Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

187. *ὅς μιν ἐπιγράψας] διχῶς ἡ γραφή.

189. γήθησε δὲ θυμῷ] ἀλλαχοῦ τὸ σῶμα, νῦν δὲ τὴν γνώμην αὐτοῦ ἐπαινεῖ. §. καλῶς δὲ οὐκ εἶπεν ἐμειδίασε· τοῦτο γὰρ 〈ἂν〉 εἰρω- [*](B+) νικὸν ἐπὶ τῶν φίλων ἦν· ἑξῆς δὲ καταπλήσσει τὸν πολέμιον.

192. δοκέω νικησέμεν] μέτριον καὶ Ἑλληνικόν· οὐχ ὡς ὁ Ἕκτωρ [*](B-) 〈γὰρ〉 περὶ τῶν ἀδήλων ὑπισχνεῖται “ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούς” (Il. 8. 182).

193. * ἀλλ᾿ ἄγετε] ἐπασφαλίζεται ὡς διακινδυνεύων.

194. τόφῤ ὑμεῖς εὔχεσθε] Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων εὔ- [*](B=) χεσθαι. ἅμα καὶ τὸ διάκενον πληροῖ. ἡ δὲ τῶν πολλῶν εὐχὴ εἰσακούεται. §. ὅτι καὶ τὸν κράτιστον ἐπὶ θεοὺς δεῖ καταφεύγειν.

[*](B=)

195. σιγῇ ἐφʼ ὑμείων] ἵνα μὴ δόξωσιν ἐπʼ εὐχὰς τρέπεσθαι, τὸν [*](B=) Ἕκτορα δεδοικότες.

196. *οὔτινα δεί διμεν] οὐ διὰ δέος αὐτὸ ποιοῦμεν.

197. οὐ γάρ τις με βίῃ —οὐδέ τʼ ἀιδρείῃ] ἐκ δυοῖν γὰρ ἡ νίκη [*](B+) προσγίνεται, 〈ἀνδρείας καὶ〉 πολυπειρίας, ὧν τὸ μὲν 〈ὡς〉 ἐγνωσμένον παρῆκε, τὸ δὲ ἑξῆς ἐπεξεργάζεται. μετρίως δέ φησιν οὐ βιάσεταί με τις· ὁδὲ Ἕκτωρ “αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας ἀνδροκτασίας τε” (237).

*ἑκών] αἱ Ἀριστάρχου καὶ αἱ πλείους “ἑλών.”

[*](A+ B=)

* δίηται] πορεύηται.

198. οὐδέ τ᾿ ἀιδρείῃ] “οὐδέ τι ἰδρείῃ·” παρὰ Ἀριστοφάνει “οὐδὲ [*](A+) μὲν ἰδρείῃ·” ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ Ζηνοδότῳ.

*ἐμέ] ἡ παράδοσις ὀρθοτονεῖ τὴν “ἐμέ.”

[*](AB+)

*νήιδα] δειλόν.

199. ἔλπομαι ἐν Σαλαμῖνι] καλῶς τὴν ἐκ παιδείας ἀρετὴν τῇ [*](B+) θρεψαμένῃ περιάπτει.

202. Ἴθηθεν μεδέων] καλῶς ἐκ χώρας καλεῖ τὸν θεόν, ἐν ᾗ καὶ [*](B=) ἀγωνίζονται, ἵνα μὴ παρὰ μόνοις Τρωσὶ τιμώμενος ἐναντίος ᾖ Αἴαντι.

204. εἰ δὲ καὶ Ἕκτορά 〈περ〉 φιλέεις] θέλων αὐτοὺς ἐπʼ ἴσης διαλ- [*](B=) λάξαι ὁ ποιητὴς οὐδὲ διίστησιν 〈ἐν〉 τῇ εὐχῇ.

208. σεύατʼ ἔπειθʼ 〈οἷός τε —Ἄρης〉] ἐκτείνει τὰς συλλαβάς, [*](B=) τὸ σχῆμα τῆς ὄψεως καὶ τῆς πορείας δηλῶν.

οἷός τε πελώριος—Ἄρης] ἤδη προεπαίρει τὸν Αἴαντα καὶ τὴν [*](B=) [*](1. post γραφή add. sec. καὶ ἐνιγράψας ‖ 4. καταπλήσσων ‖ 6. supplevi ex B ‖ ὑπισχνεῖται B: ὑπισχνούμενος ‖ 13. δεδοικότος ‖ 16. supplevi ex B ‖ πολυπειρίας B: περὶ ‖ 21. οὐδʼ ἔνʼ ‖ οὐδʼ ἔτι ‖ 25. παιδιᾶς ‖ 27. ἐγχωρίως ut B: corr. W ‖ 28. εἴη ‖ 29. ἐπʼ ἴσης B: ἐπίσως ‖ 30. οὐδὲ διίστησιν scripsi: οὐ συνίστησιν ‖ supplevi ex B)

246
ἔκβασιν ὑποφαίνει. καὶ ἀπήρκει μὲν μέχρι τούτου τὸ τῆς εἰκόνος, προσφιλοτιμεῖται δὲ ὁ ποιητὴς τὰ λοιπά.

[*](A=)

210. * ἔριδος μένεϊ] περιφραστικῶς τὸ ἔριδι.

[*](B=)

212. μειδιόων βλοσυροῖσι] οἷον ἥμερόν τι καὶ γενναῖον ἔχων τὸ πρόσωπον.

[*](B=)

μειδιόων] πολλὰ τεκμήρια τῆς τοῦ Αἴαντος γενναιότητος· καὶ λαχὼν ἥσθη· πλησίον 〈δὲ〉 ὢν τοῦ δεινοῦ μειδιᾷ, οὐ γελᾷ· τὸ μὲν γὰρ γελᾶν θρασύτητος ἄφρονος, τὸ δὲ μειδιᾶν γέλωτος μὲν αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον, ἐκπλῆττον Ἕκτορα, θαρσῦνον δὲ τοὺς φίλους.

[*](B+)

* προσώπασι] ἀπὸ τοῦ πρόσωπα〈ς〉.

[*](B=)

213. μακρὰ βιβάς] ἡ κίνησις τοῦ σώματος ἐμφαίνει τὸ θρασὺ τῆς ψυχῆς. τῶν δὲ δειλῶν “μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει” (Il. 13. 281).

[*](B=)

214. Ἀργεῖοι μέγʼ ἐγήθεον] ἣν ὁ ποιητὴς ἔχει διάθεσιν, καὶ τοῖς προσώποις περιάπτει. ἀπὸ δὲ τῆς τῶν ὁρώντων διαθέσεως τὸν ἔπαινον τοῦ ὁρωμένου ηὔξησεν.

[*](B -)

215. Τρῶας δὲ τρόμος αἰνός] οὐ μόνος ὁ κινδυνεύων ἔτρεμεν, ἀλλὰ καὶ οἱ λοιποί· ταῦτα δὲ λέγει ὁ ποιητὴς μεγαλύνων Αἴαντα.

[*](B=)