Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

722. Ἥβη δʼ ἀμφʼ ὀχέ〈ε〉σφι] ὑπηρετικήν τινα τὴν Ἥβην [*](B=) παρεισάγει ὁ ποιητής· καὶ ἀνωτέρω μὲν (Il. 4. 2) εὐωχουμένοις τοῖς θεοῖς διηκόνει, ἐν δὲ τοῖς ἑξῆς (905) λούει τὸν Ἄρεα· παρθενικὸν γὰρ τὸ τοιοῦτον, ὡς “Τηλέμαχον —Πολυκάστη” (Od. 3. 464).

τὸν δίφρον τῆς Ἥρας οὕτως ἡ Δημὼ φυσιολογεῖ. Ἥραν γάρ [*](B=) φησιν εἶναι τὸν ἀέρα· τὴν δὲ φύσιν ἐκτιθέμενον τοῦ στοιχείου φησὶ [*](1. αὕτη ἡ ἱ. || 2. πλησιάζον B: πλησιάζει || supplevi ex B || παρ. εἰ καὶ B: παραγενέσθαι || 7. ἀμπνύσθη textus 13, 14. coniunxi omisso ante τοῦτο lemmate οὔτε ποτʼ ἀντεφέροντο μόχῃ || 14. τὸ πρώην διασταλτέον: corr. W 19. supplevi ex B || 21. ἐπιμελώμενος || 25. κατὰ ante Ἄ. del. W. c. p. 195, 33)

194
τὸν ποιητὴν τὰ μὲν περίγεια αὐτοῦ μέρη, ἅπερ ἐστὶ ζοφωδέστερα καὶ πολὺ τὸ γεῶδες ἔχοντα, ταῖς παχυτέραις ὕλαις εἰκάζει〈ν〉, χαλκῷ τε καὶ σιδήρῳ· “καὶ χρυσὸν μερικῶς ἐγκατέμιξεν, ἴσως διὰ τὸ ποσῶς ὑπὸ ἡλίου φωτίζεσθαι· τὰ μέντοι μετεωρότερα—τὸν ῥυμὸν δέ φημι —ἀργύρεα λέγει, τὸ δὲ πάντων ἀνωτέρω καὶ συναφὲς τῷ αἰθέρι χρύσεον ζυγόν—συνέζευκται γὰρ τῷ αἰθέρι—ἱμάντας δὲ χρυσέους καὶ ἀργυρέους τοὺς ἐξ ἡλίου καὶ σελήνης φωτισμούς, δύο δὲ ἄντυγας τὸ ὑπόγειόν τε καὶ ὑπέργειον ἡμισφαίριον.”

[*](B=)

723. χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι] τὰ γὰρ ἐνεργῆ μέρη τοῦ ἅρματος ταῖς στερεαῖς ὕλαις κοσμεῖ, τὰ δὲ ἄλλα ταῖς πολυτελέσιν.

[*](A+B-)

724. χρυσέη ἴτυς] παντὸς περιφεροῦς τὸ τελευταῖον ἡ ἀψίς, εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἐμπήγνυνται.

[*](B=)

726. πλῆμναι δʼ ἀργύρου εἰσί] καλῶς τὸ “εἰσί” πρὸς ἀληθείας [*](B=) ὑπόληψιν. §. “πλῆμναι” δὲ αἱ χοινικίδες· πλῆμναι δὲ εἴρηνται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος· ταύτας δὲ ἔνιοι χνόας ὀνομάζουσιν.

728. ἄντυγες] τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια, ὅθεν καὶ τὰ ἡνία ἐξάπ- [*](AB=) τονται. §. κνῆμαι(723)δὲ αἱ ἀπὸ τῆς χοινικίδος ἕως τοῦ τροχοῦ ῥάβδοι. [*](A+B=) §. “δίφρος” παρὰ τὸ δύο ἄγειν, “ζυγός” παρὰ τὸ δύο εἰς 〈ἓν〉 ἄγειν [*](A~B=) αὐτόν. §. “ἄξων τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκατέρου τροχοῦ.

[*](AB=)

729. ῥυμός] τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ τοῦ ἐρύειν.

[*](A=)

730. ** λέπαδνα] ὡς κόπτω κόπανον λέπω λέπαδνον. §. εἰσὶ δὲ [*](AB=) τὰ 〈λέπαδνα〉 περιτραχήλια τῶν ἵππων.

[*](B=)

734. πέπλον μὲν κατέχευεν] τὰς περόνας λύσασα καταφέρεσθαι ἀφῆκεν· γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως ἐνέφηνεν. [*](AB=) §. πρέπω δὲ πρέπαλος πέπαλος πέπλος.

[*](AB=)

736. ἣ δὲ χιτῶνʼ ἐνδῦσα] δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀντω- νυμικόν. τινὲς δὲ ψιλοῦσι, σύνδεσμον ἐκδεχόμενοι τὸ “〈δέ”〉, κακῶς.

[*](B=)

χιτῶνʼ ἐνδῦσα] οὗτος γὰρ μᾶλλον ἐπιτήδειος ἐν πολέμῳ, καὶ ὅτι ἴση περιβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος (Il. 18. 192).

[*](A+)

ἣ δὲ χιτῶνʼ ἐνδῦσα] τὸ “Διὸς νεφεληγερέταο” τινὲς τῷ πρώτῳ, οἳ δὲ τῷ ἑξῆς 〈συνάπτουσιν〉, ἵν’ ᾖ, ὅλα τὰ ὅπλα τοῦ Διός· κοινὸν δὲ καὶ [*](B=) εἰ τῷ πρώτῳ. §. τεύχεα” δὲ τὴν αἰγίδα καὶ τὴν περικεφαλαίαν λέγει.

[*](2. supplevi ex B || 5. ἀργύρεον ut B || 7. ἀργυροῦς || 15. χνόας B Eust.: χνείσας || 18. supplevi ex A B || 27. η B: ε || 28. τὸν || supplevi ex B || 30. παραβολή || 32. τὸ ἑξῆς || 33. εἰ τῷ πρώτῳ scripsi: ἐπὶ τοῦ πρώτου)
195

737. τεύχεσιν ἐς πόλεμον] τῇ αἰγίδι, διὰ τὸ δυνάμεις ἀρεϊκὰς [*](B=) ἐντετυπῶσθαι ἐν αὐτῇ.

739. ἣν πέρι μὲν πάντῃ φόβος] ὅσος ἦν, κύκλῳ εἴχετο. §. ἀνα- [*](B=) στρεπτέον δὲ τὴν “περί.”

[*](AB=)

740. ἐν δʼ Ἔρις, ἐν δʼ ἀλκή] ἄδηλον πότερον εἴδωλα ταῦτά εἰσιν [*](B=) ἢ διαθέσεις, ὡς τὸ “ἔνθʼ ἔνι μὲν φιλότης” (Il. 14. 216).

κρυόεσσα ἰωκή] πολέμου ἐπιφορά.

741. ἐν δέ τε Γοργείη κεφαλή] οἷον κατάστημά τι γοργότητος [*](B=) δεινὸν καὶ βλοσυρόν. Ἡσίοδος γὰρ διέπλασε τὸν μῦθον τῶν Γορ- γόνων (Th. 274).

742. σμερδνή] ὡς ἀλαπάζω ἀλαπαδνός, οὕτω μερίζω μεριδνός [*](AB-) μερδνός σμερδνός· καὶ “ὣς ἐδαίζετο θυμός” (Il. 15. 629).

744. ἑκατὸν πόλεων πρυλέεσσʼ ἀραρυῖαν] εἶχεν ἐν ἑαυτῇ ὁπλίτας [*](B=) τετυπωμένους πόλεων ἑκατόν· ὑποτυποῖ δὲ ἡμῖν τὸ μέγεθος τῆς φορούσης· καὶ αὐτὴν τὴν κόρυθα ἑκατὸν πόλεων ὁπλίτας δύνασθαι κατακαλύπτειν φησίν. εἰ δὲ ἡ κόρυς τοσαύτη, πόσον τὸ μέγεθος τῆς περικειμένης τὸ κράνος; καὶ ἐπὶ Ποσειδῶνος, “ὅσ 〈σ〉ον τʼ ἐν〈ν〉εά- χιλοι” (Il. 14. 148)· οὐ γὰρ εἶκε τὸ μέγεθος αὐτοῦ, ὥσπερ οὐδὲ τὸ τῆς Ἀθηνᾶς, κατʼ ἔμφασιν δὲ ἔδωκε συλλογίζεσθαι πηλίκος ἦν ὁ τὴν τοιαύτην φωνὴν ἔχων. §. “πρυλέες” δὲ ὁπλῖται ἢ πρόμαχοι [*](A-) ἢ ἀθρόοι.

745. ἐς δʼ ὄχεα φλόγεα] ὀξέα κατὰ τὴν κίνησιν ὡς πῦρ.

[*](B+)

746. τῷ δάμνησι] οὐκ ἄνδρας εἶπεν, ἀλλʼ ὑπερφυῶς “στίχας [*](B=) ἀνδρῶν.”

747. * τοῖσίν τε] αἱ Ἀριστάρχου ἄνευ τοῦ τ “οἷσίν τε.”

748. ἐπεμαίετʼ ἄρʼ ἵππους] ἀντὶ τοῦ ἐπέψαυσεν.

749. πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι] ἐπεὶ τὴν τῶν οὐρανίων [*](B=) τάξιν καὶ τοὺς καιροὺς διοικοῦσιν· ἐμφαίνεται δὲ καὶ τὸ ἀξίωμα τῶν θεῶν, εἴγε ἑκοῦσαι αἱ πύλαι εἴκουσιν αὐταῖς. §. οὐρανὸν δὲ τὸν ὑπὲρ [*](AB=) τὰ νέφη τόπον.