Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

752. κεντρηνεκέας] οὕτω φέροντας ὡς ὑπὸ κέντρου 〈μαστιζομέ- [*](B+) νοῦς〉· παρὰ τὸ 〈κέντρον καὶ τὸ〉 ἐνεγκεῖν.

757. οὐ νεμεσίζῃ Ἄρῃ] χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα παρὰ [*](B=) γνώμην τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ τοῦτο [*](3. ἦν εἰ κ. coni. W || περιείχετο B || 12. σμερδνός σμιρδνός || 13. πολίτας: corr. G. Hermann || 31, 32. supplevi ex B)

196
οὐκ ἀναμένει; ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος· καὶ Ζεὺς “οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια 〈ἔργα〉” (428).

[*](A+B=)

759. οἳ δὲ ἕκηλοι] δασυντέον· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεται, εἰ μὴ ἐκ κλίσεως εἴη, σεσημειωμένου τοῦ ἐκεχειρία.

[*](B=)

760. τέρπονται Κύπρις τε] πιθανῶς, ἵνα μὴ δοκῇ μάτην τε- τρῶσθαι.

[*](B=)

765. ἔπορσον Ἀθηναίην] ἄνωθεν〈κατα〉σκευάζει τὴν τρῶσιν Ἄρεως. καλῶς τε τὸν ταραχώδη ἡ τῆς συνέσεως προεστηκυῖα καταλύει. ἄγρει] λαβέ φέρε ἄγε.

[*](A-B=)

770. ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν] διὰ τοῦ ὀξυτάτου τοῦ ἐν ἡμῖν ἐδήλωσε τὸ τάχος τῶν ἵππων· ὅσον γάρ τις ἐκτείνει τὴν ὄψιν εἰς τὸν παρὰ θάλασσαν ἀτενίζων ἀέρα, μηδενὸς ἀντικόπτοντος, ἀλλὰ τοῦ ὁρωμένου παντὸς ἀέρος ὄντος, τοσοῦτόν ἐστι τὸ βῆμα τῶν θείων ἵππων ὁρμώντων.

[*](A~B=)

ἠεροειδές] τὸ τοῦ ἀέρος εἶδος 〈ἔχον〉.

[*](B=)

772. ὑψηχέες ἵπποι] ὑψαύχενες, ἤτοι εἰς ὕψος ἀειρόμενοι μετὰ ἤχου. ἄριστοι γὰρ οἱ κυμβαλίζοντες ἵπποι.

[*](AB+)

774. ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος] προεπί- ζευξις τὸ σχῆμα· προθεὶς γὰρ ἓν ὄνομα δυικὸν ἐπάγει πληθυντικόν, καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγωγῆ.

[*](A-B=)

776. περὶ δʼ ἠέρα πο〈υ〉λὺν ἔχευεν] ἀντὶ τοῦ πολλήν. ἀεὶ γὰρ θηλυκῶς φησι, καὶ τὸ σκότος δηλοῖ. τὸ δὲ ἐπὶ τοῦ συνήθους ἅπαξ εἶπε “διʼ ἠέρος αἰθέρʼ ἵκανεν” (Il. 14. 288).

[*](B=)

777. τοῖσι〈ν〉 δʼ ἀμβροσίην Σιμόεις] ποιητικοῦ κάλλους ἴδια. ταῦτα, ὡς καὶ ἐπὶ τοῦ λέχους τοῦ Διός (Il. 14. 347). καλῶς δὲ οὐχ ὁ Σκάμανδρος ἀνέτειλεν· Τρωσὶ γὰρ βοηθὸς οὗτος.

[*](B=)

778. τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι] τὴν ὁρμὴν καὶ τὴν πτῆσιν· ἄτοπον γὰρ τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευασμένας. §. [*](B-) §. ἄλλως: καλῶς τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιστεραῖς εἴκασεν· ἀφανῆ γὰρ τὰ τῶν περιστερῶν ἴχνη καὶ Ἀριστοτέλης λέγει (fr. 149). [*](B-) §. ἄλλως: πρὸς τὸ καθαρὸν καὶ ταχύ. ὅτι γὰρ καὶ ταχύ, δῆλον ἀφʼ οὗ τὴν κομιδὴν τῆς ἀμβροσίας πεπίστευται (Od. 12. 63).

[*](AB-)

785. Στέντορι εἰσαμένη] τινὲς αὐτὸν Θρῇκά φασιν, Ἑρμῇ δὲ περὶ μεγαλοφωνίας ἐρίσαντα ἀναιρεθῆναι· αὐτὸν δὲ εὑρεῖν καὶ τὴν [*](1. οὐχ || 2. πολεμίηα || 4. ἐκκεχειρία || 7. supplevi ex B || 8. καλῶς scripsi: ἄλλως || 30. ἀχανῆ: corr. Bekker)

197
διὰ κόχλου μηχανὴν εἰς τὰς μάχας. ἀλλʼ ἔθος Ὁμήρῳ τοῖς παροῦσιν εἰκάζειν τοὺς θεούς. τινὲς δὲ Ἀρκάδα φασὶν εἶναι τὸν Στέντορα, καὶ ἐν τῷ καταλόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους.

786. ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα] ἔν τισιν οὐκ ἦν [*](AB=) ὁ στίχος διὰ τὴν ὑπερβολήν.

787. κάκʼ ἐλέγχεα] ὡς καὶ Ἀλέξανδρον “λώβην” (Il. 3. 42).

788. πωλέσκετο δῖος Ἀχιλλεύς] οὐκ ἐᾷ λήθῃ δίδοσθαι τὸ ὄνομα [*](B=) τοῦτο ὁ ποιητής.

789. πυλάων Δαρδανιάων] τῶν Σκαιῶν.

790. * οἴχνεσκον] ἐπορεύοντο.

795. ἕλκος ἀναψύχοντα] γυμνοῦντα πρὸς τὸ ἀποψῆν τὸν λύθρον.

[*](B=)

ἕλκος—τό μιν βάλε Πάνδαρος ἰῷ] οὐ τὸ ἕλκος ἔβαλεν. εἰργά- [*](A-B=) σατο δὲ ἕλκος βαλών, ὡς τὸ “νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς” (Il. 24. 151), ὅ ἐστι κτανὼν νεκρὸν εἰργάσατο. ἀνδρείου δὲ καὶ καρτερικοῦ τὸ μὴ ἀναχωρῆσαι εἰς τὰς ναῦς μετὰ τὸ τραῦμα.

797. τῷ τρίβετο] Ἀρίσταρχος “τείρετο,” αἱ δὲ κοιναὶ “τρί- [*](A-B=) βετο.”

798. *“ἴσχων” ὡς ἔχων.