Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

25. * ἐκʼ ὄεσσι] Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον 〈δηλοῖ〉· “δήεις τόν γε σύεσσι παρήμενον” (Od. 13. 407).

[*](B=)

27. * καὶ μὲν τῶν] οὗ μὲν τὰ γένη προλέγει τῶν θανάτων, οὗ δὲ ἐπιλέγει.

ἐξενάριξεν ἔγχει χαλκείῳ] τὸ “ἔγχει” δύναται καὶ τοῖς ἄνω τοῦ “ἐξενάριξεν” 〈συνάπτεσθαι. §. “ἐξενάριξεν”〉 συνεκδοχικῶς ἀντὶ [*](A-) τοῦ ἐφόνευσεν· σῴζει μὲν οὖν καὶ πρὸς τὰ ἑξῆς.

[*](A=)

31. * Ἀρετάονα] διχῶς καὶ “ἄρʼ Ἐτάονα.”

32. Ἄβληρον] βλῶ βιήσω βληρός καὶ ἄβληρος.

[*](A+B=)

35. Πήδασον αἰπεινήν] ταύτην τὴν Πήδασον πρότερον μὲν Μονη- νίαν φασὶ καλεῖσθαι· Ἀχιλλέως δὲ ἐπὶ πολὺ πολιορκοῦντος, εἶτα μέλλοντος ἀναχωρεῖν, Πεισιδίκη παρθένος τις ἐρασθεῖσα αὐτοῦ ἐν μήλῳ ἔγραψεν· “μὴ σπεῦδ᾿, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἕλης· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς.” δὲ περιμείνας ὑπέταξε τὴν πόλιν.

Πήδασον] τὴν πρὸς Καρίᾳ καὶ Ἀλικαρνα〈σ〉σῷ, ἣν ἀπὸ Πηγάσου καλοῦσιν· ὑπέσχοντο γὰρ δώσειν αὐτῷ χώραν, ἣν ὁ ἵππος νυχθημέρῳ περιτροχάσει· διὸ καὶ χάραγμα ἵππου ἔχουσιν. ἔστι δὲ καὶ ἄλλη Τρῳάς, ἣν ἅμα Λυρνησ〈σ〉ῷ καταλέγει.

[*](B=)

37. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα] καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος.

[*](AB=)

38. ἀτυζομένω] ἄτω, ἄττω, ἀτύσ〈σ〉ω, ἀτύζω Αἰολικῶς. §. “ἀτυ- ζομένω” δὲ ἀντὶ τοῦ ταρασσομένω.

[*](B=)

39. ὄζῳ—μυρικίνῳ] ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκότως μυρῖκαι πολλαί· καὶ ἐν τῇ Δολ〈ων〉οφονίᾳ “θῆκεν ἀνὰ μυρίκην” (Il. 10. 466).

[*](B=)

*ἀγκύλον] διὰ τοὺς τροχούς.

[*](B+)

40. *ἄξαντε] παρὰ τὸν ἄξονα, ἐπεὶ καὶ “παρὰ τροχὸν ἐξεκυλίσθη” (42).

[*](2, 6. supplevi ex B || 7. γʼ ἐφύεσι || 8. οὐ μήν || οὐδέ || 9. προλέγει || 11. supplevi ex A || 13. ἄρʼ ἐτάονα textus || 15. μονηνίαν etiam A Eust., μενήνειαν et infra μενηνίαν B || 18. ἕλεις || 19. ἔνεστι etiam A Eust., ἔχουσι B || 22. nummi aliunde ignoti videntur || τοῦ ἵ. || 26. ἀτῶ ἄττω || suppl. W || 29. Δολωνείᾳ coni. W)
205

αὐτὼ μὲν ἐβήτην πρὸς πόλιν] γραφικῶς οἱ μὲν ἵπποι φεύγουσιν [*](B=) ἐπικειμένου τοῦ ζυγοῦ, τὸ δὲ ἄρμα ἐμπέπλεκται μυρίκης κλάδῳ, ὁ δὲ Ἄδραστος κυλισθεὶς ἐκ τοῦ ἅρματος κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον, ὁ δὲ Μενέλαος ἀνατετακὼς τὸ δόρυ ἐφέστηκεν αὐτῷ.

41. *ἀτυζόμενοι φοβέοντο] ἐκπλησσόμενοι ἔφευγον καὶ φοβού- [*](A-) μένοι καὶ ταρασσόμενοι.

43. * “στόμα” τὸ πρόσωπον· οὕτω Λάκωνες.

[*](A=)

45. ἐλίσσετο γούνων] οὐδεὶς Ἑλλήνων τοῦτο ποιεῖ. §. “γούνων” δὲ ὡς ἀσθενούσης κατʼ ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς.

[*](A=)

* λείπει ταῦτα λέγων·’ ἢ ἀπὸ 〈τοῦ〉 διηγηματικοῦ ἐπὶ τὸ μιμη- [*](B-) τικὸν 〈μέτεισιν〉.

46. ἄξια δέξαι ἄποινα] οὐχ ὥρισε ποσότητα, ἐπʼ αὐτῷ καταλιπὼν [*](B=) τὸν ἀριθμόν.

48. *χρυσός τε] ἵνα μὴ ὡς πτωχῷ ἀπιστῇ.

[*](B=)

πολύκμητος] ὁ ⌈ἤ⌋δ⌈η⌋ εἰργασμένος, ἢ ὁ πολλοὺς κάμνειν τουτ- [*](B=) έστιν ἀποθνήσκειν ποιῶν, ἢ ὁ εἰς πολλοὺς καμάτους ἐπιτήδειος, ἢ ὁ δυσκατέργαστος.

49. * χαρίσαιτο] μετὰ χαρᾶς δοίη. ἢ τὴν πρᾶσιν ἑτέρῳ ὀνόματι [*](B=) ἐσκέπασεν.

51. *τῷ δʼ ἄρα θυμόν] διὸ καὶ “μαλθακὸς αἰχμητής” (Il.17.588).

[*](B=)

54. *ἦλθε θέων] πρὶν συνθέσθαι Μενέλαον.

[*](B=)

55. * ὦ πέπον, ὦ Μενέλαε] πλεονάζει τὸ ἄρθρον· τὸ δὲ σχῆμα πολὺ παρὰ Ἀττικοῖς ἐστιν.

τίη δὲ σὺ κήδεαι] εὐχὴν δαιμονίαν τὸν ἔλεον εἶπεν. §. “τίη” μία λέξις ἀδιαίρετος.

56. ἦ σοὶ ἄριστα] περισπαστέον τὸν “ἦ·” διαπορητικὸς γάρ [*](AB=) ἐστιν. §. πολὺ δὲ τὸ ἦθος ἐμφαίνει λέγων ‘ἆρα καλά ἐστιν ἃ πέπον- [*](B=) θας πρὸς αὐτῶν.’

58. * στικτέον εἰς τὸ “ἡμετέρας.”

[*](A+B=)

μηδʼ ὅντινα] μισητὰ καὶ οὐχʼ ἁρμόζοντα βασιλικῷ ἤθει τὰ ῥή- [*](B=) ματα· τρόπου γὰρ ἐνδείκνυσι θηριότητα, ὁ δὲ ἀκροατὴς ἄνθρωπος 〈ὢν〉 μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάνθρωπον. ὅθεν κἀν ταῖς τραγῳ- δίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοιαῦτα ἐν ταῖς σκηναῖς, καὶ ἢ φωναῖς τισιν ἐξακουομέναις ἢ διʼ ἀγγέλων ὕστερον σημαίνουσι τὰ [*](10. schol. supra v. 4o scriptum: transpos. W || 11. supplevi ex B || 12. ἐν ἑαυτῷ: corr. W || 15. ἴδε novavit sec. || 22. πλεονάζει scripsi: πολὺ || 32. supplevi ex B)

206
πραχθέντα, οὐδὲν ἄλλο 〈ἢ φοβούμενοι μὴ αὐτοὶ συμμισηθῶσι τοῖς δρωμένοις. λεκτέον δέ, ὅτι, εἰ μὲν ἐλέγετο ταῦτα πρὸ τῆς ἐπιορ- κίας, ἔγκλημα ἂν ἦν· ἐπεὶ δὲ μετὰ τοὺς ὅρκους καὶ τὴν παράβασιν, οὐκ ἐπαχθὴς Ἀγαμέμνων· σχεδὸν γὰρ καὶ ὁ ἀκροατὴς τοῦτο βούλε- ται, τὸ μηδὲ γένος ἐπιλιμπάνεσθαι τῶν ἐπιόρκων· σχεδὸν οὖν ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλως τε πρᾷος μέν ἐστι πρὸς τοὺς ἀρχομένους, βαρὺς δὲ τοῖς ἀντιπάλοις· καὶ αὐτίκα ἂν ἐξείποι “Ἀγαμέμνων— βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής” (Il. 3. 178).

[*](B=)