Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

630. ἐπʼ ἀλλήλοισιν ἰόντες] [ἐν] τῇ ἑτέρᾳ “ἰόντε” κεῖται.

[*](B=)

631. υἱός θʼ υἱωνός τε] ταχέως ἄμφω ἐδήλωσεν· τὸν μὲν γὰρ ἴσμεν διὰ τοῦ καταλόγου (Il. 2. 653), τὸν δὲ γνωσόμεθα. πῶς δὲ συγγενεῖς ὄντες μάχονται; οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ θάνατος, ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· “ψευδό- μένοι δέ σε φασὶ 〈Διὸς γόνον〉” (635).

634. πτώσσειν ἐνθάδε] πτήσσειν.

[*](B=)

635. ψευδόμενοι δέ σε φασί] ἀλλοτριοῖ αὐτὸν ἐκείνου ἐφ’ ᾧ αὐτὸς αὐχεῖ. ἄλογος δὲ ὁ μηδὲν αὑτοῦ διεξιὼν ἀλλὰ τοῦ πατρός. ἡρέμα οὖν ἐλέγχει ὁ ποιητὴς τοὺς ἐπὶ πατράσιν αὐχοῦντας καὶ τούτου χάριν ἐθέλοντας πρωτεύειν· διʼ ὃ καὶ ἀποκτείνει Τληπόλεμον.

[*](11, 20. ? || 21. σαρπηδών || 22, 23. τοῦ ἰνίου coni. W, an τῶν νώτων ? 33. αὐτοῦ || 35. ὃ καὶ B: ὂν)
191

638. ἀλλʼ οἷόν τινα] “ἀλλ[λ]οῖ[ο]ν,” οὐχ οἷος σύ· οὕτω Ποῖς· τί [*](B=) γὰρ βούλεται ὁ “ἀλλά”; §. δασυντέον δὲ τὸ “οἷον”· θαυμαστικὸν [*](A+B=) γάρ· τινὲς δὲ ψιλοῦσι καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον· οἱ δὲ ὑφ᾿ ἓν “ἀλλοῖον,” ἵνʼ ᾖ οὕτω, πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διός· ἄλλοι δέ φασι καὶ ὑπὲρ πάντας εἶναι τὸν Ἡρακλέα.

639. θρασυμέμνονα] τοὺς θρασεῖς ὑπομένοντα. φασὶ δὲ ἀεὶ [*](A-B=) Λυκίους Ῥοδίοις ἐχθρεύειν.

640. ὅς ποτε δεῦρʼ ἐλθών] εὖ τὸ παράδειγμα τῆς Ἡροκλέους [*](B=) ἀρετῆς, 〈ὅτι αὐτὸ〉 οὐκ ἄλλοθεν φέρει ἢ ἐκ τῆς πολεμουμένης πόλεως. Μεγακλῆς δέ φησιν ἐψε[ῦ]σ[θ]αι τὴν ἐπὶ Ἴλιον στρατείαν.

642. χήρωσε δʼ ἀγυιάς] αὕτη ἡ μεταφορὰ τὴν μετὰ λύπης [*](B=) ἐδήλωσεν ἐρημίαν.

646. ἀλλʼ ὐπʼ ἐμοὶ δμηθέντα] ἄξιοι θανάτου οἱ λόγοι.

648. ἀπώλεσεν Ἴλιον —ἀφραδίῃσιν 〈ἀγαυοῦ〉 Λαομέδοντος] εὐτέ- [*](B=) λισε τὴν δύναμιν Ἡρακλέους, τὴν ἀδικίαν ἐκείνου αἰτίαν εἶναι λέγων τῆς ἁλώσεως. ἔδει δὲ ἐπαγαγεῖν, σὺ δὲ ἀδίκως πολεμῶν ἀλώσῃ, οὐχ αἱρήσεις ἡμᾶς δικαίως πολεμοῦντας· ὃ δὲ θυμῷ φερόμενος ἐκομ- μάτισε τὸν λόγον· ἢ ἠθικὸς ὁ λόγος, ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ δὲ σέ· τὰ δὲ ἐν μέσῳ πρὸς μείωσιν Ἡρακλέους. §. “ἀγαυοῦ” δὲ Λαομέδοντος” τῷ σώματι.

651. οὐδʼ ἀπέδωχʼ ἵππους] ἐξ ἀμφοῖν δηλοῦται ἡ ἱστορία· ὃ μὲν [*](B=) γάρ φησιν ὅτι διʼ ἵππους, ὃ δὲ διὰ ποίους ἵππους. τελειοῦται 〈δὲ〉 ἐν τῷ “τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος” (Il. 20. 145).

654. κλυτοπώλῳ] ἁρμόδιον τὸ ἐπίθετον τῷ ἅμα νοήματι τὰ παν- [*](A B +) ταχοῦ ζῷα καταλαμβάνοντι.

656. ἁμαρτῇ] Ἀρίσταρχος τὸ “ἁμαρτῇ” χωρὶς τοῦ ῑ γράφει καὶ [*](A=B+) ὀξύνει· ἀποκοπὴ〈ν〉 γὰρ ἐκδέχεται ἀπὸ τοῦ ἁμαρτήδην· ὁ δὲ Ἀσκαλω- νίτης καὶ οἱ πλείους περισπῶσι παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ περισπώ- μενονἐκδεχόμενοι, ὃ καὶ ἐπεκράτησεν. §. τὸ δὲ “ἁμαρτῇ” ὁμοῦ, ἢ κατʼ ἐπακολούθησιν.

657. βάλεν αὐχένα μέσσον] τοῦ βρόγχου διαιρεθέντος καὶ τῆς [*](B=) ἀναπνοῆς εἰργομένης ταχὺς ὁ θάνατος ἐπεγένετο.

αὐχένα μέσσον] ὅτι ἐπὶ τοῦ ἐμπροσθίου αὐχένος φησίν.

658. αἰχμὴ δὲ διαμπερές] ὑπὸ συγγενοῦς ἀναιρεῖται, ἐπεὶ καὶ [*](B=) [*](1. novavit pr. || 9. supplevi ex B || 10. Μενεκλῆς ut B: corr. C. Muellerr || τὴν στρατείαν B: τῇ στρατείᾳ || 16. π. ἁλώσειν || 27. ὀξύνει B: ἀποξύνει)

192
συγγενῆ εἷλε τὸν Λικύμνιον· “φίλον” γὰρ “μήτρωα κατέκτα” (Il. 2. 662).

[*](A+)

661. μαιμώωσα] πλεονάζει τὸ μ· ἔστι γὰρ αἱμώωσα.

[*](B=)

662. πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν] προαναφωνεῖ μὲν τὸν θάνατον τοῦ Σαρπηδόνος διὰ τοῦ “ἔτι,” παραμυθεῖται δὲ τὴν ἧτταν τοῦ πολε- μίου ἀργὸν ποιήσας Σαρπηδόνα.

664. βάρυνε δέ μιν δόρυ μακρόν] πολὺ τὸ ἐναργὲς φερομένου μὲν τοῦ Σαρπηδόνος, συρομένου δὲ τοῦ δόρατος· γραφικῶς οὖν καὶ ταῦτα.

[*](A-B=)

665. τὸ μὲν οὔτις 〈ἐπ〉εφράσατο] ἐπʼ αὐτῷ ταρασσομένων, ἢ οἷον σπευδόντων αὐτῷ ἐπιβῆναι. §. ὁ μὲν Τληπόλεμος πρότερον καυχησάμε- νος ἀναιρεῖται, ὁ δὲ Σαρπηδὼν μόνον τιτρώσκεται, ἐπεὶ ἀνταλα- ζονεύεται.

[*](A=)

τὸ μὲν οὔτις ἐπεφράσατο] ἔν τισι “τό οἱ οὔτις.” §. τελεία δὲ εἰς [*](A+) τὸ “ἐπεφράσατοτ·” δύναται δὲ καὶ ὅλον ἓν 〈εἶναι〉 ἕως τέλους.

[*](B=)

667. σπευδόντων· τοῖον γὰρ ἔχον πόνον] ἄκρως μιμητὴς ἀληθείας ὁ ποιητής· πολλὰ γὰρ παρορῶμεν σπεύδοντες.

[*](B=)