Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

211. ταύτης τοι γενεῆς καὶ αἵματος] σπέρματος· τὸ γὰρ αἷμα [*](AB=) εἰς θορὸν μεταβάλλεται. οἱ γοῦν συνεχῶς ἀφροδισιάζοντες τὸ τελευταῖον αἷμα ἀφιᾶσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ ἀμετάβλητον ἐξέλκουσιν.

212. γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης] ἔοικε διὰ τὸ ὄνομα Βελ- [*](B=) λεροφόντου καὶ τοὺς πολλοὺς ἀνασχέσθαι λόγους τοῦ Γλαύκου.

213. ἔγχος μὲν κατέπηξεν] γραφικῶς ἔχει καὶ τοῦτο. ἵνα δὲ [*](AB=) μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος ὁ Διομήδης.

214. μειλιχίοισι] ἐπὶ φιλοξενίαν προτρέπεται δεικνὺς ὡς καὶ ἐκ [*](B=) κινδύνων ῥύεται.

217. * ἐείκοσιν] οὕτως Ἀττικοί· ὅθεν καὶ “εἰκοσινήριτα” (Il. 22. 349).

219. Οἰνεὺς μὲν ζωκτῆρα] οὐκ ἐκαπήλευε γὰρ τὰς δόσεις· ἢ καὶ ὁ ζωστὴρ πολυτιμότερος ἦν.

Οἰνεὺς μὲν ζωστῆρα—Βελλεροφόντης δὲ χρύσεον δέπας] ὃ μὲν ὡς μένοντι, ὃ δὲ ὡς ἐκδημοῦντι· “μνῆμα ξείνοιο φίλοιο” (Od. 21. 40).

221. καί μιν ἐγὼ κατέλειπον] ἄπαιδος γὰρ τελευτῶντος Οἰνέως [*](B=) Διομήδης κληρονομεῖ.

222. Τυδέα 〈δʼ〉 οὐ μέμνημαι] ἄτοποι οἱ δύο στίχοι. §. τὸ δὲ “Τμδέα δʼ οὐ μέμνημαι” ὡς “μέμνημαι τόδε ἔργον” (Il. 9. 527).

224. Ἀργει μέσσῳ] τὸ Ἀργος μέσον Πελοποννήσου.

226. ἔγχεα δ᾿ ἀλλήλων] ἀλλήλων 〈τὰ ἔγχη〉 ἐκκλίνωμεν. 〈γράφεται [*](A- B+) δὲ καὶ “ἔγχεσιν,” ἵνʼ ᾖ,〉 ἀποτύχωμεν ἀλλήλων καίτοι ἐν πλήθει ὄντες. Ζηνόδοτος δὲ γράφει “ἀλλήλους ἀλεσώμεθα.”

ἔγχεα δʼ ἀλλήλων ἀλεσώμεθα καὶ δι᾿ ὁμίλον] ἐπὶ παντὸς τοῦ πλήθους, [*](B=) ὅπως γνῶσιν ὅτι ξεῖνοί εἰσιν· ἢ διὰ πάσης τῆς μάχης, ὡς“τανυ〈σ〉σά- μενος διὰ μήλων” (Od. 9. 298). ἢ καὶ ἡμεῖς καὶ αἱ ἡμέτεραι στρατιαὶ παραφυλάξωνται τὴν πρὸς ἀλλήλας στάσιν.

230. ἁπλοϊκῶς τοῦτο, οὐ διʼ αἰσχροκέρδεισν.

ὄφρα καὶ οἵδε γνῶσιν] δῆλον οὖν ὡς ἐν ἡσυχίᾳ εἰσὶ τὰ πλήθη, [*](B=) καραδοκοῦντες τὸ τέλος.

[*](5. ἀφιᾶσινW: φέρουσιν ut AB || 17. schol.praecelentiadhaeret || χρύσειον || 18. μ. ξ. φ. lemmate καί μιν ἐγώ praefixo post 20 leguntur || 28. εἰσὶν B: εἶεν || 30. παραφυλάξωνται B: -ονται || post στιάσιν add. sec. μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασιλῆς ἀλλήλων ἀφέξοντσι, οὺ μὴν δὲ καὶ πλήθη τὰ ὑπʼ αὐτούς)
216
[*](B=)

234. ἔνθʼ οὖτε Γλαύκῳ] εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλεροφόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν, ἄλλως τε ὑπερήδεται τῇ συντυχίᾳ, γενόμενος ἰδιόξενος τοῦ πανα- [*](B=) ρίστου Διομήδους. §. τὸ δὲ “ἐξέλετο” ἀντὶ τοῦ ὑπερηύξησε τῇ φιλοτιμίᾳ, ὡς τὸ “γέρας ἔξελον” (Il. 16. 56).

[*](B-)

ἔνθ᾿ αὖτε Γλαύκῳ φρένας ἐξέλετο] ὅτι κατὰ τῶν συμμάχων ἐκόσμει λαμπροτέροις αὐτὸν ὅπλοις· ἢ ὡς ἡφαιστότευκτα· ἤ, ὡς Πῖος, ἵνα κἀν τούτῳ αὐξήσῃ τὸν Ἕλληνα μὴ ἐξ ἴσου ἀπηλ〈λ〉αγμέ- νον, ὅπερ ἡδὺ τοῖς ἀκούουσιν.

[*](B=)

235. ὃς πρὸς Τυδείδην Διομήδη] καὶ πῶς οὐ δέδιε Διομήδης γυμ- νούμενος, πρὸ μικροῦ 〈τῶν〉 Τρώων παρασπονδησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα (Il. 7. 303) ἤμειψαν· 〈ἡ〉 χάρις γὰρ οὐ θέλει τὴν ἀσπίδα· ἡ γὰρ ἂν προὔκρινεν αὐτὴν Ἕκτωρ τοῦ ζωστῆρος.

236. ἑκατόμβοια] ἐκ τοῦ παρʼ Ἀθηναίοις νομίσματος. §. οὐ γὰρ [*](A=B-) νομίσμασιν ἐχρῶντο· ὅθεν καὶ “ἀλφεσίβοιαι” (Il.18. 593)· οἱ δὲ παρʼ [*](A=) Ἀθηναίοις νόμοι εἶχον βοῦν. §. κεκώλυται δὲ ὑπὸ μέτρου εἰπεῖν δεκαβοίων.

[*](B=)

237. * Ἕκτωρ δʼ ὡς] εὐκαίρως μεταβαίνει, τὸ διάκενον τῆς πορείας Ἕκτορος ἀναπληρώσας τοῖς διὰ Γλαύκου καὶ Διομήδους.

[*](B=)

238. ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι] ἤδη ἐπὶ τὸ περιπαθὲς ἔρχεται· διὸ οὐδὲ τῶν γερόντων ἐμνήσθη, ἀλλὰ τῶν γυναικῶν. οἰκεῖον δὲ ἐπʼ αὐτῶν τὸ θεῖν.

[*](A+B=)

239. *παῖδας] ἀντὶ τοῦ ὑπὲρ παίδων.

[*](A~B=)

ἔτας τε] ψιλωτέον τὸ “ἔτας·” ἔται δὲ λέγονται καὶ οἱ πολῖται καὶ οἱ συγγενεῖς.

[*](B=)

240. θεοῖς εὔχεσθαι ἀνώγει] ὡς πάντων περιόντων χρηστὰς ὑπέ- δειξεν ἐλπίδας· οὐδεὶς γὰρ ὑπὲρ τεθνεώτων εὔχεται.

[*](A~B=)

241. * πάσας ἑξείης] πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἀπόκρισιν ἐποιεῖτο.

[*](AB=)

242. ἄλλʼ ὅτε δὴ Πριάμοιο] τὸ ἑξῆς, ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον, ἔνθα οἱ ἠπιόδωρος· τὰ δὲ ἐξῆς διὰ μέσου.

[*](B=)