Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

10. ἰρεὺς Ἡφαίστοιο] ἀπὸ τοῦ ἱερεύς συνήλειπται ὡς πόλιες πόλις. [*](B=) ψιλοῦται δέ, ἐπεὶ τὸ ι μακρὸν ψιλοῦται μὴ ἐκ κλίσεως ὂν μηδὲ ἐκτεινόμενον διὰ χρείαν.

12. ἐναντίον ὡρμηθήτην] θρασεῖς γὰρ οἱ Τρῶες.

14. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν] Διομήδης καὶ οἱ νέοι.

15. Φτηγεύς ῥα πρότερος] πρότερος Διομήδους· οἰκεῖον δὲ τῷ προ- [*](B-) πηδῶντι καὶ προακοντίζειν. ἀεὶ δὲ τοὺς πρώτους εἰσάγει ὀλλυμένους.

20. λιπὼν περικαλλέα δίφρον] ἵνα ἀσχολίαν λίπῃ Διομήδει τὸ [*](A+ B=) λάφυρον πρὸς τὸ αὐτὸς ἀποφυγεῖν.

21. οὐδʼ ἔτλη περιβῆναι] κατακερτομεῖ τὴν δειλίαν· Ὀδυσσεὺς [*](B=) δὲ ὑπὲρ Λεύκου ἀγωνίζεται ἑταίρου ὄντος (Il. 4. 491).

22. οὐδὲ γὰρ οὐδέ κεν αὐτός] συνέστησε Διομήδεα καὶ μὴ [*](B-) φονεύσαντι δίδωσι τὴν ψῆφον τῆς σφαγῆς.

οὐδὲ γὰρ οὐδέ κεν] ἡ μία περισσὴ ἀπόφασις· “οὐδὲ γὰρ οὐδὲ [*](AB=) βίη” (Il. 18. 117)· “οὐδὲ γὰρ οὐδὲ Δρύαντος” (Il. 6. 130). καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου.

23. ἀλλʼ Ἥφαιστος ἔρυτο] ηὔξηται μὲν Διομήδης ἀντιτασσο- [*](B=) μένου θεοῦ, πεπαιδεύμεθα δὲ ἡμεῖς εὐσεβεῖν· καὶ γὰρ 〈πρὸς〉 Ἑλλήνων 〈ὢν〉 ὁ θεὸς ὅμως ἀμείβεται τὸν θεράποντα. εὐχάριστος δὲ ὁ Ἥφαιστος καὶ περὶ Θέτιν.

24. ὡς δή οἱ μὴ πάγχυ γέρων] ἵνα μὴ αὑτῷ παντελῶς Δάρης· [*](B-) ἐμφαίνει, ὅτι παίδων ἑτέρων οὐκ εἶχεν ἐλπίδα.

[*](2. ὡς ἀπὸ π. ‖ 10. τὰ θύη B; ἂ θύει ‖ 11. λελουμένον ‖ 12. ἱερεὺς Ἡ. ‖ πόλιες πόλεις ‖ 29, 30. suppl. W ‖ 32. ὅπως μὴ αὑτῷ παντελῶς D eodem lemmate praefixo: καὶ μήν ἵσταται)
162

*“ἀκαχήμενος” τιθήμενος ὀνήμενος Αἰολικῶς.

[*](B=)