Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

39. ἀρχὸν Ἀλιζώνων] τῆς Παφλαγονίας, διὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί. καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ λεληθότως ἐπεῖπε “πρώτῳ γὰρ στρεφθέντι” (40).

[*](A+ B=)

Ὁδίον μέγαν] τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαρ- οξύνεται.

[*](B=)

40. μεταφρένῳ] μεθʼ ὅ εἰσιν αἱ φρένες. οὐθένα δὲ τῶν Ἀχαιῶν οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον.

[*](B=)

43. Ἰδομενεὺς δʼ ἄρα Φαῖστον] Ἰδομενεύς παρὰ τὴν Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. εἶτα Μενέλαος· οὐ γὰρ εἴα συνανδραγαθεῖν τῷ ἀδελφῷ τὸ τραῦμα.

[*](4. τὸ B: τὸν ‖ 11. ἐπαναβολὴ A, ἐπανάληψις B ‖ 22. ᾖ π.)
163

46. ἵππων ἐπιβησόμενον] ἐφαψάμενον αὐτὸν τοῦ ἅρματος καὶ [*](B=) μέλλοντα τελειῶσαι τὴν βάσιν ἔφθασεν ἡ τοῦ πολεμίου πληγή.

48. ἐσύλευον θεράποντες] ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς. [*](B=) Ἐλεφήνωρ γοῦν παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται· σῴζεται δὲ καὶ τὸ ἀξίωμα τοῦ βασιλέως.

49. Σκαμάνδριον] οἰκεῖον κυνηγῷ· ποταμοὶ γὰρ αὐτοῖς ἡ διαγωγὴ [*](B=) καὶ ὗλαι.

50. Ἀτρείδης Μενέλαος ἕλ᾿ ἔγχεϊ] καταπλήττει τοὺς πολεμίους [*](B=) καὶ θαρσύνει τοὺς Ἀχαιοὺς ὑπόγυιος τρωθεὶς καὶ μαχόμενος.

ὀξυόεντι] οὐκ ἀπὸ ὀξύας· μελίνοις γὰρ ἐχρῶντο.

51. δίδαξε γὰρ Ἄρτεμις] τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσ- [*](B-) άπτουσι θεοῖς· “κλεπτοσύνῃ θʼ ὅρκῳ τε” (Od. 19. 396).

53. ἀλλʼ οὔ οἱ τότε χραῖσμε] δείκνυται τὸ ἀπαράβατον τοῦ [*](B=) μοιριδίου καὶ διὰ τούτου.