Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

531. αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι] οὐ γὰρ τὸ περὶ αὐτοῦ [*](B=) μόνον σκοπεῖ, 〈ἀλλ᾿〉 αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς ἄλλους χωρίζει.

533. δουρὶ θοῶς] καλῶς τοῖς κελεύσμασι πρῶτος ὑπακούει, τύπον [*](B=) ἑαυτὸν τοῖς ἄλλοις παρεχόμενος.

535. ὁμῶς Πριάμοιο τέκεσσι] προκατάρχει τοῦ “ὁμῶς” τὸ ὁμός καὶ ὁμή καὶ ὁμόν· διὸ περισπᾶται ὡς καλῶς.

538. * ἔρυτο] ἀντὶ τοῦ ἐφύλαξεν.

539. νειαίρῃ δʼ ἐν γαστρί] τῷ παχεῖ ἐντέρῳ ἢ τῇ κύστει.

[*](B=)

541. Αἰνείας Δαναῶν ἕλεν] δικαίως, ἐπεὶ καὶ ἀριστεύς, καὶ παρ- [*](B=) οξύνεται διὰ τὸν ἑταῖρον καὶ προθυμίαν ἔχει παρὰ τοῦ Ἀπόλλωνος.

542. υἷε Διοκλῆος] Ἑλληνικὸν καὶ φιλάδελφον τὸ συναποθνῄσκειν [*](B=) τοὺς ἀδελφούς, οὐχ οἷον τὸ Ἰδαίου ἦθος (11) τοῦ ἀδελφοῦ τοῦ Φηγέως.

Κρήθωνά τε Ὀρσίλοχόν τε] ὁ πρόγονος διὰ τοῦ τ, ὁ παῖς διὰ τοῦ σ· καὶ ἐν Ὀδυσσείᾳ οὖν διὰ τοῦ τ (3. 489, 15. 187, 21. 16).

543. ψηρῇ] Μεσ〈σ〉ήνης. καὶ Φηρὰς αὐτὴν καλεῖ. Φεραὶ Θεσ- σαλίας.

*ἐνὶ Φνηρῇ] γράφεται “Ἐφήρῃ.”

544. ἀφνειὸς βιότοιο] προσυνίστησιν αὐτοὺς αὔξων τὴν περὶ αὐτῶν [*](B-) μάχην· οὐ μέμνηται δὲ αὐτῶν ἐν τῷ καταλόγῳ, ἐπεὶ Με〈σ〉σήνιοί εἰσιν, οἵτινες ὑπὸ Μενελάῳ ἐτέλουν δῶρα, “τά οἱ ξεῖνος Λακεδαί- [*](7. suppl. W || 15. supplevi ex B || 31. ? || dubium an pr. || 32. πρὸς συνίστησιν)

188
μονι δῶκε τυχήσας” (Od. 21. 13). “τὼ δʼ ἐν Μεσ〈σ〉ήνῃ ξυμβλήτην—οἴκῳ ἐν Ὀρτιλόχοιο” (ib. 15). διὰ τοῦτο καὶ πεσόντας αὐτοὺς οὐδεὶς ἄλλος ἢ ὁ Μενέλαος ἐλεεῖ.

[*](B-)

550. τὰ μὲν ἄρʼ ἡβήσαντε] ἡμᾶς ὤτρυνε διὰ τοῦ παθητικοῦ, τῆς ἥβης, τῆς τιμῆς, ὅτι δίδυμοι.

[*](B=)

554. οἵω τώ γε λέοντε] “λέοντε” μὲν διὰ τὸ εὐγενὲς ἄνωθεν καὶ εἰς ἀλκὴν προκόπτον, ἀτελεῖς δὲ διὰ τὸ μήπω θαρρεῖν τῇ δυνάμει. ἄλλως τε ἡ λέαινα δύο τίκτει δύο μαζοὺς ἔχουσα, οἳ ἀμύξαντες τὴν μή- τραν τοῦ λοιποῦ ποιοῦσι τὴν μητέρα στεῖραν· ἡ δὲ πόρδαλις〈δ΄〉 τίκτει.

555. τάρφεσιν ὕλης] ὡς βέλεσιν ἀπὸ τοῦ τάρφος· ὅτε δὲ ἀπὸ τοῦ ταρφοῦς, ὡς ὀξέσιν.

[*](B=)

556. τὰ μὲν ἄρʼ ἁρπάζοντε] ἁρπάζειν λέγεται ἐπὶ τῶν κωλυομένων λαβεῖν· διὰ μιᾶς οὖν λέξεως ἐδήλωσε καὶ τῶν πασχόντων τὴν ἄμυναν καὶ τῶν ἁρπαζόντων τὴν βίαν.

[*](B=)

557. σταθμοὺς ἀνθρώπων κεραίζετον, ὄφρα καὶ αὐτὼ ἀνδρῶν ἐν παλάμῃσιν] πιθανῶς ἐπὶ μὲν τῶν βλαπτομένων τὸ τῶν ἀνθρώπων ἔθηκεν ὄνομα, ἐπὶ δὲ τῶν κτεινόντων τὰ θηρία τὸ τῶν ἀνδρῶν.

560. *ἐοικότες] δυϊκῶς “ἐοικότε” Ἀρίσταρχος.

561. τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηίφιλος Μενέλαος] ὡς Λάκων, καὶ Ἀντίλοχος ὡς τῆς Τριφυλίας ὤν· ἡμερούσιός τε ἡ ἀπουσία οἴκου Ὀρτιλόχου καὶ Μενελάου (Od. 15. 187), ὃ πόρρω δηλῶν ὁ ποιητὴς γυμνάζει τὸν ἀκροατήν.

[*](B=)

563. τοῦ δʼ ὤτρυνεν μένος Ἄρης] ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεοὺς πλέον πάντων τὸν ἀλλοπρόσα〈λ〉λον Ἄρεα 〈ἐμφανίζει〉.

[*](B+)

565. τὸν δʼ ἴδεν Ἀντίλοχος] ἐν τοῖς καιροῖς ἀεὶ ὀξὺς ὁ Ἀντίλοχος· καὶ ὁ μὲν Ἀλέξανδρος ὡς ἠδικηκὼς τοῖς Τρωσὶν “ἶσον ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3. 454), ὁ δὲ Μενέλαος εὐνοεῖται ὑπὸ τῶν Ἑλλή- νων ὡς ἠδικημένος.

567. μέγα δέ σφας] συσταλτέον διὰ τὸ μέτρον.

[*](B=)

571. Αἰνείας δʼ οὐ μεῖνε—ὡς εἶδεν δύο φῶτε] 〈δείκνυσιν〉 ὅσον φιλαλληλία, ἣν συνεβούλευσεν Ἀγαμέμνων.

[*](B=)