](B=)

399. ὀψὲ δὲ δὴ μετέειπε —Διομήδης] ἀνέμενε γὰρ τὴν τῶν Ἀτρειδῶν γνώμην· ὡς πεποιθὼς δὲ τῇ ἀριστείᾳ ἀνέστη.

401. * Ἑλένην] ἐπιτατικῶς.

*γνωτὸν δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.

[*](B=)

402. Τρώεσσιν ὀλέθρου πείρατα] καὶ διὰ τὴν παράβασιν καὶ 〈διὰ〉 τὸ σπεύδειν ἐπὶ τὴν διάλυσιν Τρῶας.

404. μῦθον ἀγασσάμενοι] σύμψηφοι γίνονται τῇ καταθέσει· διό φησιν “ἤτοι μῦθον Ἀχαιῶν 〈αὐτὸς ἀκούεις〉” (406).

[*](A+ B=)

407. ὥς τοι ὑποκρίνονται] ἀποκρίνονται. ὅθεν καὶ ὑποκριτὴς ὁ πρὸς τὸν χορὸν ἀποκρινόμενος.

[*](A + B=)

408. ἀμφὶ δὲ νεκροῖσιν] μετὰ ὑποκρίσεως δεῖ ὑποστίζειν εἰς τὸ [*](B=) “νεκροῖσιν.” §. μεγαλοφυῶς δὲ οὐκ ἀποκρύπτει τὴν ἰδίαν γνώμην. ἠθικεύεται δὲ δοκῶν αὐτοῖς χαρίζεσθαι.

[*](B=)

409. οὐ γάρ τις φειδῶ νεκύων] οὐδὲν γὰρ κέρδος τοὺς τῶν πολεμίων νεκροὺς ἀτάφους εἶναι.

[*](A- B=)

ἄλλως: οὐ γάρ τις φειδώ] Ἀττικὴ ἡ σύνταξις· οὐ γάρ τις φειδὼ γίνεται τοῖς τεθνεῶσι νέκυσι χαρίζεσθαι τοῦ πυρός· τοῦτο γὰρ δηλοῖ τὸ “μειλισσέμεν,” ἐπεὶ γλυκεῖα ἡ χάρις. οὕτως ἔχει καὶ τὸ “μηδέ τι μ᾿ αἰδόμενος μειλίσσεο” (Od. 3. 96), ἀντὶ τοῦ χαρίζεο.

[*](B=)

411. ὅρκια δὲ Ζεὺς ἴστω] ἢ τὰ νῦν περὶ τῶν νεκρῶν, ἢ τὰ πρότερα ἃ παρέβησαν, ἵνα ἐκδειματώσῃ τοὺς Τρῶας.

412. τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσι] μάρτυρας αὐτοὺς καλῶν.

[*](B=)

416. ἀγγελίην ἀπέειπε] ὅτι προσεδέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες.

[*](B=)

417. τοὶ δʼ ὡπλίζοντο μάλʼ ὦκα] οὐκ ἔδει γὰρ λόγων ἀλλʼ ἀντέχεσθαι ἔργου.

[*](3. ἤμην ‖ 14, 17. supplevi ex B ‖ 31. ἀνέχεσθε ‖ 32. ὅτι μὴ B, ὅπως μὴ)
255

421. νέον προσέβαλ〈λ〉εν ἀρούρας] καλῶς τῷ παρατατικῷ ἐχρή- [*](B=) σατο· κατʼ ὀλίγον γὰρ φωτίζει τὴν γῆν ὁ ἥλιος σφαιροειδῆ οὖσαν. §. “ἐξ ἀκαλαρρείταο” (422) δὲ ἐκ τοῦ πραέως ῥέοντος.

424. ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρ〈α〉 ἕκαστον] καὶ τοῦτο προσετραγῴδησεν.

426. δάκρυα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ δὲ τῶν [*](A - B=) Ἑλλήνων μόνον “ἀχνύμενοι” φησίν· πάλιν γὰρ τὸ μὴ λυπεῖσθαι ἀπαθείας ἦν.

427. οἳ δὲ σιωπῇ νεκροὺς—ἐπενήνεον] πληθυντικῶς ἐπὶ τῶν Τρώων.

οὐδʼ εἴα κλαίειν Πρίαμος] ἵνα μὴ κατάδηλοι τοῖς πολεμίοις [*](B=) εἶεν μαλακιζόμενοι.

428. πυρκαϊῆς ἐπενήνεον] οὕτως αἱ Ἀριστάρχου· αἱ δὲ Ζηνοδότου [*](A=) “πυρκαϊῇ·” καὶ ἔστι χαριέστερον, ὡς τὸ “ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν” (Il. 23. 165)· γράφεται δὲ καὶ “ἐπινήνεον,” καὶ ἔστιν Ἰακόν.

433. ἀμφιλύκη νύξ] παρὰ τὴν λύγην, ὅ ἐστι σκιάν· καὶ λυκόφως [*](AB+) τὸ μεταξὺ σκότους καὶ φωτός.

434. κριτὸς—λαός] εἰς αὐτὸ τοῦτο κριθεὶς τὰ περὶ τὴν πυρκαϊὰν [*](B=) ἐκπονῆσαι.

435. τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον] τὰ ἀνάξια τῆς ἡρωικῆς [*](B +) μεγαλονοίας παρατρέχει. καὶ οὐδεὶς αὐτῶν χειρωνακτῶν ὁρᾶται.