Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

128. ἠδὲ καὶ ἄνδρα] θεὸν ὁμοιωθέντα ἀνδρί, ἵνα διακρίνῃς καὶ τὸν [*](B=) ὄντως ἄνδρα· τοῦτο γὰρ δηλοῖ “ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.”

131. Ἀφροδίτη—τήν γʼ οὐτάμεν] ἡ πρακτικὴ φρόνησις κατα- [*](B=) φρονεῖν αὐτὸν 〈τῶν⟩ ἡδονῶν παρασκευάζει.

132. τήν γʼ οὐτάμεν] καὶ μετὰ τοῦ γ καὶ χωρὶς τοῦ γ· Ζηνόδοτος [*](A+) δὲ “τὴν οὐτάσαι.”

136. ἕλεν μένος] Πτολεμαῖος διὰ τοῦ γ “ἔχεν μένος.” [*](A+) ὥστε λέοντα] καλῶς τῶν μὲν τετραπόδων τὰ ἀσθενέστερα παρεί- [*](B=) ληφε τὰ πρόβατα, τῶν δὲ θηρίων τὸ ἀλκιμώτατον 〈τὸν⟩ λέοντα, καὶ τὸν μὲν ὑπὸ τῆς πληγῆς ἠρεθισμένον, τὰ δὲ ἔρημα τοῦ φυλάττοντος.

[*](2. ἑκάτη: at cf. Il. 6. 305 17. ὑπὸ A: ἀπὸ ‖ 19. μῦσος ‖ 22. αὖ τ᾿ ἀπʼ ‖ 33. τὸν ἀ.)
168
[*](B=)

137. ὀίεσσιν] ἀντὶ τοῦ ταῖς ἐπαύλεσιν, ὡς τὸ “ποιμαίνων δʼ ἐκʼ ὄεσσι μίγη” (Il. 6. 25).

138> χραύσῃ] τύψῃ ἢ τρώσῃ. §. εὖ δὲ τὸ μὴ φάναι τύψῃ ἢ [*](A-B=) βάλῃ, ἀλλὰ θίξῃ διὰ τὴν ἐπιπολαίαν πληγήν.

[*](B=)

140. ἀλλὰ κατὰ σταθμοὺς δύεται] ἐναργῶς τὸν δεδιότα ἐσήμανεν.

[*](B=)

141. αἳ μέν τʼ ἀγχηστῖναι ἐπʼ ἀλλήλοισι κέχυνται] οὕτω γὰρ συνέρχονται ἀλλήλαις ἐπιπτοηθεῖσαι· ἤτοι δὲ αἱ ζῶσαι ἢ αἱ κατα- βαλλόμεναι.

[*](B=)

κέχυνται] τὸ πλῆθος δηλοῖ· διὸ καὶ “μελισσάων ἀδινάων” (Il. 2. 87) φησὶ καὶ “μῆλʼ ἀδινά” (Od. 1. 92).

[*](A+B=)

142. ἐξάλλεται αὐλῆς] ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς· ἢ ἀντὶ 〈τοῦ〉 καθάλλεται· ἢ ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι λέγομεν τὸ ὑπερυψῶσθαι. ἔμφασις δέ, εἴγε καὶ ὑψηλῆς οὔσης τῆς αὐλῆς 〈ὑπερ〉άλλεται αὐτήν. ἔστι δὲ ὡς τὸ “Τρώων ὁρμήσειαν” (Il. 4. 335)· οὐ γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν. §. ἢ ἐξάλλεται ἐκ τῆς αὐλῆς, ἐκ τοῦ σταθμοῦ.

[*](B=)

143. ὣς μεμαὼς Τρώεσσι] δῆλον ὅτι τῆς προθυμίας ἐποιήσατο τὴν ὁμοίωσιν. οὐκέτι δὲ καθʼ ἕνα, ἀλλὰ σύνδυο ἀναιρεῖ. ὅρα δὲ τὴν ποικιλίαν τῆς ἑρμηνείας.

146. κληῖδα παρʼ ὦμον 〈— ἐέργαθεν ἡδʼ ἀπὸ νώτου⟩] ὦμος ἀπεκόπη αὐχένος· οὕτω δὲ διῄρηται.

[*](B=)

147. 〈βαλῶν —〉 πλῆξε] ἀπὸ μετοχῆς τῆς βαλών εἰς ῥῆμα, ὡς τὸ ἰοῖσίν τε τιτυσκόμενοι λάεσ〈σ〉ί τʼ ἔβαλλον” (Il. 3. 80).

[*](A+B=)

150. τοῖς οὐκ ἐρχομένοις] ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύ- σατο· ὅμοιον δέ ἐστι τῷ “ἀλλʼ οὔ οἱ τότε 〈γε〉 χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα” (53).

[*](B=)

153. ἄμφω τηλυγέτω] μεθʼ οὓς οὐκ ἐπαιδοποίησεν ὁ πατήρ, ἢ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ γεννηθέντες.

[*](B=)

δὲ τείρετο γήραϊ λυγρῷ] ἐλέγχει τοὺς οἰομένους δεῖν ἐπὶ γήρᾳ παιδοποιεῖν, ὅπως διαδόχοις χρήσωνται, ὡς κακῶς οἰομένους· νικᾷ γὰρ ἡ πήρωσις.

[*](AB=)

158. χηρωσταί] οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι. [*](A+B-) §. “χηρωσταί” δὲ ὡς ἀθληταί. ἢ ἀγχιστεῖς ἢ κληρονόμοι. [*](1. δὲ πόεσι || 10. μῆλα || 12. supplevi ex B || 18. σὺν δύο || 20. πρώτη μέν τις ἀπ. τῆς χειρός, cf. D || 21. post διῄρ. omisi κρεμᾶται ἡ χείρ || 27. ἢ W: οἱ || 30. χρἡσοιντο || 31. πήρωσις B: πεπρωμένη)

169
διὰ κτῆσιν δατέοντο] προληπτικῶς· οὔπω γὰρ ἀπέθανεν ὁ γέρων.

[*](B=)

161. ἐξ αὐχένα ἄξει] ἔμφασιν διακοπῆς ἔχει ἡ ὑπέρ⌈θεσις⌋, ὡς τὸ “λέων κατὰ ταῦρον ἐδηδώς” (Il. 17. 542).

ἐν βουσὶ θορὼν—πόρτιος ἠὲ βοός] εἰπὼν τὸ γενικὸν ἐπὶ τὰ [*](B=) ἰδικὰ ἔρχεται. ὁ δὲ ἤ ἀντὶ τοῦ καί, ὡς “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. 20. 138).

162. πόρτιος] νέου βοός, μόσχου.

[*](A+)

ξύλοχον] τόπον σύνδενδρον· οἳ δὲ κοίτην θηρίου.

166. * ἀλαπάζοντα] ἀναλίσκοντα.

τὸν δʼ ἴδεν Αἰνείας] τὸ ὁμοειδὲς ἐκκλίνει καὶ πρόθυμον Πάνδαρον [*](B=) ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει.

168. Πάνδαρον—διζήμενος] αὐτὸς ἔξω κινδύνων στὰς τοξότην ἀντι- [*](B=) καθίστησιν αὐτῷ· οὐ γὰρ ἐθέλει κινδυνεύειν Αἰνείας.

171. ποῦ τοι τόξον] ἡ τοξεία· οἰκεῖα δὲ τὰ ἐγκώμια τῇ προτροπῇ, [*](B=) ὡς εἰς αὐτὸν μόνον σαλευούσης τῆς σωτηρίας τῶν Τρώων.

177. εἰ μή τις θεός ἐστι] οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ [*](B=) θεᾶς. ἅμα δὲ καὶ ἦθος ἔχει.