Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

112. ἐξέρυσʼ ὤμου] αὕτη ἐστὶν ἡ κατὰ διωσμὸν βελουλκία, ἵνα μὴ πάλιν τιτρώσκηται ταῖς ἀκίσιν ὑποστρεφούσαις.

[*](AB=)

113. αἷμα δʼ ἀνηκόντιζε] ἐμφαντικὴ 〈ἡ〉 μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος.

[*](B=)

116. εἴ ποτέ μοι καὶ πατρί] ἀντὶ τοῦ μου. §. προῳκονόμησε δὲ τὸν [*](B=) Τυδέα ὁ ποιητής.

[*](B=)

117. δηίῳ ἐν πολέμῳ] ὑποστικτέον ἐν τῷ “πολέμῳ. §. ἄμεινον [*](B=) δὲ ὀρθοτονεῖν τὸ “ἐμέ.” Ἵνʼ ᾖ καὶ ἐμὲ ὡς ἐκεῖνον.

[*](B=)

118. δὸς δέ τε μʼ ἄνδρα ἑλεῖν] οὐ περὶ τῆς ἰάσεως ἀλλὰ τῆς τοῦ βαλόντος εὔχεται τιμωρίας. οἰκείως δὲ τοῖς παθήμασιν οἱ [*](13. βασιλείας: corr. W ‖ 14. παραβῆναί ‖ 21. ὄρσεο ‖ 26, τιτρώσκοιτο ‖ 27. ἄμα ἀν.)

167
εὐχόμενοι τοῖς θεοῖς τὰ ἐπίθετα ποιοῦνται, καὶ νῦν μὲν ὁ καταπονού- μενος ἀτρυτώνην, ἡ δὲ Ἑκάβη εὐχομένη τὴν Ἴλιον σώζεσθαι ἐπικα- λεῖται τὴν ἐρυσίπτολιν (Il. 6. 305), οἳ δὲ τὴν λείαν λαβόντες ἀνατιθέασι τῇ ληίτιδι (Il. 10. 460).

καὶ ἐς ὁρμὴν ἔγχεος] ἢ ἐμὲ ἰσχῦσαι πάλλειν δόρυ, ἢ αὐτὸν ἀν- [*](A + B=) τιστῆναι τῇ ὁρμῇ τοῦ ἐμοῦ δόρατος. μόνον δὲ πλησιάσαι αὐτὸν εὔχεται· πέποιθε γὰρ ὡς αἱρήσων τὸν Πάνδαρον.

119. * ὅς μʼ ἔβαλε φθάμενος] καλῶς ἐπὶ τὴν τύχην, οὐκ ἐπὶ τὴν [*](B=) ἀρετὴν τοῦ βαλόντος ἀνήνεγκε τὴν ἀνδραγαθίαν.

καὶ ἐπεύχεται] ἅπτεται τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλ- [*](AB=) αυχία.

122. γυῖα δʼ ἔθηκεν ἐλαφρά] οἰκείως· τρωθεὶς γὰρ ἐβεβάρητο. [*](B=) οὐκ ἔχομεν οὖν εἰπεῖν, πῶς ἀριστεύει πάλιν.

126. ἄτρομον, οἷον ἔχεσκε] φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα [*](A B=) τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι· Ἀμφιάρεων δὲ κτείναντα τὸν Μελάνιππον δοῦναι τὴν κεφαλὴν Τυδεῖ· τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφᾶν τὸν ἐγκέφαλον ὑπὸ θυμοῦ· κατʼ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ οὐρανοῦ, καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρα- καλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης.

127. ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον] παιδευτικῶς ἐδογμά- [*](B=) τισεν ἀχλὺν ἐπικεχύσθαι τοῖς ἀνθρώποις, ὅπως ἀεὶ δοκοῖμεν ἡμῖν παρεστάναι τὸ θεῖον.

128. ἠδὲ καὶ ἄνδρα] θεὸν ὁμοιωθέντα ἀνδρί, ἵνα διακρίνῃς καὶ τὸν [*](B=) ὄντως ἄνδρα· τοῦτο γὰρ δηλοῖ “ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.”

131. Ἀφροδίτη—τήν γʼ οὐτάμεν] ἡ πρακτικὴ φρόνησις κατα- [*](B=) φρονεῖν αὐτὸν 〈τῶν⟩ ἡδονῶν παρασκευάζει.

132. τήν γʼ οὐτάμεν] καὶ μετὰ τοῦ γ καὶ χωρὶς τοῦ γ· Ζηνόδοτος [*](A+) δὲ “τὴν οὐτάσαι.”

136. ἕλεν μένος] Πτολεμαῖος διὰ τοῦ γ “ἔχεν μένος.” [*](A+) ὥστε λέοντα] καλῶς τῶν μὲν τετραπόδων τὰ ἀσθενέστερα παρεί- [*](B=) ληφε τὰ πρόβατα, τῶν δὲ θηρίων τὸ ἀλκιμώτατον 〈τὸν⟩ λέοντα, καὶ τὸν μὲν ὑπὸ τῆς πληγῆς ἠρεθισμένον, τὰ δὲ ἔρημα τοῦ φυλάττοντος.

[*](2. ἑκάτη: at cf. Il. 6. 305 17. ὑπὸ A: ἀπὸ ‖ 19. μῦσος ‖ 22. αὖ τ᾿ ἀπʼ ‖ 33. τὸν ἀ.)
168
[*](B=)

137. ὀίεσσιν] ἀντὶ τοῦ ταῖς ἐπαύλεσιν, ὡς τὸ “ποιμαίνων δʼ ἐκʼ ὄεσσι μίγη” (Il. 6. 25).

138> χραύσῃ] τύψῃ ἢ τρώσῃ. §. εὖ δὲ τὸ μὴ φάναι τύψῃ ἢ [*](A-B=) βάλῃ, ἀλλὰ θίξῃ διὰ τὴν ἐπιπολαίαν πληγήν.

[*](B=)

140. ἀλλὰ κατὰ σταθμοὺς δύεται] ἐναργῶς τὸν δεδιότα ἐσήμανεν.

[*](B=)

141. αἳ μέν τʼ ἀγχηστῖναι ἐπʼ ἀλλήλοισι κέχυνται] οὕτω γὰρ συνέρχονται ἀλλήλαις ἐπιπτοηθεῖσαι· ἤτοι δὲ αἱ ζῶσαι ἢ αἱ κατα- βαλλόμεναι.

[*](B=)

κέχυνται] τὸ πλῆθος δηλοῖ· διὸ καὶ “μελισσάων ἀδινάων” (Il. 2. 87) φησὶ καὶ “μῆλʼ ἀδινά” (Od. 1. 92).

[*](A+B=)

142. ἐξάλλεται αὐλῆς] ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς· ἢ ἀντὶ 〈τοῦ〉 καθάλλεται· ἢ ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι λέγομεν τὸ ὑπερυψῶσθαι. ἔμφασις δέ, εἴγε καὶ ὑψηλῆς οὔσης τῆς αὐλῆς 〈ὑπερ〉άλλεται αὐτήν. ἔστι δὲ ὡς τὸ “Τρώων ὁρμήσειαν” (Il. 4. 335)· οὐ γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν. §. ἢ ἐξάλλεται ἐκ τῆς αὐλῆς, ἐκ τοῦ σταθμοῦ.

[*](B=)

143. ὣς μεμαὼς Τρώεσσι] δῆλον ὅτι τῆς προθυμίας ἐποιήσατο τὴν ὁμοίωσιν. οὐκέτι δὲ καθʼ ἕνα, ἀλλὰ σύνδυο ἀναιρεῖ. ὅρα δὲ τὴν ποικιλίαν τῆς ἑρμηνείας.

146. κληῖδα παρʼ ὦμον 〈— ἐέργαθεν ἡδʼ ἀπὸ νώτου⟩] ὦμος ἀπεκόπη αὐχένος· οὕτω δὲ διῄρηται.

[*](B=)

147. 〈βαλῶν —〉 πλῆξε] ἀπὸ μετοχῆς τῆς βαλών εἰς ῥῆμα, ὡς τὸ ἰοῖσίν τε τιτυσκόμενοι λάεσ〈σ〉ί τʼ ἔβαλλον” (Il. 3. 80).

[*](A+B=)