Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

158. ἐπεὶ πολὺ φέρτερος ἦεν] ὁ Προῖτος τῶν Ἀργείων διὰ τὴν ἀρχήν.

[*](A~B=)

159. Ζεὺς γάρ 〈οἱ〉 ὑπὸ σκήπτρῳ ἐδάμασ〈σ〉εν] τοὺς Ἀργείους [*](A~B=) Προίτῳ ὑπέταξεν.

160. ἐπεμήνατο] πρὸς ἀποτροπὴν μανίαν ὀνομάζει τὸ πάθος, ἢ καὶ [*](B=) δῖα οὖσα ἐπεμήνατο. τινὲς δὲ ὑφʼ ἓν “Διάντεια,” κακῶς· ἀγνοοῦσι γάρ, ὅτι τὸ “δῖα” πολλαχῶς νοεῖται παρʼ Ὁμήρῳ. §. ἢ “δῖ᾿ Ἄντεια” [*](A+) ὡς “δῖα Κλυταιμνήστρη” (Od. 3. 266).

162. * πεῖθε] ὁ παρατατικὸς τὴν πολλάκις ταῦτα λέγουσαν ἐσήμανεν.

[*](B=)

ἀγαθὰ φρονέοντα] τοῦτο ἐκπεφώνηκεν ἀφʼ ἑαυτοῦ, ὡς κἀκεῖ κατὰ [*](B=) [*](2, 3. δειλὼ οἶον φύλλοισι || 3. omisi *φύλ〈λ〉ων] φύλλα || 12. ὥς τοι || 13. μὴ νεμεσήσαιεν || 16. Οἰνόη St. B. s. v. Ἐφύρα: ἐν Οἰνόῃ ut B || 19. post Λεωφόντης add. sec. ἣ Ἱτπόνους || 24. μήσατο A: ἐμήσατο || 28. ἢ B; ὃ || 30. δῖα A. || 31. Κλυταιμνήστρα)

212
μοιχῶν νομοθετῶν φησιν “ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι” (Od. 1. 47) καὶ “οὐκ ἀρετᾷ κακὰ ἔργα” (Od. 8. 329).

[*](B=)

δαίφρονα Βελλεροφόντην] δῆλον μὲν ἦν καὶ μὴ προστεθέντος τοῦ ὀνόματος, ὅτι Βελλεροφόντης λέγεται. περὶ γὰρ τούτου ὁ λόγος ἦν. ἀλλʼ ὅμως ἐπήνεγκε τοὔνομα τοῦτο νῦν σχηματίζων· τοῦτο δὲ ἐπὶ τῇ σωφροσύνῃ τοῦ ἀνδρὸς ἡδόμενος διὰ στόματος ἔχει· οἷς γὰρ ἡδόμεθα, τούτους ἀνὰ στόμα ἔχομεν.

[*](B=)

163. ἣ δὲ ψευσαμένη] δείκνυσιν, ὅτι τέλος ἔρωτος ἀποτυχόντος μῖσός ἐστιν.

[*](B=)

164. τεθναίης, ὦ Προῖτε] καλόν σοι τὸ ἀποθανεῖν, εἰ μὴ τοῦ καθυβρίσαντός σε κατισχύσεις· ἀλλʼ εἰ βούλει ζῆν, ἐκεῖνον ἄνελε· εἰ γὰρ ἐμὲ ἠθέλησε βιάσασθαι, οὐδὲ σοῦ φείσεται.

165. *μ᾿] ἀντὶ τοῦ μοι, ὡς “οὐδέ σʼ δίω” (Il. 1. 170)· “ἥ μʼ οἴῳ ἔρροντι” (Od. 4. 307).

[*](B=)

μιγήμεναι οὐκ ἐθελούσῃ] τρεῖς τρόποι μίξεων· ἢ βούλεταί τις μὴ βουλομένῃ, ὡς νῦν· ἢ μὴ βουλόμενος βουλομένῃ, ὡς Ὀδυσσεὺς “παρʼ οὐκ ἐθέλων ἐθελούσῃ” τῇ Καλυψοῖ (Od. 5. 155)· ἢ ὡς Αἴγισθος τὴν Κλυταιμνήστραν “ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε” (Od. 3. 272)· τέταρτος δὲ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ ἄκων ἀκούσῃ μίγνυται.

[*](B=)

166. χόλος λάβεν, οἷον ἄκουσεν] ἀντὶ τοῦ παράδοξον. πῶς 〈δὲ〉 οὐκ ἤλεγξεν; ἢ διασύρει τὸ γυναικοπαθὲς τῶν ἀνθρώπων.

167. * ἀλέεινε] ὡς ξένον.

[*](B-)

168. σήματα λυγρά] γράμματα· “οἳ δὲ κλῆρον ἐσημήνα〈ν〉το —ὅς μιν ἐπιγράψας” (Il. 7. 175, 187). ἄτοπον γὰρ τοὺς πᾶσαν τέχνην εὑρόντας οὐκ εἰδέναι γράμματα. τινὲς δὲ ὡς παρʼ Αἰγυπ- τίοις ἱερὰ ζῴδια, διʼ ὧν δηλοῦται τὰ πράγματα.

[*](B=)

169. *πίνακι πτυκτῷ] πινακιδίῳ.

170. ᾧ πενθερῷ] Ἰοβάτῃ ἢ Ἀμισωδάρῳ.

171. *θεῶν ὑπʼ ἀμύμονι πομπῇ] αἰσίοις οἰωνοῖς.

[*](B=)

172. Ξάνθον τε ῥέοντα] ποῖος γάρ φασι ποταμὸς οὐ ῥεῖ; ῥητέον ὅτι 〈προσέθηκε τὸ “ῥέοντα”〉, ἐπεὶ καὶ πόλις Λυκίας ἐστὶ Ξάνθος· ἢ εὐρὺ ῥέοντα, ἢ ἐπεὶ ἀέναος ἐστιν.

173. *προφρονέως] ἀπὸ τοῦ προφρόνως.

[*](1. ὅστις || 5. ἐπήνειγκε || τοῦτον ἐν σχήματι κινῶν || 8. ὅτε || ἀποτυχόντος B: ἀποτεχθέντος || 13, 14. οὐδέ σοι ὦ ἦμαι ἔρροντι || 16. βουλομένῃ B: βου- λομένης bis || 21. supplevi ex B || 31. φησὶ || 34. τ. προφρόνος)
213

174. ἐννῆμαρ ξείνι〈σ〉σε] ἢ ὡς παρὰ κηδεστοῦ ἥκοντα φιλοφρο- [*](B=) νεῖται, ἢ ὅτι ἐν θυσίαις αὐτὸν εὗρεν· ἢ ὀκνῶν οὐκ ἀπεδίδου μὴ θέλων ἐπιδημεῖν τάχιστα διὰ τὴν γυναῖκα.

176. σῆμα ἰδέσθαι] “σῆμα” τὸ ἐπίταγμα, σημαίνων ἐπέτελλεν” (Il. 21.445)· ἢ τὸ π〈τ〉υκτὸν τὸ ἔχον τὰ σήματα, ὅ ἐστιτὰ γράμματα.

179. * ἀμαιμακέτην] τὴν ἄγαν μαιμῶσαν, ἢ τὴν ἀκαταμάχητον.

180. θεῖον γένος] τὰ τερατώδη εἰς θεοὺς ἀναφέρει. ἤτοι οὖν διὰ [*](B=) τὸ παρηλ〈λ〉αγμένῃ κεχρῆσθαι φύσει, ἢ διὰ τὸ Τυφῶνος καὶ Ἐχίδ- νης εἶναι.

181. πρόσθε λέων] εἰ τὸ πλέον καὶ ἐμπρόσθιον μέρος εἶχε λέοντος, [*](B-) ἔδει αὐτὴν λέοντα καλεῖσθαι. ἦν οὖν τὸ πᾶν χίμαιρα, ἀφʼ οὗ καὶ ὠνομάζετο, κεφαλὴν δὲ εἶχε λεαίνης, οὐρὰν δὲ δράκοντος. τοίνυν πῦρ εἰσάγεται ἀναπνέουσα διὰ τοῦ στόματος τοῦ λέοντος. Ἡσίοδος δὲ ἠπατήθη τρικέφαλον αὐτὴν εἰπών (Th. 321). οἳ δὲ πανδοκεῖς εἶναι λέγουσι 〈Λέοντα〉 καὶ Δράκοντα καλουμένους, μέσην δὲ αὐτῶν παν- δοκεύτριαν Χίμαιραν, ἣ τοὺς παριόντας ἧψε μεληδὸν καὶ τοῖς ἄλλοις παρεῖχε παρατιθέναι· ἔνιοι δὲ ὄρος εἶναι κατὰ Λυκίαν, ὃ καλεῖται Χίμαιρα· τοῦτο δὲ κατὰ μέσον ἔχειν ἀναφυσήματα πυρός, κατὰ δὲ τὰ ἄκρα πολύθηρον 〈εἶναι〉.