Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

25. ἵππους δʼ ἐξελάσας] ἱππομανὴς ἀεὶ ὁ Διομήδης· Ἀργεῖος γάρ· ἱππόβοτον δὲ ἀεὶ τὸ Ἄργος καλεῖ.

[*](B-)

26. κοίλας ἐπὶ νῆας] ἐν ταπεινῷ τὸ ναύσταθμον· ἡ δὲ πόλις ἠνεμόεσ〈σ〉α· καὶ “οἳ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν” (Il. 24. 329).

[*](A+ B=)

28. παῤ ὄχεσφι] καὶ μὴν ἀπήλαστο τὸ ἅρμα· ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν· διό τινες ἔλεγον “παῤ ὄχεσφι πᾶσιν ὀρίνθη θυμός,” ἵνʼ ᾖ, τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφʼ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπιφέρει καὶ τὸ τῶν Τρώων πάθος.

[*](AB=)

31. Ἆρες Ἄρες] ἐπαναλαβὴ ὁ τρόπος. §. ὁ Ἰξίων δὲ τὸ δεύτερον [*](AB=) ὀξύνει, ἵνʼ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλασιά- ζεται παρὰ τῷ ποιητῇ· οὐχ οὕτω δὲ ἔχει ἡ παράδοσις. §. τὸ δὲ ἀλα- [*](A=) ζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις.

*μιαιφόνε] ἰαιφόνε.

[*](B=)

32. οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν] ἀγωγὸν τὸ ἐρωτηματικῶς καὶ μὴ προστα〈κ〉τικῶς λέγειν.

[*](B=)

33. μάρνασθαι] πυρώδης γὰρ ὁ πόλεμος, καὶ μαραίνει τὰ σύμ- παντα.

35. θοῦρον Ἄρηα] θείως ὀρούοντα.

[*](B=)

37. Τρῶας δʼ ἔκλιναν Δαναοί] εἰκότως ἐπὶ τῇ Ἄρεως ἀπουσίᾳ καὶ τῇ ταραχῇ ἣν παρέσχον οἱ Δάρητος παῖδες.

[*](B-)

38. πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων] ἄτοπον γὰρ τὸν πρώην ἐγκαλοῦντα πᾶσιν ἀργὸν εἶναι, καὶ ταῦτα κλινομένων τῶν βαρβάρων.

[*](B=)