Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

48. ἐσύλευον θεράποντες] ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς. [*](B=) Ἐλεφήνωρ γοῦν παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται· σῴζεται δὲ καὶ τὸ ἀξίωμα τοῦ βασιλέως.

49. Σκαμάνδριον] οἰκεῖον κυνηγῷ· ποταμοὶ γὰρ αὐτοῖς ἡ διαγωγὴ [*](B=) καὶ ὗλαι.

50. Ἀτρείδης Μενέλαος ἕλ᾿ ἔγχεϊ] καταπλήττει τοὺς πολεμίους [*](B=) καὶ θαρσύνει τοὺς Ἀχαιοὺς ὑπόγυιος τρωθεὶς καὶ μαχόμενος.

ὀξυόεντι] οὐκ ἀπὸ ὀξύας· μελίνοις γὰρ ἐχρῶντο.

51. δίδαξε γὰρ Ἄρτεμις] τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσ- [*](B-) άπτουσι θεοῖς· “κλεπτοσύνῃ θʼ ὅρκῳ τε” (Od. 19. 396).

53. ἀλλʼ οὔ οἱ τότε χραῖσμε] δείκνυται τὸ ἀπαράβατον τοῦ [*](B=) μοιριδίου καὶ διὰ τούτου.

56. μετάφρενον οὔτασε] ἀσθενὴς γὰρ ἡ βολὴ Πανδάρου· ἢ διὰ τὴν [*](B=) ἀσέβειαν 〈τῶν〉 Τρώων ἐξῆπται προθυμίᾳ ἢ διὰ τὴν ἐπικουρίαν τῶν θεῶν.

58. ἤριπε δὲ πρηνής] ἀπὸ 〈τῆς〉 βίας τοῦ δόρατος ἀνατραπείς. [*](B=) ἔδειξε δὲ ἡμῖν ὅπλα κραδαινόμενα τῇ πτώσει τοῦ τεθνεῶτος.

59. Φέρεκλος ὁ φέρων κλόνον διὰ τῶν νέων.

(Τέκτονος υἵον) Ἁρμονίδεω] ὄνομα κύριον, ὁ Ἁρμονίδου.

[*](A-)

60. 〈ὃς χερσὶν ἐπίστατο —〉 ὃς καὶ Ἀλεξάνδρῳ] ὁ Ἁρμονίδης [*](B-) τουτέστιν ⟨ὁ Τέκτων〉, ἐπεὶ ὁ Φέρεκλος πρὸς τὰ δεύτερα ὑπαντᾷ· [*](A+) καὶ οἱ ἱστορικοὶ. . . . §. ὁ δὲ δεύτερος “ὅς” ἐπὶ Φερέκλου. καὶ Λυκόφρων (97) “τράμπις 〈σ᾿〉 ὀχήσει καὶ Φερέκλειοι πόδες.”

δαίδαλα πάντα] ἀπὸ τῆς δαίσεως.

δαίδαλα πάντα] Ἀρίσταρχος δὲ “δαίδαλα πολλά.”

61. ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη] ἡ ἐργάνη. διδάσκει [*](B=) δὲ μὴ κακῶς κεχρῆσθαι τοῖς παρὰ θεῶν δώροις.

62. νῆας ἐίσας] ἴσας τὰς ναῦς φησιν, ὅτι ἀντι〈ρ〉ρόπως πορεύ- [*](A+ B=) ονται. ἀντίρροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλευρὰ κατὰ τὸ μέγεθος καὶ σχῆμα καὶ βάρος.

64. ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη] Λακεδαιμονίους φασὶ λιμῷ [*](A+ B=) [*](8. ἐλέγχεῖ ‖ 9. ὑπὸ γυιὸς ‖ 10. ὀξείας: corr. Bekker ‖ 16. ἐπῆρται coni. W ‖ 20. κύριον //// ὁ Ἁ. ‖ 22. ὁ φέρεκλος ἐπεὶ ‖ 23. lacunam indicavi ‖ ὁ δὲ δῖος ἐπὶ φʼ ἔκλου ‖ 24. supplevi ex B ‖ 26. schol. cum praecedenti cohaeret ‖ 27. ἡ ὀργανικὴ)

164
πιεζομένους τὸ αἴτιον ἀνακρίνειν τὸν θεόν· τὸν δὲ εἰπεῖν ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας, Ἱμερτὼ καὶ Λύκον· τὸν δὲ Μενέλαον ἀπελ- θόντα εἰς Ἴλιον ἐπιτελεῖν τὰ προσταχθέντα καὶ συμμίξαντα Ἀλεξ- άνδρῳ ἅμα αὐτῷ ἀπιέναι εἰς Δελφοὺς ἐρησόμενον περὶ παίδων γονῆς· ἐρωτᾶν δὲ καὶ Ἀλέξανδρον, ὅπως ἂν ἁρπάσαι τὴν Ἑλένην· τὸν δὲ θεὸν εἰπεῖν “τίπτε δύω βασιλῆες, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν, οὐκέθʼ ὁμὰ φρονέοντες ἐμὸν ποτὶ νηὸν ἔβητε, ἤτοι ὃ μὲν γενεὴν ἵππου διζήμενος εὑρεῖν, αὐτὰρ ὃ πῶλον ἑλεῖν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;” τοὺς δὲ μὴ νοήσαντας ὑποστρέψαι. τοῦτο οὖν λέγει ὁ ποιητὴς “ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη.”

*τʼ αὐτῷ] ⟨τε〉 αὐτῷ.

66. *γλουτόν] τοῦ ἰσχίου τὸ μέρος.

[*](AB=)

67. ἀντικρὺ κατὰ κύστιν] αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορνείας ναυπηγοῦ. δηλοῦται τῆς πληγῆς 〈ἡ βία〉· ὀστέοις γὰρ σκέ⌈πεται⌋ ἡ κύστις· ἃ παρῆλθε τὸ δόρυ.

[*](B-)

68. γνὺξ δʼ ἔριπε] τὸ εἰς γόνατα πεσεῖν· πιθανὸν δὲ σπασμοῦ γεγονότος ⌈καὶ⌋ συννεῦσαι τὸν τρωθέντα.

[*](A+)

69. Πήδαιον δʼ ἄῤ ἔπεφνε] Ἀρίσταρχος Πήδαιον· παρὰ τὸ πηδᾶν.

[*](AB-)

70. ὅς ῥα νόθος μὲν ἔην] βάρβαρον ἔθος τὸ πολλαῖς γυναιξὶ μίγνυσθαι· Λαέρτης γοῦν “χόλον δʼ ἀλέεινε γυναικός” (Od. 1. 433). ἢ τάχα ἥγνευεν αὐτὴ διὰ τὴν ἱερωσύνην· νόμον δὲ τοῦτον ὑπογρά- φει ταῖς γυναιξὶν ὁ ποιητής. σώφρονος γὰρ γυναικὸς τὸ γεγονὸς ἁμάρτημα τοῦ ἀνδρὸς σκέπειν. φησὶ δὲ καὶ τὸ Εὐριπίδειον “σοὶ καὶ ξυνήρων” (Andr. 221). §. νόθος δὲ ὀνοτός τις ὤν, ἢ νωθὴς τῷ γένει.

[*](B=)

πύκα δʼ ἔτρεφε] ὡς ἀγαθὸς τρόπος περιγίνεται τῶν παθῶν τοῦ λο- γισμοῦ. ἕκαστον δὲ σαφηνίζει, τοὺς βάλλοντας 〈καὶ τοὺς πίπτοντας⟩ αὔξων καὶ τὸ προσκορὲς ἀφανίζων.

*⌈Θεανώ⌋] παρὰ τὸ θέαινα.

[*](B=)

74. ὑπὸ γλῶσσαν τάμε χαλκός] ὑπὸ τὴν γλῶσσαν διιὼν ὁ χαλκὸς τοὺς ὀδόντας ἀνέτεμεν. ὀξέως δὲ διʼ ἀναίμων ὀστέων διιόντος τοῦ σιδήρου ψυχρὸν αὐτὸν ὀνομάζει. ἀλλαχοῦ δὲ “πᾶν δʼ ὑπεθερμάνθη ξίφος” (Il. 10. 333).

[*](4. Δελφοὺς B: θεοὺς ‖ 5. ἁρπάσοι ‖ 6. δύο ‖ 8. πῶλον ἑλεῖν add. sec. ut B spatio a pr. relicto ‖ μεγάλε W ex Eust.: μάκαρ ‖ 14. supplevi ex B ‖ 18. πῆδον παρὰ τὸ πηδῶν ‖ 19. τὸ ταῖς π. ‖ 26. supplevi ex B ‖ novavit rec.)
165

75. ἤριπε δʼ ἐν κονίῃσι] εἰκότως τελευτᾷ· ἠνέχθη γὰρ τὸ δόρυ, [*](B-) καθὸ λήγει ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελὸς ἄρχεται, ἴσον δὲ τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ δύναται τοῦτο 〈τὸ〉 μέρος· δῆλον δὲ ἐκ τῶν ἱερείων, ἃ τιτρωσκόμενα κατὰ τὸ ἰνίον διαλύεται.

76. Ὑψήνορα δῖον] δύο Ὑψήνορες· καὶ ἀλλαχοῦ γάρ φησιν “Ἱππασίδην Ὑψήνορα” (Il. 13. 411).