Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

4. θεοὶ δʼ ὑπὸ πάντες ἄκουον] ἡ “ὑπό” πρὸς τὸ “ἄκουον·” διὸ οὐκ ἀνα〈σ〉τρεπτέον τὴν πρόθεσιν, ἀλλὰ πρὸς τὸ πειθαρχικὸν 〈χρὴ νοεῖν〉· ὑπακούειν γάρ ἐστι τὸ τὰ λεγόμενα πράσσειν ἀκούοντας, ἑκόντας ἢ ἄκοντας.

[*](B=)

5. κέκλυτέ μευ, πάντες〈τε〉 θεοί] κοινοποιεῖται, ἵνα μὴ λυπήσῃ τοὺς [*](B=) Ἀχαιϊκοὺς〈διὰ〉τὴν ἀρετήν. §. τὸ δὲ “θέαιναι” δι᾿ Ἥραν καὶ Ἀθηνᾶν.

[*](B=)

7. μήτε τις οὖν θήλεια θεός] καὶ νῦν ἀπʼ αὐτῶν ἄρχεται, ὑπονοῶν τὰς περὶ Ἥραν· οἶδε γὰρ ταύτας ἀπειθούσας.

[*](B=)

θήλεια θεός] τὸ “θεός” κοινόν, ᾧ ἀντὶ τοῦ ἄρθρου παρέπλεξε τὸ “θήλεια” καὶ “ἄρσην.”

[*](AB=)

8. διακέρσαι] διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς μικρὰ διακεκομ- [*](B=) μένον. §. τὸ δὲ “ἐμὸν ἔπος” τὴν ἐμὴν ἐπαγγελίαν ἣν ὑπεσχόμην Θέ- τιδι. πρόθυμος δέ ἐστι δεικνὺς οἵους δεῖ περὶ τὰς ὑποσχέσεις εἶναι.

[*](B=)

9. *αἰνεῖτε] σπεύδει γὰρ ἐξαγαγεῖν Πάτροκλον καὶ τιμῆσαι Ἀχιλλέα.

[*](B=)

τελευτήσω τάδε ἔργα] ποῖα ἔργα; τὸ τιμῆσαι μὲν Ἀχιλλέα, πολλοὺς δὲ τῶν Ἑλλήνων ἀπολέσαι. πιθανῶς δὲ οὐκ ἐπεξηγεῖται ποῖα ἔργα.

[*](B=)

10. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν] τὸ ἑξῆς· ὃν ἂν ἐγὼ ἴδω τῶν θεῶν χωρὶς ἐμοῦ ἐλθόντα εἰς τὴν μάχην, θέλοντα Τρωσὶν ἢ Ἕλλησι βοηθῆσαι.

[*](A+)

* ἀπάνευθε] Ἀριστοφάνης “ἀπάτερθε” χωρὶς ἐμοῦ, δίχα ἐμῆς ἐπιτροπῆς.

11. * ἢ Τρώεσσιν —ἢ Δαναοῖσιν] τὸ κοινὸν οὐ λυπεῖ.

[*](A~ B -)

12. * ἄμεινον ὑποστίζειν εἰς τὸ “πληγείς,” καὶ ἔστιν ἀντὶ 〈τοῦ〉 κεραυνωθείς· καὶ “οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων, πληγέντε κεραυνῷ” (455).

[*](B=)

πληγεὶς οὐ κατὰ κόσμον] διδάσκει, ὡς οἱ παραβαίνοντες τὰ τῶν ἀρχόντων θεσπίσματα κολαστέοι εἰσίν.

13. *ἤ μιν] τὸ “ἤ” ἀντὶ τοῦ ἀλλά.

[*](3. post ἐναντίους add. sec. καὶ ὁ τρεπόμενος 〈corr. τερπόμενος〉 τοῖς κεραυνοῖς ‖ 5. supplevi ex B ‖ 9. supplevi ex B2 ‖ τὴν ἀρετὴν ante ἵνα 8. scriptum, cf. B2 ‖ 28. supplevi ex B)
259

ἐς Τάρταρον ἠερόεντα] ἐναντίος Ὀλύμπῳ ὁ Τάρταρος· ὃ μὲν γὰρ [*](AB=) “οὔτʼ ἀνέμοισι τινάσσεται οὐδέ ποτʼ ὄμβρῳ” (Od. 6. 43), ὁ δὲ Τάρταρος καὶ τετάρακται καὶ ψυχρὸς εἶναι δοκεῖ· καὶ γοῦν τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασίν· καὶ ὃ μὲν ὅλος καταλάμπεται, ὃ δὲ ἠερόεις ἐστίν.

14. ὑπὸ χθονός ἐστι βέρεθρον] οἱ Ἀττικοὶ βάραθρόν φασιν. §. πῶς δὲ [*](B=) μεσούσης 〈γῆς〉 κατενεχθήσεται εἰς Τάρταρον; ἢ ὅτι οἱ ἀπειλοῦντες [*](B +) πάντα δυνατὰ 〈ὑφίστανται πρὸς κατάπληξιν〉.

15. ἔνθα σιδήρειαί τε πύλαι] κολαστήριον γάρ ἐστι φυλάσσον [*](B=) τοὺς δεσμώτας· καὶ “πυλάρταο κρατεροῖο” (Il. 13. 415). οὐχ ἱστορεῖ δέ, ἀλλὰ φοβερὰν δείκνυσι τὴν ἄνοδον.

16. τόσσον ἔνερθʼ Ἀίδεω] ἔδει ‘τόσ〈σ〉ον ἔνερθʼ ἀπὸ γῆς·’ τάχα [*](B=) οὖν ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν. §. ὡς 〈τὰ〉 οὐράνια τρία δια- [*](A- B=) στήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ τῆς Διὸς ἀρχῆς, οὕτω καὶ ἀπὸ γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς Τάρταρον. δῆλον δέ, ὅτι οὐ σφαιροειδὴς ἡ γῆ κατὰ τοῦτον τὸν λόγον, ἀλλʼ ἐπίπεδος.

18. εἰ δʼ ἄγε πειρήσασθε] τῷ ἀποτόμως ἀπειλοῦντι καὶ τὴν [*](AB=) ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι, ‘εἰ βούλεσθε τὴν διαφορὰν γνῶναι, πειράθητε.’ μεγάλα δὲ ὄντα τὰ προστάγματα μείζοσιν ὑπερβολαῖς ἐπιστώσατο. §. τοῦτον δὲ καὶ τὸν ἑξῆς συνάπτει Νικάνωρ· εἰς δὲ τὸ [*](B=) “κρεμάσαντες” τελείαν τίθησιν.

ἵνα εἴδετε πάντες] ἢ συστολὰς ἢ ἐναλλαγὰς κλίσεων νομιστέον [*](A +) τὰ τοιαῦτα, ὡς τὸ “ὅθ᾿ ἥδεϊ λέξεται ὕπνῳ” (Il. 4. 131).

20. πάντες δʼ ἐξάπτεσθε θεοί] ταῦτά φησι δεικνύς, ὡς οὐ καθʼ [*](B -) ἕνα, συλλήβδην δὲ πάντων κρείττων· καὶ Ποσειδῶν, οὔ πως ἔστι “Διὶ Κρονίωνι μάχεσθαι ἡμέας τοὺς ἄλ⌈λους⌋” (210).

22. *Ζῆνʼ ὕπατον μήστωρα] δείκνυσιν οἷς δεῖ κοσμεῖσθαι τὸν [*](B=) ἄρχοντα, ῥώμῃ καὶ συνέσει.

*κάμοιτε] γράφεται καὶ “πάθοιτε.”

[*](A=)

23. ἀλλʼ ὅτε δὴ —πρόφρων 〈ἐθέλοιμι〉] 〈“ἐθέλωμι”〉 οὕτω διὰ [*](A+) τοῦ ω· Πτολεμαῖος δὲ ἀντὶ τοῦ πρόφρων “πρόσ〈σ〉ω” [γράφει].

[*](2. οὔποτ᾿ ἀ. ‖ οὐδέ ποτε δὲ ‖ scholio pr. hanc add. figu- αἰθήρ ram ut A ‖ 8. τὰ ἀδύνατα B ‖ suppl. W cf. B ‖ 12. ἔνερθεν ἀήρ ‖ 13. supplevi ex B ‖ 22. ὑποτελείαν coni. Friedl. ‖ 23. ᾆδης εἰδῆτε ‖ 24. ὅθεν ‖ 27. κρανίωνι ‖ 30. πάθοιτε A: πείθητε τάρταρος ‖ 32. supplevi ex A ‖ novavit pr.)
260
[*](B=)

24. αὐτῇ κεν γαίῃ ἐρύσαιμι] λείπει ἡ σύν, ὡς “αὐτῇσιν ῥίζῃσι” (Il. 9. 542). πιθανῶς δὲ οὐ μόνους εἶπεν ἀνασπάσειν θεοὺς ἀλλὰ καὶ τὸν περιέχοντα αὐτοὺς τόπον, τὸν Ὄλυμπον.

[*](B=)

25. περὶ ῥίον] ἵνα αὐτὸ δεσμεύσας ἐπαίρῃ, συνερριζωμένης αὐτῷ τῆς γῆς, τῇ δὲ γῇ τῆς θαλάττης.

26. * δείκνυσιν, ὅτι βέβηκεν ὁ Ὄλυμπος καὶ οὐκ ἔστι μετέωρος.

[*](B-)

27. περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων] ἔδει τὸ ἀσθενὲς προτάξαι· ἢ οὖν τὸ μέτρον αἴτιον· “ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης” (Od. 4. 45)· ἢ εὐτελίζων τοὺς θεοὺς 〈τοῦτό φησιν〉.

[*](A+)