Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

216. Ἕκτορι δʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν] τὴν κίνησιν καὶ ἀγωνίαν τῆς διανοίας ὑπέγραψε, τῶν δὲ σημείων τῆς δειλίας οὐδὲν παρέλαβεν, ὡς ἐπὶ τοῦ Ἀλεξάνδρου “ὦχρός τε μιν εἷλε παρειάς” (Il. 3. 35) καὶ ἐπὶ τοῦ Δόλωνος “ὑπὸ δʼ ἔτρεμε γυῖα” (Il. 10. 390), ἀλλὰ μόνον τὴν ἀγωνίαν· περὶ γὰρ ἀξιοπίστου προσώπου ἐστὶν ὁ λόγος αὐτῷ.

[*](B=)

217. ἀλλʼ οὔπως ἔτι εἶχεν ὑποτρέσαι] ὡς, εἴγε δυνατὸν ἦν, κἂν ἐφυγεν· ταῦτα δὲ 〈καὶ〉 περὶ τοῦ Ἴρου νόει.

218. χάρμῃ] κατʼ εὐφημισμόν, ἢ παρὰ τὸ κείρω κάρμη, ἢ παρὰ τὸ χαράσσεσθαι τὰ δόρατα.

[*](B=)

219. Αἴας δʼ ἐγγύθεν ἦλθε] ὅτι οὐ περιμένει τὸν προκαλε- σάμενον.

[*](B-)

220. ὅ οἱ Τυχίος κάμε τεύχων] δόξαν ἡμῖν ἀληθείας ἐμποιῆσαι θέλων τὸν τρόπον τῆς κατασκευῆς τὸν τεχνίτην τὴν πόλιν φησίν· [*](7. supplevi ex B ‖ 9. θαρσύνων ‖ 11. suppl. Lobeck Paralip.176 ‖ 16. προσώποις B: πρώτοις ‖ 27. supplevi ex B ‖ Ἴρου B: ἥρου ‖ 29. χαράσσεσθαι W: χαράσσασθαι)

247
πηρωθεὶς δὲ ἐκ Κολοφῶνος μετῳκίζετο εἰς Σμύρναν· μετὰ δὲ βίου ζήτησιν εἰς Κύμην μετοικιζόμενος ἐλθεῖν 〈λέγεται〉 εἰς Νέον τεῖχος —ὅπερ ἦν ἀποικία Κυμαίων—ὅπου μεταλαβὼν τῆς τοῦ σκυτέως Τυχίου φιλοφροσύνης ταῦτα περὶ αὐτοῦ φησιν· ὁπότε γὰρ περὶ ἥρωος δημιουργοῦ λέγει, ἱκανὸν προσθεῖναι καὶ μόνον τὸ ὄνομα, “ἥν ποτε τέκτων ποίησʼ Ἰκμάλιος” (Od. 19. 56)· πολλή τε αὐτοῦ ἀριστεία καὶ τοῦ φοροῦντος σπουδή, ὃς ἐκ Σαλαμῖνος ἧκεν εἰς Βοιωτίαν πρὸς τὸν ἄριστον ὁπλοποιόν.

222. σάκος αἰόλον] ποικίλον—διὸ “κάμε τεύχων” —ἢ εὐκίνητον· [*](B-) ἢ “αἰόλον” ἀντὶ τοῦ αἰόλως.

225. ἀπειλήσας δὲ προσηύδα] νωθής ἐστι, κινηθεὶς δὲ ἐνδείκνυται [*](B -) ὀργήν· τὴν δὲ καὶ πρὸ τῶν λόγων ἀπέδειξε τῷ σχήματι.

226. εἴσεαι οἰόθεν οἶος] οὐκ εἶπεν γνώσῃ οἷός εἰμι, κοινοποιεῖται [*](B=) δὲ ἅπαντα τοῖς φίλοις καὶ ἕνα ἐκ πολλῶν ἑαυτόν φησιν· οὐχ οἷος Ἕκτωρ “οἶδ᾿ ἐπὶ δεξιά. οἶδʼ ἐπʼ ἀριστερά” (238).

228. καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα—ἀλλʼ ὃ μὲν ἐν νήεσσι] ἐπί- [*](B=) τηδες καταπλήττει τὸν πολέμιον τῇ τοῦ κρείττονος προσδοκίᾳ, ὅπως μὴ εὔελπις ᾖ οἰόμενος τεθνάναι Ἀχιλλέα ἢ ἀποπεπλευκέναι.

230. * ἀπομηνίσας] Ἀρίσταρχος “ἐπιμηνίσας.”

231. * τοῖοι] ἀγαθοί.

[*](B +)

232. ἀλλʼ ἄρχε μάχης] βραδὺς γὰρ καὶ δεύτερος ὁ Αἴας ἀεί. [*](B-) ἅμα δὲ εὐτελίζει τὸ προπετές. ἢ εὐτελίζων αὐτόν φησιν, ὡς καὶ αὐτὸς “ἠύτε παιδὸς ἀφαυροῦ” (235) φησίν, ἢ ἵνα πλεονεκτῇ κἀν τούτῳ ὁ Ἕκτωρ.

235. μή τι μευ ἠύτε παιδός] συνεῖδε καὶ ὁ Ἕκτωρ ὅτι κατα- [*](B=) πλήττων αὐτὸν ἄρχειν ἐκέλευε τῆς μάχης.

238. οἶδ᾿ ἐπὶ δεξιά, οἶδʼ ἐνʼ ἀριστερά] ὁ Κάσ〈σ〉ιος “δεξιά” [*](B-) μὲν τὸ διώκειν, “ἀριστερά” δὲ τὸ φεύγειν· καὶ Ἀχιλλεὺς γάρ, φησί, ποδώκης καὶ ποδάρκης.

νωμῆσαι βῶν] τοῦτο ἐξήγησίς ἐστι τοῦ “σακέσπαλος.” §. “βῶν” δὲ ἀντὶ τοῦ ἀσπίδος.

[*](A +)

βῶν ἀζαλέην] αἱ Ἀριστάρχου “βῶν·” ἡ Ἀριστοφανεία “βοῦν·” [*](A-) ἡ Ῥιανοῦ “βῶ,” ὡς βορέαο “βορέω ὑπʼ ἰωγῇ” (Od. 14. 533)· ἐν τοῖς παλαιοῖς ἐγέγραπτο “βόν,” ὅπερ οὐκ ἐνόησαν οἱ διορθωταί.

[*](6. ὃν ποίησεν ‖ πολλῆ ‖ 7. post ἀρ. omisi μετῆλθεν ἀφικνεῖσθοι πρὸς αὐτὸν ‖ σπουδῇ: corr. W ‖ 33. ἡ ἠριανοῦ: corr. Hecker ‖ ὑπτωγῆ ‖ 34. βὼν: corr. Bekker)
248

239. τό μοι ἐστὶ ταλαύρινον] τὸ σάκος· πρὸς γὰρ τὸ συνώνυμον ἀπήντησεν, ὡς “νεφέλη δέ μιν —τὸ μὲν οὔποτε” (Od. 12. 74).

240. *ἐπαΐξαι] γράφεται καὶ “ἐπαΐσσειν.”

[*](A-)

241. δηίῳ μέλπεσθαι] αἱ Ἀριστάρχου “δηίων μέλπεσθαι.”

[*](B=)

ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλεμος. πολλὴν δὲ εὐχέρειαν ἐμφαίνει τῶν δεινῶν.

[*](B=)

242. ἀλλʼ οὐ γάρ σε θέλω βαλέειν —λάθρῃ] καίτοι πάντα τρόπον μάχης εἰδώς· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά.

[*](B=)

*τοιοῦτον] ἠθικῶς, μέγαν τε ὁρῶν καὶ θαυμαστόν.