Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

574. τὼ μὲν ἄρα δειλώ] προεῖπε γὰρ τὸ ἐμπαθὲς τῆς ἡλικίας, τῆς ὁμογενείας, τοῦ θανάτου, τῆς περὶ τοὺς φίλους σπουδῆς· μηδέπω γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον ἐπίκουροι.

[*](2. ὁρτιλόχου || 9. supplevi ex B || 12. ἐπὶ τῶν B: ἀπὸ τοῦ || 18. δ. τὸ ἐ. || 27. εὐνοιεῖται || 30. supplevi ex B 31. φιλλαλία pr. φιλλαληλία sec. || 33. ὁμογενείας B: ὁμογειτονίας)
189

576. ἔνθα Πυλαιμένεα ἑλέτην] σκόπει τὴν φράσιν, ἕλετο ἑλέτην ἐπόρθησαν, διὰ τὸν ἡνίοχον καὶ τοὺς ἵππους· ἢ συλληπτικῶς ὡς “τώ τε Θρῄκηθεν ἄητον” (Il. 9. 5). §. πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα [*](B-) λείβων ἐν τῇ ἐπὶ ταῖς ναυσὶ μάχῃ “ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πύλαι- μένεος βασιλῆος” (Il. 13. 643); ἔστιν οὖν ὁμωνυμία. καὶ ὃ μὲν ἀρχηγός, ὡς “Ἴασος αὖτʼ ἀρχὸς μέν” (Il. 15. 337), ὃ δὲ βασιλεύς· διὸ πολλὴ γίνεται περὶ αὐτὸν σπουδὴ τῶν Παφλαγόνων καὶ τοῦ Ἀλεξάνδρου· πῶς δὲ ὁ Ἁρπαλίων ἐνταῦθα οὐκ ἐπήμυνε τῷ πατρί, εἰ τούτου ἦν υἱὸς τοῦ Πυλαιμένεος, §. Πυλαιμένεα δὲ ὡς Διομήδεα.

581. ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους] τοῦτο διὰ μέσου.

582. χερμαδίῳ ἀγκῶνα] ἐπώδυνος ἡ πληγή· διὸ καὶ τὰς ἡνίας [*](B=) ἀπέβαλε καὶ φεύγειν οὐκ ἔχων εὐάλωτος γέγονεν.

583. ἡνία λεύκʼ ἐλέφαντι] λείπει τὸ ὡς, ἵνʼ ᾖ λευκὰ ὡς ἐλέφας. [*](B=) οἳ δὲ ἐξ ἐλεφαντίνων λελευκασμένα〈όστῶν〉· ἔχουσι γὰρ αἱ ἡνίαι ἐλεφαντίνους ἀστραγάλους ἑκατέρωθεν, διʼ ὧν ἕλκουσιν οἱ ἡνίοχοι.

584. ξίφει ἤλασε] πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν κεφαλὴν [*](B=) ξίφει πλήττεται; τάχα οὖν τὰς ἡνίας ἀναλαβεῖν ἐθέλων ἢ ναρκήσας ὑπὸ τῆς πληγῆς κατέκυψεν.

586. κύμβαχος] τῆς κυνῆς ὁ λόφος· ἔνιοι τὸ ἐπὶ κεφαλῇ.

βρεχμόν] 〈βρεχμός ἡ τοῦ αὐχένος σπονδυλώδης ἀρχή, βρέχμα [*](B+) ἀπόπτυγμα ἀπὸ θώρακος.

587. δηθὰ μάλʼ εἱστήκει] οὐκ ἀπίθανον τοῦτο· ἠνέχθη γὰρ μεταξὺ [*](B+) τῶν ἵππων καὶ τοῦ ἅρματος, καὶ ἦν ἡ μὲν κεφαλὴ βυθισθεῖσα, οἱ δὲ ὦμοι ἑδραῖοι τοῦ σώματος, τὸ δὲ ὅλον ἐπὶ τῷ αἰφνιδίῳ θανάτῳ· 〈ψυχορραγῶν〉 γὰρ〉 ἔτι ἔπνει καὶ ἐνήλατο. τὸ δὲ “κύμβαχος” ἐπεξηγήσατο.

ἀμάθοιο βαθείης] διάφορος ἡ σημασία ἐπὶ τῆς ἀμάθου καὶ ψαμάθου.

593. ἣ μὲν ἔχουσα κυδοιμόν] ἡ δύναμιν ἐν αὑτῇ θορυβώδη ἔχουσα, [*](B=) ἢ ὡς βέλη τῆς χειρὸς κατέχουσα, ἢ ὡς “πολέμοιο τέρας 〈μετὰ χρσὶν ἔχουσαν) (Il. 11. 4).

596. *ῥίγησε] ἐπεὶ ἀπείρητο αὐτῷ μὴ συνάπτειν τινὶ τῶν ἄλλων [*](B=) θεῶν πόλεμον.

597. *ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος] ἄπειρος· καὶ Διομήδης γὰρ [*](B=) ἄπειρος τῆς πρὸς Ἄρεα ἀντιπαρατάξεως.

[*](6. ναύταρχος || 14. supplevi ex B || 17. κατέκυψεν ante ἢ omisi ut B || 20, 25. supplevi ex B || 24. ὄντες post ἐδρ. omisi || 25. ἔτι B: ὡσεὶ ἐνήλλατο || κύμβαχον || 29. τέρας πολ.)
190

598. στήῃ ἐπʼ ὠκυρόῳ] αἰφνιδίως ἐπιστὰς τῷ ποταμῷ πλημ- μυροῦντί τε καὶ ὑπὸ τῆς θαλάσσης ἀνακρουομένῳ.

[*](B=)

601. ὦ φίλοι, οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον] ἄμφω ποιεῖ, τῷ θεῷ εἴκειν παραινεῖ καὶ τὸν πόλεμον μὴ δεδιέναι προτρέπεται.

[*](B=)

605. ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω εἴκετε] κατʼ ὀλίγον ἀναχωρεῖτε ὑποποδίζοντες. διδάσκει δὲ πῶς δεῖ τὰς τροπὰς ποιεῖσθαι.

609. Μενέσθην Ἀγχίαλόν τε] Ἀρίσταρχος “Μενεσθῆν” ὡς Ἀπελ- 〈λ〉ῆν· τινὲς δὲ διὰ τοῦ τ “Μενέστην” ὡς Ὀρέστην. §. τινὲς δὲ Ἐλωρέα τὸν Ἡφαίστου κατʼ ἐπίκλησιν οὕτω φασὶ κεκλῆσθαι. §. τὸ δὲ “Ἀγχίαλον” ψιλωτέον· κύριον γάρ.

[*](B=)

Μενέσθην] ὡς ὄρος Ὀρέστης, οὕτω μένος Μενέστης, καὶ μετα- βολῇ Μενέσθης.

612. ὅς ῥʼ ἐνὶ Παισῷ] Ἀπαισός ἐστιν, ἣν διὰ τὸ μέτρον Παισὸν εἶπεν, ὡς Σπληδόνα.

[*](B=)

613. πολυκτήμων πολυλήιος] διδάσκει τοὺς πλουσίους θνητὰ φρονεῖν καὶ τὸν θάνατον νομίζειν μηδὲν ἧττον παρεῖναι.

[*](B=)

619. σάκος δ ἀνεδέξατο πολλά] τὸ πλῆθος τῶν βληθέντων δορά- των καὶ τὴν ἀνδρ〈ε〉ίαν τοῦ βληθέντος δηλοῖ.

621. οὐδʼ ἄρʼ ὅτʼ ἄλλα δυνήσατο] τινὲς ὡς τὰ ὅλα, κακῶς.

[*](B+)

629. ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι] φασὶν Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχήματι ταύρου κρόκον ἐκ τῶν ῥινῶν βλαστάνοντος· ἐπικαθεσθείσης δὲ τοῖς νώτοις τῆς κόρης πρὸς ἀπανθισμόν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν 〈αὐτήν〉.