Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

182. * πυρὸς μένος] λείπει τὸ ὡς, ὡς πυρός.

183. καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας] ἀπίστου [*](B=) ὄντος πῶς τὸ τοιοῦτον θηρίον κατηγωνίσατο, ἰάσατο τὸ ἄπιστον θείαν δύναμιν ἐπαγαγών.

184. δεύτερον αὖ Σολύμοισι] καὶ “ἐκ Σολύμων ὀρέων” (Od. 5. 283)· ἀπὸ γὰρ τῶν ἀνατολικῶν Αἰθιόπων ἐπανιὼν ἀπὸ Πισιδίας καὶ Κιλικίας ὁρῷ Ὀδυσσέα ὁ Ποσειδῶν.

183. * φάτο] εὖ τὸ μὴ εἰπεῖν ‘ἔφασαν ἄλλοι,ʼ ἀλλʼ ‘αὐτὸς ὁ πε- [*](B=) πειραμένος.ʼ

186. * Ἀμαζόνας] κατέτρεχον γὰρ τὴν Ἀσίαν· ἀμέλει ἐξ αὐτῶν [*](B-) Ἔφεσοςκαὶ Σμύρνα καλεῖται· “καὶ Φρυγίην ε〈ἰ〉σήλυθον” (Il.3.186).

187. τῷ δʼ ἄρʼ ἀνερχομένῳ] Ἀρίσταρχος “ἀπερχομένῳ” γράφει [*](A+) διὰ τοῦ ᾱ. γράφεται δὲ καὶ “τῷ δʼ 〈ἄρʼ〉 ἀνερχομένῳ.”

188. κρίνας ἐκ Λυκίης] ἀπὸ οἰκείας ἀρχῆς ὁ στίχος.

[*](AB=)

*φῶτας ἀρίστους] διδάσκει τοὺς ἀλκιμωτάτους μόνους λοχᾶν. [*](B=) “ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν” (Il. 13. 277).

[*](1. ἐ. μὲν ξ. || 3. ἀποδημεῖν ut B: corr. Bekkr || 10. πλεῖον || 15. suppl. Bekker, cf. Eust. || δράκοντας sec. || 19. suppl. W || 31. Ἀ. ἀνερχομέυῳ A.)
214
[*](B=)

189. εἷσε λόχον] δῆλον οὖν ὡς καὶ αὐτὸς διὰ τὴν καλοκἀγαθίαν τοῦ ἀνδρὸς οὐκ ἠθέλησεν ἐκ τοῦ προφανοῦς αὐτὸν φονεῦσαι.

[*](B=)

191. *ἐκ τῶν πράξεων τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής. §. Ποσειδῶνος δὲ ἦν καὶ Μήστρας τῆς Ἐρυσίχθονος.

192. δίδου δʼ ὅ γε θυγατέρα ἥν] Ἀλκιμέδουσαν ἢ Κασάνδραν.

[*](A~)

ὅτι οὐκ οἶδεν Ὅμηρος τὸν Πήγασον (cf. 183).

[*](B+)

194. καὶ μέν οἱ Λύκιοι τέμενος τάμον] ὡς ἀπηλ〈λ〉αγμένοι τῶν δεινῶν.

196. ἣ δʼ ἔτεκε τρία τέκνα] πρὸς τὸ “θυγατέρα ἥν” (192).

[*](B-)

198. Λαοδαμείῃ μὲν παρελέξετο μητίετα Ζεύς, ἣ δʼ ἔτεκε— Σαρπηδόνα]. . . καὶ πῶς Εὐρώπη〈ς〉 ὢν οὐ 〈συ〉στρατεύει Ἰδομενεῖ; ἢ ὅτι παρὰ Διὸς τὴν ἥβην ἐπὶ ἓξ ἔσχεν γενεάς. τινὲς δὲ εὐρώπην τὴν Λαοδάμειαν, ἐπεὶ εὐόφθαλμος ἦν.

[*](B=)

200. ἀλλʼ ὅτε δὴ κἀκεῖνος, ἤτοι ὃ κὰπ πεδίον, Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἔκτανε, τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα] ἵνα ἡ ἀπώλεια τῶν παίδων αἰτία αὐτῷ ᾖ μονασμοῦ, ὡς καὶ τῷ Λαέρτῃ· καὶ “ἀλήιον” πεδίον, ὅπερ ᾤκει ἀλεείνων τοὺς ἀνθρώπους. τὰ δὲ ἐκ τῆς τύχης εἰς θεοὺς ἀναφέρομεν. ὥσπερ δὲ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώ- πινα τὸ φρύαγμα Διομήδους καθαιρῶν, καὶ νῦν οὐκ ἀπώκνησε τὴν περὶ τὸν πρόγονον μεταβολὴν τῆς τύχης ὁμολογῆσαι· ἢ τάχα πιστοῦται τὰ ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν ἀτυχιῶν. εἰ δὲ χωλὸς ἦν, πῶς ἠλᾶτο;

ἀλλʼ ὅτε δὴ κἀκεῖνος ἀπήχθετο] ὥσπερ καὶ οἱ πρόγονοι αὐτοῦ, ἢ ὡς τὸ γένος τῶν ἀνθρώπων.

[*](B=)

201. κὰπ πεδίον τὸ ἀλήιον] τινὲς ἐδάσυναν διὰ τὸ ἄλας ἐκεῖ πήγνυσθαι· ἄμεινον δὲ ψιλοῦν ἀπὸ τῆς ἄλης.

[*](B=)

202. ὃν θυμὸν κατέδων] οὐχ, ὡς οἱ νεώτεροί φασι, μελαγχολή- σας ἀλλʼ ὀδυνώμενος ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ ἐμόναζεν.

[*](B+)

*διδάσκει πόσην ψυχαγωγίαν ἔχει ἡ συντυχία.

[*](B=)

204. μαρνάμενον Σολύμοισι] ἴσως ὡς γηράσαντος τοῦ Βελλερο- φόντου ἀπέστησαν, ὃ δὲ ὡς πατρῴας ἀρχῆς ἀντιποιούμενος ἐπολέμει.

203. χολωσαμένη] ἴσως διὰ τὰς Ἀμαζόνας.

206. * ἔτικτε] ἐκ Δημωνάσ〈σ〉ης.

[*](B=)

207. καί μοι μάλα πόλλʼ ἐπέτελλεν αἰὲν ἀριστεύειν] τοῦτο ἀνα- [*](4. Μήστρας W: μητρὸς || 5. ὅτε || πασάνδραν:— || 11. lacunam indi- cavit W || καὶ B: ἐπεὶ || ἦν οὐ || 12. ἐπεὶ ἓξ ἔσχον || 14. Ἰ. γάρ οἱ || 22. πωλησάτω || 24. ante ἢ del. W Ἴσανδρος τε καὶ Λαοδάμειαν || 27. μελαγ- χολάνας)

215
φέρει πρὸς τὸ ὑπὸ Διομήδους εἰρημένον “ἀτὰρ 〈μὲν〉 νῦν γε πολὺ προβέβηκας ἀπάντων” (125).