Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

60. ἀκήδεστοι] μὴ ἔχοντες τὸν κηδεύοντα.

[*](B=)

ἄφαντοι] ὡς μηδὲ μνημεῖον αὐτῶν παραλείπεσθαι.

[*](B=)

62. αἴσιμα παρειπών] εἱμαρμένα· ἢ τὰ πρέποντα τοῖς ἀδικουμέ- νοις. ἐμαρτύρησε δὲ ὁ ποιητὴς αὐτῷ ὡς καλῶς διαθεμένῳ τοὺς λόγους.

[*](B=)

ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρί] μέτριον καὶ ἀόργητον χαρακτηρίζει τοῦ Μενελάου τὸ ἦθος· ὃ〈ς〉 πρότερον μὲν ἀδικηθείς, νῦν δὲ ἐπὶ σπον- δαῖς τρωθεὶς φείδεται τῆς τοῦ πολεμίου πληγῆς καὶ ὡς ἱκέτην οὐ φονεύει. §. τὸ δὲ “ἥρω Ἄδρηστον” κατὰ συναλ〈ο〉ιφήν.

[*](B=)

66. Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀύσας] μακρόν, ὡς πρὸς ἑαυτόν· ἢ ῥώννυται ὑπὸ τῆς χαρᾶς.

68. * ἐπιβαλλόμενος] ἀντὶ τοῦ ἐπιθυμῶν.

[*](B-)

70. ἀλλʼ ἄνδρας κτείνωμεν] τῷ πόνῳ συζεύγνυσιν ἑαυτὸν δυσωπῶν τοὺς νέους. διὰ δὲ τὸ νεμεσητὸν οὐ πρὸ τῆς συμβολῆς τοῦτο παραινεῖ. καὶ Ἔκτωρ “ἐᾶν δʼ ἔναρα” (Il. 15. 347)· καὶ Λακεδαιμόνιοι τοῦτο ἐθέσπισαν, τριακοσίους ἄνδρας ἐπὶ τὸ πράσσειν τοῦτο τεταχότες· τακ- τικὸς οὖν καὶ νῦν ὁ Νέστωρ φαίνεται.

[*](AB+)

71. νεκροὺς ἂμ πεδίον] Ζηνόδοτος “Τρώων ἂμ πεδίον συλήσομεν ἔντεα νεκρούς,” ἵνα μὴ μόνον εἰς τὴν πρᾶξιν ἀλλὰ καὶ εἰς τὸ κέρδος συμπεριλαμβάνοι ἑαυτὸν ὁ Νέστωρ. ἀγνοεῖ δὲ ὅτι ἔθος ἐστὶν Ὁμηρικὸν τὸ τοιοῦτον, ὡς ἐν τῷ “ἄλλοι μὲν γὰρ ὅσοι θεοὶ εἰσʼ ἐν Ὀλύμπῳ σοί τʼ ἐπιπείθονται καὶ δεδμήμε〈σ〉θα ἕκαστος” (Il. 5. 878)· ἔδει γὰρ δέδμηνται· καὶ πάλιν “ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· νῦν μὲν δόρπον ἕλεσθε” (Il. 18. 297). §. τὸ δὲ “ νεκροὺς—τεθνηῶτας” ὡς “τάφρον ὀρυκτήν (Il. 9. 67).

[*](B=)

73. ἔνθα κεν αὖτε Τρῶες ἀρηιφίλων ὑπʼ Ἀχαιῶν] οἶδε τὸ τῆς [*](1. supplevi ex B || 7. Ἀγαμέμνονι || 8. τʼ scripsi: γὰρ || 15. suppl. W || 22. συμβουλῆς || 24. τριοκοσίους Eust.: τοὺς || 32. ἑλέσθαι)

207
εἱμαρμένης ὁ ποιητής, ὡς καὶ ἐπʼ Ἀχιλλέως. καὶ νῦν ἀπώλοντο ἄν, εἰ μὴ ἱκέτευσαν· ἐπεὶ δὲ ἱκέτευσαν, μόνον ἐδυστύχησαν.

76. Πριαμίδης Ἕλενος] λέγεται τὸν Ἕλενον δίδυμον εἶναι Κασάνδρας· τεχθέντας δὲ καταλειφθῆναι μόνους ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ, καὶ δράκοντας ἀποψῆσαι τὴν ἀκοήν, καὶ τὴν μαν- τείαν ἐντεῦθεν λαβεῖν.

*οἰωνοπόλων ὅχʼ ἄριστος] Ἀρίσταρχος” “μάντις τʼ οἰωνοπόλος τε.”

[*](A+)

77. Αἰνεΐα τε καὶ Ἕκτορ] διὰ τὸ ἀλαζονικὸν συμπεριλαμβάνει [*](B=) καὶ τὸν Αἰνείαν· τραχὺς γὰρ πρὸς τοὺς συμβούλους ὁ Ἕκτωρ.

78. Τρώων καὶ Λυκίων] “Λυκίων” κατʼ ἐξοχὴν τῶν συμμάχων. §. [*](B=) “ἐγκέκλιται” δὲ ἐρήρεισται οἷον κατ᾿ ἀστραβῆ κίονα, καὶ “κίονι κεκλι- [*](B-) μένη” (Od. 6. 307) καὶ “Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται” (Od.11.346). §. οἷον, ἐὰν ἀπόλησθε ὑμεῖς, στραφήσεται ὁ πόλεμος καὶ ἡ βουλή.

[*](B=)

79. μάχεσθαι-φρονέειν τε] ἀρετὴ τῶν ἡγουμένων βουλεύεσθαι [*](B=) μὲν ἄριστα τὸ συμφέρον, πράττειν δὲ κάλλιστα τὸ βεβουλευμένον. θεραπεύει δὲ αὐτούς, ἵνα ὡς φρόνιμοι δέξωνται τὴν συμβουλήν· Ἕκτορα δὲ πέμπει ὡς πείσοντα τὴν θεὸν διὰ τῆς ἀξιοπιστίας.

80. στῆτʼ αὐτοῦ—πάντῃ ἐποιχόμενοι] ὁ τρόπος σύλληψις· τῷ [*](B=) μὲν ἑνὶ στῆναι πρὸ τῶν πυλῶν μὴ συγχωροῦντι φυγεῖν, 〈τῷ〉 ἑτέρῳ δὲ περιιέναι ὀτρύνοντι. ἢ τὸ “στῆτε” τῆς φυγῆς παύεσθε. οἳ δὲ ἀντιστρέφουσιν, ὡς τὸ “εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λού- σασα” (Od. 5. 264).

81. ἐν χερσὶ γυναικῶν] καλῶς οὐκ εἶπε πύλῃσιν ἢ οἴκοισιν· εὐ- [*](B-) σχημονέστερον δὲ τοῦ ἱστορουμένου περὶ τὰς Περσικὰς γυναῖκας.

84. * ἡμεῖς] ἐγὼ καὶ Αἰνείας. πιθανῶς δὲ τοῖς κινδυνεύουσιν ἑαυτὸν [*](B=) καταλέγει.

86. μετέρχεο] πλεονάζει ἡ “μετά.”

87. γεραιάς] τινὲς “γερα〈ι〉ράς,” τὰς ἱερείας τὰς ἐκ τῶν ἱερῶν [*](B=) γέρας δεχομένας. §. τὸ δὲ “ξυνάγουσα” ἀντὶ τοῦ συναγαγοῦσα.

[*](A=)

88. νηὸν—οἴξασα κληῖδι θύρας] περισσοὶ οἱ δύο· διὸ οὐδὲ ὑπὸ [*](B=) τοῦ Ἕκτορος λέγονται· τί γὰρ αὐτῇ προσῆκε τὸ οἶξαι;

Ἀθηναίης γλαυκώπιδος] εἰς τὸ “γλαυκώπιδος” στικτέον, καὶ λείπει [*](A+B=) [*](4. κασάνδρᾳ || κ. μὲν: corr. || 7. οἰωνοπώλος 11. ἐ. ὅθεν καὶ ἀ.: corr. W || 13. ἀπόλεισθε || 16. δέξωνται B: δέξαιντο || 17. πείσοντα B: πείθοντα || 20. ὀτρύνοντι B: ὁρύνοντι || 23. οἴκοισιν B: οἴκησιν || 24. “cf. Justin. i. 6. 14” Bekker || 25. κινδύνοις || 28. supplevi ex B || 29. συναγαγυῦσα A: συνάξασα)

208
ἡ εἴς· συναγαγοῦσα εἰς τὸν ναὸν τὰς γεραιὰς καὶ ἀνοίξασα τὰς θύρας αὐτοῦ ἐν τῇ ἀκροπόλει.

[*](A=)

ἐν πόλει ἄκρῃ] διάλυσις ἢ μετατύπωσις ὁ τρόπος. §. φασὶν Ἥφαιστον ἐκ τῶν ὀστῶν Πέλοπος πεποιηκέναι τὸ Παλλάδιον.

[*](B=)

90. * διδάσκει ἐκ τῶν καλλιστευόντων τιμᾶν τοὺς θεούς.

[*](A+B=)

92. Ἀθηναίης ἐπὶ γούνασιν] ἡ “ἐπί” ἀντὶ τῆς παρά, ὁμοίως τῷ “ἣ μὲν ἐπʼ ἐσχάρῃ ἧστο” (Od. 6. 52). Στράβων γάρ φησι καθῆσθαι πρώην τὰ ἀγάλματα τῆς Ἀθηνᾶς (13 p. 601). ἢ ἐξαρτῆσαι αὐτῆς 〈κελεύει〉.

[*](AB=)

θεῖναι Ἀθηναίης] φασὶ τὸ διοπετὲς ἀρνὸς δορὰν ἠμφιέσθαι, ἔχειν δὲ στέμματα καὶ ἠλακάτην, ἐν δὲ τῇ κεφαλῇ πῖλον κἀν τῇ δεξιῷ δόρυ.

93. δυοκαίδεκα βοῦς] δώδεκα θυσία ἐστὶ καὶ παρὰ τοῖς Ἀττικοῖς· εὐεπίφορος δὲ ὁ ποιητὴς εἰς τὸ ιβ΄.