Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

150. τοῖς οὐκ ἐρχομένοις] ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύ- σατο· ὅμοιον δέ ἐστι τῷ “ἀλλʼ οὔ οἱ τότε 〈γε〉 χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα” (53).

[*](B=)

153. ἄμφω τηλυγέτω] μεθʼ οὓς οὐκ ἐπαιδοποίησεν ὁ πατήρ, ἢ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ γεννηθέντες.

[*](B=)

δὲ τείρετο γήραϊ λυγρῷ] ἐλέγχει τοὺς οἰομένους δεῖν ἐπὶ γήρᾳ παιδοποιεῖν, ὅπως διαδόχοις χρήσωνται, ὡς κακῶς οἰομένους· νικᾷ γὰρ ἡ πήρωσις.

[*](AB=)

158. χηρωσταί] οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι. [*](A+B-) §. “χηρωσταί” δὲ ὡς ἀθληταί. ἢ ἀγχιστεῖς ἢ κληρονόμοι. [*](1. δὲ πόεσι || 10. μῆλα || 12. supplevi ex B || 18. σὺν δύο || 20. πρώτη μέν τις ἀπ. τῆς χειρός, cf. D || 21. post διῄρ. omisi κρεμᾶται ἡ χείρ || 27. ἢ W: οἱ || 30. χρἡσοιντο || 31. πήρωσις B: πεπρωμένη)

169
διὰ κτῆσιν δατέοντο] προληπτικῶς· οὔπω γὰρ ἀπέθανεν ὁ γέρων.

[*](B=)

161. ἐξ αὐχένα ἄξει] ἔμφασιν διακοπῆς ἔχει ἡ ὑπέρ⌈θεσις⌋, ὡς τὸ “λέων κατὰ ταῦρον ἐδηδώς” (Il. 17. 542).

ἐν βουσὶ θορὼν—πόρτιος ἠὲ βοός] εἰπὼν τὸ γενικὸν ἐπὶ τὰ [*](B=) ἰδικὰ ἔρχεται. ὁ δὲ ἤ ἀντὶ τοῦ καί, ὡς “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. 20. 138).

162. πόρτιος] νέου βοός, μόσχου.

[*](A+)

ξύλοχον] τόπον σύνδενδρον· οἳ δὲ κοίτην θηρίου.

166. * ἀλαπάζοντα] ἀναλίσκοντα.

τὸν δʼ ἴδεν Αἰνείας] τὸ ὁμοειδὲς ἐκκλίνει καὶ πρόθυμον Πάνδαρον [*](B=) ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει.

168. Πάνδαρον—διζήμενος] αὐτὸς ἔξω κινδύνων στὰς τοξότην ἀντι- [*](B=) καθίστησιν αὐτῷ· οὐ γὰρ ἐθέλει κινδυνεύειν Αἰνείας.

171. ποῦ τοι τόξον] ἡ τοξεία· οἰκεῖα δὲ τὰ ἐγκώμια τῇ προτροπῇ, [*](B=) ὡς εἰς αὐτὸν μόνον σαλευούσης τῆς σωτηρίας τῶν Τρώων.

177. εἰ μή τις θεός ἐστι] οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ [*](B=) θεᾶς. ἅμα δὲ καὶ ἦθος ἔχει.

178. χαλεπὴ δὲ θεοῦ ἐπιμῆνις] κατὰ παρολκήν ἐστιν ἡ “ἐπί” [*](A+B=) πρόθεσις· διὸ οὐκ ἀμείβει τὸν τόνον.

181. Τυδείδῃ μιν—πάντα ἐίσκω] καὶ πῶς γινώσκει τοῦ πυρὸς καιομένου; ἢ οὐ πάντα τὸν καιρὸν καίεται.

Τυδείδῃ μιν] διχῶς, καὶ “μίν” καὶ “μέν.”

[*](A+)

182. αὐλώπιδί τε τρυφαλείῃ] εἶδος περικεφαλαίας λόφον εἰς ὀξὺ [*](B~) ἀνατεταμένον ἐχούσης· τρυφαλὴς δὲ τρυφάλεια.

186. εἰλυμένος ὤμους] ἀπὸ μέρους τὸ πᾶν.

187. * ἔτραπεν] ἔτρεψεν.

191. θεός νυ τίς ἐστι κοτήεις] ἐν ἤθει τοῦτο διὰ τὸ μὴ ἀνῃρῆσθαι [*](B=) αὐτόν.

192. * ἐπιβαίην] ἵνα φύγῃ.

193. ἀλλά που ἐν μεγάροισι] κερτομεῖ αὐτοῦ τὸ φιλάργυρον, ὡς [*](B=) ἀμελοῦντος τῆς ἰδίας σωτηρίας ἀναλωμάτων φειδοῖ.

194. πρωτοπαγεῖς] πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως.

[*](A=B+)

πρωτοπαγεῖς νεοτευχέες] τὸν φειδωλὸν ὅρα καὶ ἀχράντους φυλά- [*](B=) ξαντα πρὸς ἀνάθεμα τοὺς δίφρους, καὶ ταῦτα πλῆθος ἔχοντα συνωρίδων.

[*](10. τε post ὁμ. omisi ut B || 15. τριῶν || 16. προνοεῖ || 34. post συνω- ρίδων add. ἕνδεκα δίφροι: traieci ad lemma proximum)
170

195. ἕνδεκα δίφροι—παρὰ δέ σφιν ἑκάστῳ] “σφίν” ἀντὶ τοῦ σφῶν.

[*](A-)

196. 〈κρῖ〉] εἰδέναι δεῖ καὶ ζητεῖν πότερον ἐκ τοῦ κρίμνον ἢ ἐκ τῆς κριθῆς ἀποκέκοπται τὸ “κρῖ·” εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ 〈ἂν〉 ἐποιεῖτο τὴν σύνταξιν μετὰ τοῦ “λευκόν” οὐδετέρου, οἷον “κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας·” καὶ αὐτὸ γὰρ τὸ κρῖμνον οὐδετέρου γένους ἐστίν. φαίη 〈ἄν〉 τις πρὸς τοῦτο, οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβάνεσθαι, οἷον τὴν κρῖ λευκὸν οὖσαν, ἀντὶ τοῦ 〈λευ- κήν〉, ὥσπερ τὴν θεόν, τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά· πρὸς ὃ λέγο- μεν, ὅτι ἂν πιστώσειε 〈τὸ〉 οὐδέτερον καὶ μόνον ὂν ἐνταῦθα τὸ“εὐρυφυὲς κρῖ 〈λευκόν〉” (Od. 4. 604)· κρῖμνον δέ ἐστι τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς· ἀποδέδεικται οὖν, ὅτι τὸ κρῖ ἐκ τοῦ κρῖμνον καὶ οὐκ ἐκ τοῦ κριθή ἐστι γεγονός.

[*](AB-)

ἐρεπτόμενοι] κυρίως, ἀπὸ τῆς ἔρας λαμβάνοντες.

[*](B=)