Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

178. χαλεπὴ δὲ θεοῦ ἐπιμῆνις] κατὰ παρολκήν ἐστιν ἡ “ἐπί” [*](A+B=) πρόθεσις· διὸ οὐκ ἀμείβει τὸν τόνον.

181. Τυδείδῃ μιν—πάντα ἐίσκω] καὶ πῶς γινώσκει τοῦ πυρὸς καιομένου; ἢ οὐ πάντα τὸν καιρὸν καίεται.

Τυδείδῃ μιν] διχῶς, καὶ “μίν” καὶ “μέν.”

[*](A+)

182. αὐλώπιδί τε τρυφαλείῃ] εἶδος περικεφαλαίας λόφον εἰς ὀξὺ [*](B~) ἀνατεταμένον ἐχούσης· τρυφαλὴς δὲ τρυφάλεια.

186. εἰλυμένος ὤμους] ἀπὸ μέρους τὸ πᾶν.

187. * ἔτραπεν] ἔτρεψεν.

191. θεός νυ τίς ἐστι κοτήεις] ἐν ἤθει τοῦτο διὰ τὸ μὴ ἀνῃρῆσθαι [*](B=) αὐτόν.

192. * ἐπιβαίην] ἵνα φύγῃ.

193. ἀλλά που ἐν μεγάροισι] κερτομεῖ αὐτοῦ τὸ φιλάργυρον, ὡς [*](B=) ἀμελοῦντος τῆς ἰδίας σωτηρίας ἀναλωμάτων φειδοῖ.

194. πρωτοπαγεῖς] πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως.

[*](A=B+)

πρωτοπαγεῖς νεοτευχέες] τὸν φειδωλὸν ὅρα καὶ ἀχράντους φυλά- [*](B=) ξαντα πρὸς ἀνάθεμα τοὺς δίφρους, καὶ ταῦτα πλῆθος ἔχοντα συνωρίδων.

[*](10. τε post ὁμ. omisi ut B || 15. τριῶν || 16. προνοεῖ || 34. post συνω- ρίδων add. ἕνδεκα δίφροι: traieci ad lemma proximum)
170

195. ἕνδεκα δίφροι—παρὰ δέ σφιν ἑκάστῳ] “σφίν” ἀντὶ τοῦ σφῶν.

[*](A-)

196. 〈κρῖ〉] εἰδέναι δεῖ καὶ ζητεῖν πότερον ἐκ τοῦ κρίμνον ἢ ἐκ τῆς κριθῆς ἀποκέκοπται τὸ “κρῖ·” εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ 〈ἂν〉 ἐποιεῖτο τὴν σύνταξιν μετὰ τοῦ “λευκόν” οὐδετέρου, οἷον “κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας·” καὶ αὐτὸ γὰρ τὸ κρῖμνον οὐδετέρου γένους ἐστίν. φαίη 〈ἄν〉 τις πρὸς τοῦτο, οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβάνεσθαι, οἷον τὴν κρῖ λευκὸν οὖσαν, ἀντὶ τοῦ 〈λευ- κήν〉, ὥσπερ τὴν θεόν, τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά· πρὸς ὃ λέγο- μεν, ὅτι ἂν πιστώσειε 〈τὸ〉 οὐδέτερον καὶ μόνον ὂν ἐνταῦθα τὸ“εὐρυφυὲς κρῖ 〈λευκόν〉” (Od. 4. 604)· κρῖμνον δέ ἐστι τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς· ἀποδέδεικται οὖν, ὅτι τὸ κρῖ ἐκ τοῦ κρῖμνον καὶ οὐκ ἐκ τοῦ κριθή ἐστι γεγονός.

[*](AB-)

ἐρεπτόμενοι] κυρίως, ἀπὸ τῆς ἔρας λαμβάνοντες.

[*](B=)

197. ἦ μέν μοι μάλα πολλὰ γέρων] ἐπιτείνει τὴν φειδωλίαν· τοὐ- ναντίον γὰρ ἔδει. τὸ φιλότιμον γὰρ τῶν νέων ἐπέχουσιν οἱ γέροντες· ὃ δὲ καὶ τοῦ γέροντος ὤφθη σμικρολογώτερος.

[*](AB÷)

203. ἔδμεναι ἄδδην] Νικίας διὰ δύο δέλτα γράφει διὰ τὸ μέτρον —ὁμοίως καὶ τὸ “κύον ἀδδεές” (Il. 21. 481) —καὶ ψιλοῖ, Ἀρί- σταρχος τὸ “ἅην” διʼ ἑνὸς δ καὶ βραχέως καὶ δασέως· τὸ γὰρ ᾱ πρὸ τοῦ ὃ δεκτικὸν μὲν ψιλοῦται, ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτω δὲ ἔχον δασύνεται “ἅδε δʼ Ἕκτορι μῦθος” (Il. 12. 80) “ἅδος τέ μιν ἵκετο θυμὸν” (Il. 11. 88). §. “ἄδδην” δὲ εἰς κόρον.

[*](B=)

206. ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν] ὡς πρὸς φίλον ὁμολογεῖν ὑπὸ μεγαλαυχίας ἐξέλκεται τὰ ἀπόρρητα.

[*](B=)

208. ἀτρεκὲς αἷμα 〈ἔσσευα〉] ἀντὶ τοῦ ἀτρεκέως εἶδον αὐτό, οὐκ [*](AB=) ἠπάτημαι. §. διαστολὴ δὲ εἰς τὸ “βαλών.”

[*](AB=)

211. ἡγεόμην Τρώεσσι] μετὰ 〈τὸ〉 “Τρώεσσιν” ἀναπαύσασθαι δεῖ ‘ἡγούμην τῶν Τρώων χάριν φέρων τῷ Ἕκτορι.ʼ τὸ δὲ “Τρώεσ〈σ〉ιν” ἤτοι καθολικῶς, ὡς “Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν” (Il. 6. 1), καὶ τοῖς ὑφʼ Ἕκτορι τεταγμένοις,“Τρωσὶ μὲν ἡγεμόνευε—κορυθαίολος Ἕκτωρ” (Il. 2. 816)· ἢ καὶ τοῖς Ζελείταις, “οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης—Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς Πάνδαρος” (ib. 824).

[*](B=)

ἡγεόμην Τρώεσσι] τοῖς Ζελείταις· τινὲς μὴ θέλοντες Τρῶας εἶναι [*](7. κρῖ λευκὴν || 8. λευκὸν ante θεὸν del. W. || 9. ὅτι πιστοῖ coni. W, ὅτι ὃν πείσει || 9, 10. suppl. W || 12. κριθῆς || 16. σμ. B: σμικρολογώτατος || 19. ἄδην || 27. δεῖν)

171
τοὺς Ζελείτας, τὸ “Ἕκτορι” ἀντὶ τοῦ διʼ Ἕκτορά φασιν, ὡς τὸ “σοὶ πάντες μαχόμεσθα” (Il. 5. 875), οὐκ εὖ.

φέρων χάριν Ἕκτορι δίῳ] ἔν τισι “φέρων χάριν ἱπποδάμοισιν.”

[*](A+)

216. χερσὶ διακλάσσας] διὰ τῆς ἀναδιπλασιάσεως τοῦ σ τὸν [*](B=) ἀπὸ τῆς συντρίψεως τῶν κεράτων γινόμενον κτύπον ἐμιμήσατο.

ἀνεμώλια γάρ μοι] ἀνέμοις ἀπολέσθαι ὀφείλοντα· ἀλλαχοῦ φησιν [*](B=) “ἀνηρείψαντο θύελλαι” (Od. 4. 727).

217. Αἰνείας Τρώων ἀγός] καὶ Δαρδάνιοι γὰρ τῶν Τρώων.

219. πρίν γʼ ἐπὶ νὼ 〈τῷδʼ ἀνδρί〉] πρὶν νὼ ἐπὶ τῷδε ἀνδρί· [*](A+B=) ἐνταῦθα δὲ μόνον κέχρηται τῷ “νώ” καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ “νὼ ἀναβησάμενοι” (15. 475).

222. οἷοι Τρώιοι ἵπποι] τοῦτο κοινόν, εἰ μὴ καὶ τοὺς ἀπὸ Τρωὸς [*](B=) λάβοιμεν.