Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

78. θεὸς δʼ ὣς τίετο δήμῳ] διδάσκει πῶς χρὴ διακεῖσθαι πρὸς [*](B-) τοὺς ἱερεῖς.

80. μεταδρομάδην] τὸ ἐξῆς “μεταδρομάδην ἀίξας,” ἐπιδιώξας τὸν [*](B=) φεύγοντα.

81. ἀπὸ δʼ ἔξεσε χεῖρα] τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν “ἔξεσε” [*](AB=) εἰπών, οὐκ ἀπέκοψεν.

82. αίματόεσσα δὲ χείρ] οἶκτον 〈ἔχει ἡ〉 χεὶρ δίχα παντὸς τοῦ [*](B=) σώματος κειμένη· ὑπʼ ὄψιν γοῦν ἤγαγε τὸ πάθος.

83. πορφύρεος θάνατος] ὁ μέλας· καὶ “πορφύρεον δʼ ἄρα κῦμα” [*](A+ B-) (Il. 21. 326). “μέλαν δέ ἑ κῦμα κάλυψεν” (Il. 23. 693).

84. ὡς οἳ μὲν πονέοντο] ὡς καὶ ἄλλων τινῶν ἀσήμων ἐνεργη- [*](B=) σάντων,

85. Τυδείδην δʼ οὐκ ἂν γνοίης] ἡδὺ τὸ τῆς ἀποστροφῆς ὡς πρὸς [*](B=) πρόσωπον· “φαίης κε ζάκοτόν τε τινʼ ἔμμεναι” (Il. 3. 220)· ἡ δὲ τῆς ἑρμηνείας θερμότης τὸν βεβακχευμένον Διομήδεα δείκνυσιν.

87. θῦνε γάρ] ἐνθουσιωδῶς μετά τινος ὁρμῆς ἐφέρετο. ἐπιτείνει [*](B=) δὲ αὐτὸν τῷ χειμάρρῳ,” εἰκονίσας ἡμῖν τί ἐστι χειμάρρους, καὶ τῷ “πλήθοντι.”

88. ἐκέδασσε γεφύρας] καλῶς κἀκ τῶν πασχόντων τοῦ ποταμοῦ [*](B=) τὴν βίαν ηὔξησεν.

89. τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι] ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς [*](B=) πτώσεως ἐν τῇ ἐπαναλήψει, καὶ πάλιν ἐν τῇ γενικῇ “πολλὰ δʼ ὑπ” αὐτοῦ 〈ἔργα〉 κατήριπε” (92).

*ἐεργμέναι] χωρὶς τοῦ γ “ἐερμέναι.”

90. * ἀλωάων] τῶν ἀμπελοφύτων.

92. κατήριπε κάλʼ αἰζηῶν] ἀντὶ τοῦ ἀνθρώπων· “μινύθει δέ τε [*](B-) ἔργʼ ἀνθρώπων” (Il. 16. 392). ἐμφαντικῶς δὲ καὶ τὰ ὑπὸ νεανιῶν οἰκοδομηθέντα παρασύρεσθαί φησιν.

[*](3. ᾧ οὐ post δύν. omisi ut B ‖ 13. supplevi ex B ‖ 25. ἐσκέδασε ‖ 31. χωρίων post ἀμπ. add. see.)
166
[*](B=)

97. αἶψ᾿ ἐπὶ Τυδείδῃ] καλῶς τιτρώσκει Διομήδεα, ἐπεὶ “ῥέζοντά τι καὶ παθεῖν ἔοικεν” (Pind. Nem. 4. 32).

[*](B=)

98. ἐπαίσσοντα τυχών] συνήργησεν ἡ Διομήδους ὁρμὴ πρὸς τὴν δίοδον τοῦ βέλους.

[*](A=)

99. θώρηκος γύαλον] τὸ γύαλον ὅταν ἐπίθετον ᾖ ὀξύνεται· “εὖτ᾿ ἂν ὁ παῖς ἀπὸ μὲν γύαλον λίθον ἀγκάσ〈σ〉ασθαι” (? Call. p. 773 Schn.).

[*](B-)

θώρηκος γύαλον] πρὸς ἀντιδιαστολὴν τῶν χειρίδων “θώρηκος γύαλον” φησὶ τὸ περὶ τὸν ὦμον μέρος· λέγει δὲ τὸ κοίλωμα.

[*](B-)

101. ἐπὶ μακρὸν ἄυσε] οὐδεὶς τῶν βαλλόντων ἢ μόνος οὗτος ὁ ἀλαζὼν ἐφθέγξατο. διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι “τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν.” οὐ φθέγγεται δὲ τρώσας Μενέλαον, ὅτι ἡ πρᾶξις αἰσχρὰ 〈οὖσα〉 καὶ ἔλεγχον ἀσεβείας ἔχει, ἢ βουλόμενος ἑαυτὸν μὴ φανερὸν ποιῆσαι τοὺς ὅρκους παραβάντα ἐν τοῖς Τρωσίν.

[*](AB=)

103. βέβληται 〈γὰρ〉 ἄριστος Ἀχαιῶν] ἀντὶ τοῦ ἀριστεύς— Αἴας γὰρ μετʼ Ἀχιλλέα—ἢ διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγὼ κάρ- τιστον Ἀχαιῶν” (Il. 6. 98)· ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησίν.

[*](B=)

107. πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν ἔστη] γενναῖον ἦθος Διομήδους, ὃς οὐκ οἴχεται καιρίαν λαβὼν τὴν πληγήν.

[*](B=)

109. ὄρσο, πέπον] οὐδὲν ἀποιμώζει πρὸς τὴν πληγήν, ἀλλὰ γεν- ναίως τὴν χρείαν μόνην φησίν.

[*](B=)

111. Σθένελος δὲ καθʼ ἵππων] πρεπόντως καὶ Σθένελος οὐδὲν ἐπιζητεῖ· καὶ γὰρ ἀνοίκειον τῷ καιρῷ.

[*](B=)