Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875
94. ἤνις ἠκέστας] νέας ἀδαμάστους ἀκεντήτους.
*ἠκέστας] “βοῦν ἀγελαίην” (Il. 11. 729).
96. * αἴ κεν] Ἀρίσταρχος “ὥς κεν.”
[*](A=)ἀπόσχῃ Ἰλίου ἱρῆς] τινὲς οὕτω διεῖλον, “ἀπόσχῃ Ἰλίου ἱρῆς ἄγριον [*](A+) αἰχμητὴν κρατερόν,” Ἀπολλόδωρος δὲ “κρατερὸν μήστωρα φόβοιο,” ὅ ἐστιν ἰσχυρὸν εἰς τὸ μήσασθαι φυγήν.
97. αἰχμητήν] ἐν τῷ αἰχμάζειν κράτιστον, ἵνα μὴ ὑπὲρ εὐτελοῦς δοκοῖεν καταφεύγειν εἰς θεούς.
98. φημὶ γενέσθαι] καλῶς οὐκ εἶπεν εἶναι, ἀλλὰ “γενέσθαι,” νῦν ὑπὸ Ἀθηνᾶς δηλονότι.
99. οὐδ᾿ Ἀχιλῆά ποτε] ἐπεὶ τὰ παρόντα μᾶλλον λυπεῖ· ἀμφό- τερα δὲ ἐξῆρε τὰ πρόσωπα, τὸ μὲν ὡς προὖχον, τὸ δὲ ὡς τὸν ἄριστον ὑπερβαλλόμενον.
*ὄρχαμον] ἡγεμόνα.
[*](B+)102. οὔτι κασιγνήτῳ ἀπίθησεν] καὶ τὸ μονομάχιον αὐτῷ πει- σθεὶς ποιεῖ.
104. *ᾤχετο πάντῃ] διὰ τὸ “πάντῃ ἐποιχόμενοι” (81).
[*](B=)108. *φὰν δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.
109. ὡς ἐλέλιχθεν] 〈οὕτ〉ως συνεστράφησαν.
[*](B=)110. ἐκέκλετο] ἀπὸ τοῦ κικλῶ ἔδει ἐκίκλετο· ἢ μᾶλλον ἀπὸ τοῦ ἐκέλετο.
[*](1. συάγουσα A B: συνάξασα || 9. supplevi ex B || 10. ἀνδρὸς ut A B Eust.: corr. W || 11. ἡλεκάτην || πῖλον Eust., πόλον coni, W: πόλιν ut A B || 12. δ. καὶ θ.: transpos. W)111. Τρῶες ὑπέρθυμοι] ἐπιπληχθεὶς ὑπὸ Σαρπηδόνος μετριώτερος [*](B=) γέγονε, καὶ τὴν προσφώνησιν ποιεῖται φιλάνθρωπον.
113. ὄφρ’ ἂν ἐγὼ βείω] ἵνα μὴ δοκῇ φεύγειν.
114. εἴπω βουλευτῇσι] προβούλοις· πιθανῶς δέ, ἵνα μὴ γυναῖκας [*](A+B=) μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζῃ.
εἴπω βουλευτῇσι] ὁ μὲν Ἕλενος ἔλεγεν “εἰπὲ δʼ ἔπειτα μητέρι σῇ [*](B=) καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιάς” (86), ὁ δὲ Ἕκτωρ τοῦ εὐπρεποῦς ἕνεκα προστίθησι μὲν τοὺς γέροντας, ἐκκλέπτει δὲ τὴν ὑπὲρ Διομήδους εὐχήν.
115. δαίμοσιν ἀρήσασθαι] ἐπέρρωσεν αὐτοὺς χρηστῇ ἐλπίδι· δε- [*](B=) δίασι γὰρ ὡς παρασπονδήσαντες.
116. ὣς ἄρα φωνήσας ἀπέβη] καὶ πῶς ἔδει τοσαύτῃ περιστάσει [*](B=) συνεχομένων τῶν Τρώων ἀναχωρεῖν καὶ μὴ μᾶλλον ἐπικηρυκεύσασθαι τὴν θυσίαν; ἀλλʼ ᾔδει τοὺς Τρῶας ἐθελοκακοῦντας τῇ ἀπουσίᾳ Ἀλεξᾶν- δρου, ἐφʼ ὃν μάλιστα ὥρμητο· ἢ δεισιδαίμων ὢν οὐ θέλει παρέργως τὴν θυσίαν γενέσθαι, ἄλλως τε παροξύνει αὐτοὺς καὶ καταλείπει Αἰνείαν, ἢ πρὸς ἀνάπαυσιν τῶν στρατευμάτων—διὸ καὶ τὸ μονομάχιον παράγεται—ἤ, ἐπεὶ ὠνείδισται ὑπὸ Σαρπηδόνος (Il. 5. 471), Ἀλέξαν- δρον θέλει παρεγεῖραι.
ἀπέβη— Ἕκτωρ] οὐκ ἐπὶ ἵππων ἀναχωρεῖ διὰ τὸ μὴ δοκεῖν φεί- [*](B=) γειν, ἢ ἐπεὶ πρὸς ἱκετείαν ἄπεισιν, ἢ ὅπως καὶ οἱ πολέμιοι θεώμενοι τὸ ἅρμα μὴ δοκῶσιν αὐτὸν ἀπηλ〈λ〉άχθαι.
117. σφυρὰ τύπτε] ἐναργῶς ἐδήλωσε θέοντα καὶ ὑπὸ τῆς ἀμφι- [*](B=) βρότης ἀσπίδος τυπτόμενον. καταλλήλως δὲ εἶπε, 〈κατὰ〉 τὰ σφυρὰ αὐτὸν ἔτυπτεν ἡ ἄντυξ.
119. Γλαῦκος δέ] διαναπαύει τὸν ἀκροατὴν γενεαλογίας καὶ μύθους [*](B=) παρεμβαλών, οὐκ ἐᾷ τε κενὴν τὴν ἔξοδον Ἕκτορος, ὅ τε στρατὸς διαναπαύεται ἀφορῶν τὸ τέλος. τῶν ἀριστέων 〈καὶ Τρώων〉 καὶ Ἑλ- λήνων ὑποχυρησάντων, κενοῦ ὄντος τοῦ μεταιχρμίου, προπηδᾷ Γλαῦκος. καὶ ἐν τάχει μὲν πέφρασται, πρὸς ὠφέλειαν δὲ ἐπεξε〈ί〉ργασται ταῦτα ὁ ποιητής.
120. * ἐς μέσον ἀμφοτέρων] ὡς διεστώτων καὶ ἀναπαυομένων.
[*](B=)121. * ἰόντες] Ἀρίσταρχος δυικῶς.
[*](A+)[*](3. δοκῆ φεύγειν B: δοκοίη φυγεῖν || 10. ἀρήσασθε || 11. παρασπονδήσαντες B: πσριισπονδίσαντες || 14. ἤδη: corr. rec. || 22. δοκοῖεν ut B ‖ 24. sup- plevi ex B ‖ 27. παρεμβαλὼν B: παρευβάλλων || 28. suppl. W || 30. ἡ ante καὶ omisi ut B)123. τίς δὲ σὺ ἐσσὶ, φέριστε] μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς ἀφῄρηται τὴν ἀχλύν.
[*](B=)